← 狄摩西尼

驳勒普提奈斯

§8-14

隔年奉献之法与城邦信义

辩护人指出,现行法律本就规定隔年履行公益捐助、人人享有一半免税期,并援引雅典昔日代偿三十人借款的佳话,论证剥夺恩人荣誉和违背信义与城邦的高尚品性格格不入。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

ἔτι τοίνυν ὑμᾶς κἀκεῖνʼ ἐνθυμεῖσθαι δεῖ, ὅτι ἐκ τῶν νῦν ὑπαρχόντων νόμων καὶ πάλαι κυρίων, οὓς οὐδʼ ἂν αὐτὸς οὗτος ἀντείποι μὴ οὐχὶ καλῶς ἔχειν,1 ἐνιαυτὸν διαλιπὼν ἕκαστος λῃτουργεῖ, ὥστε τὸν ἥμισύν ἐστʼ ἀτελὴς τοῦ χρόνου. εἶθʼ ἧς πᾶσι μέτεστι τὸ ἥμισυ καὶ τοῖς μηδʼ ὁτιοῦν ἀγαθὸν πεποιηκόσιν ὑμᾶς, ταύτης τοὺς εὖ ποιήσαντας, ὃ προστεθείκαμεν αὐτοῖς, τοῦτʼ ἀφελώμεθα;2 μηδαμῶς· οὔτε γὰρ ἄλλως καλὸν οὔθʼ ὑμῖν πρέπον.

此外,你们还必须牢记这一点:根据现行且自古确立的法律——即便是他本人也无法反驳说这些法律不够良好——每个人每隔一年承担一次公益捐助,因此有一半的时间是免除的。既然所有人,哪怕是那些未曾为你们做过任何好事的人,也享有这一半的免除,那么我们难道要从那些施恩于我们的人手中,剥夺我们给予他们的这部分额外特权吗?绝不能这样;因为这无论在原则上还是对你们而言,都既不光彩也不相称。

§9

πῶς γὰρ οὐκ αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ μὲν τὴν ἀγορὰν ἀψευδεῖν νόμον γεγράφθαι, ἐφʼ οἷς οὐδέν ἐστι δημοσίᾳ βλάβος εἴ τις ψεύδεται, ἐν δὲ τῷ κοινῷ μὴ χρῆσθαι τῷ νόμῳ τούτῳ τὴν πόλιν τὴν αὐτὴν ἐπιτάξασαν τοῖς ἰδιώταις, ἀλλὰ τοὺς ἀγαθόν τι πεποιηκότας ἐξαπατῆσαι, καὶ ταῦτʼ οὐ μικρὰν ζημίαν ὀφλήσειν μέλλουσαν;3

雅典人啊,在市场上明文规定不得说谎,而若有人说谎对公众并无实质损害;然而规定平民遵守这一法律的城邦自身,在公共事务中却不遵守这条法律,反而去欺骗施恩之人,况且城邦必将因此蒙受不小的损害,这怎能不是一件可耻的事呢?

§10

οὐ γὰρ εἰ μὴ χρήματʼ ἀπόλλυτε μόνον σκεπτέον, ἀλλʼ εἰ καὶ δόξαν χρηστήν, περὶ ἧς μᾶλλον σπουδάζετʼ ἢ περὶ χρημάτων, καὶ οὐ μόνον ὑμεῖς, ἀλλὰ καὶ οἱ πρόγονοι. τεκμήριον δέ· χρήματα μὲν γὰρ πλεῖστά ποτε κτησάμενοι πάνθʼ ὑπὲρ φιλοτιμίας ἀνήλωσαν, ὑπὲρ δὲ δόξης οὐδένα πώποτε κίνδυνον ἐξέστησαν, ἀλλὰ καὶ τὰς ἰδίας οὐσίας προσαναλίσκοντες διετέλουν. νῦν τοίνυν οὗτος ὁ νόμος ταύτην ἀντὶ καλῆς αἰσχρὰν τῇ πόλει περιάπτει, καὶ οὔτε τῶν προγόνων οὔθʼ ὑμῶν ἀξίαν. τρία γὰρ τὰ μέγιστʼ ὀνείδη κτᾶται, φθονεροὺς ἀπίστους ἀχαρίστους εἶναι δοκεῖν.

因为不仅要考虑你们是否不会损失金钱,还要考虑是否会损失良好的声誉,而你们对声誉的重视远胜于对金钱的重视,而且不仅是你们,你们的先祖也是如此。证据在于:他们虽曾积聚过巨额财富,却为了追求荣誉而将之一掷而空;为了声誉,他们从未逃避过任何危险,反而不断倒贴私产。然而如今,这条法律给城邦带来的却不是美好的声誉,而是可耻的恶名,这既不配于先祖,也不配于你们;因为它给城邦招致了三项最大的耻辱——显得嫉妒、背信和忘恩负义。

§11

ὅτι τοίνυν οὐδʼ ἐστὶν ὅλως, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ ἤθους τοῦ ὑμετέρου κύριον ποιῆσαι τοιοῦτον νόμον, καὶ τοῦτο πειράσομαι δεῖξαι διὰ βραχέων, ἕν τι τῶν πρότερον πεπραγμένων τῇ πόλει διεξελθών. λέγονται χρήμαθʼ οἱ τριάκοντα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ. ἐπειδὴ δʼ ἡ πόλις εἰς ἓν ἦλθεν καὶ τὰ πράγματʼ ἐκεῖνα κατέστη, πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι τὰ χρήματα ταῦτʼ ἀπῄτουν.

雅典人啊,通过简述城邦以往所做的一件事,我将力图简要说明,确立这样一条法律是完全不符合你们的品性的。据说三十人僭主曾向拉刻代蒙人借款用于对付比雷埃夫斯的人。但当城邦归于统一且动乱平息之后,拉刻代蒙人派来使节追索这笔借款。

§12

λόγων δὲ γιγνομένων καὶ τῶν μὲν τοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεως, τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι τῆς ὁμονοίας σημεῖον ἀξιούντων, κοινῇ διαλῦσαι τὰ χρήματα, φασὶ τὸν δῆμον ἑλέσθαι συνεισενεγκεῖν αὐτὸν καὶ μετασχεῖν τῆς δαπάνης, ὥστε μὴ λῦσαι τῶν ὡμολογημένων μηδέν. πῶς οὖν οὐ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τότε μὲν τοῖς ἠδικηκόσιν ὑμᾶς ὑπὲρ τοῦ μὴ ψεύσασθαι τὰ χρήματʼ εἰσφέρειν ἠθελήσατε, νῦν δʼ ἐξὸν ὑμῖν ἄνευ δαπάνης τὰ δίκαια ποιῆσαι τοῖς εὐεργέταις, λύσασι τὸν νόμον,4 ψεύδεσθαι μᾶλλον αἱρήσεσθε; ἐγὼ μὲν οὐκ ἀξιῶ.

当时引起了争论,一些人主张应当由借款人——即城内的居民——来偿还,而另一些人则认为共同清偿这笔款项应当作为和解的首要标志;据说民众选择亲自缴纳摊款并共同承担这一开支,以免违背任何协议。雅典人啊,如果在当时,为了不食言,你们甚至愿意为曾经伤害过你们的人出资垫付,那么现在,只要废除这条法律,你们无需任何开支便能对恩人行正义之事,你们若反而选择食言,这怎能不是一件可怕的事呢?我绝不认为这是理所应当的。

§13

τὸ μὲν τοίνυν τῆς πόλεως ἦθος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐπʼ ἄλλων πολλῶν καὶ ἐφʼ ὧν εἶπον ἴδοι τις ἂν τοιοῦτον, ἀψευδὲς καὶ χρηστόν, οὐ τὸ λυσιτελέστατον πρὸς ἀργύριον σκοποῦν, ἀλλὰ τί καὶ καλὸν πρᾶξαι. τὸ δὲ τοῦ θέντος τὸν νόμον, τὰ μὲν ἄλλʼ ἔγωγʼ οὐκ οἶδα, οὐδὲ λέγω φλαῦρον οὐδὲν οὐδὲ σύνοιδα, ἐκ δὲ τοῦ νόμου σκοπῶν εὑρίσκω πολὺ τούτου κεχωρισμένον.

雅典人啊,城邦的品性无论在许多其他事态上,还是在我刚才提及的事例中,人们都能看出是如此的:诚实而正直,不是考虑在金钱上何者最有利,而是考虑何者也是高尚的行为。至于立法者的品性,在其他方面我一无所知,也不说贬损之词,亦未曾听闻任何恶行;但从这条法律来审视,我发现它与城邦的品性大相径庭。

§14

φημὶ τοίνυν ἐγὼ κάλλιον εἶναι τοῦτον ὑμῖν ἀκολουθῆσαι περὶ τοῦ λῦσαι τὸν νόμον ἢ ὑμᾶς τούτῳ περὶ τοῦ θέσθαι, καὶ λυσιτελέστερον εἶναι καὶ ὑμῖν καὶ τούτῳ τὴν πόλιν πεπεικέναι Λεπτίνην ὅμοιον αὐτῇ γενέσθαι δοκεῖν ἢ αὐτὴν ὑπὸ τούτου πεπεῖσθαι ὁμοίαν εἶναι τούτῳ· οὐδὲ γὰρ εἰ πάνυ χρηστός ἐσθʼ, ὡς ἐμοῦ γʼ ἕνεκʼ ἔστω,5 βελτίων ἐστὶ τῆς πόλεως τὸ ἦθος.

因此我认为,在废除法律一事上由他顺从你们,比在制定法律一事上由你们顺从他更为高尚;而且,由城邦说服列普提涅斯使其显得与城邦相似,比城邦受他诱导而变得与他相似,无论对你们还是对他而言都更为有益;因为即便他极其善良——就我个人而言不妨假定他是如此——他的品性也不会胜过城邦。

语法注5 条
  1. 8μὴ οὐχὶ καλῶς ἔχειν

    在包含否定的主句动词(οὐδʼ ἂν αὐτὸς οὗτος ἀντείποι,“即使是他本人也无法反驳”)之后,跟随表示反对或异议的动词(ἀντιλέγω),补足语从句使用双重否定 μὴ οὐ。意为“反驳说它们不好”。

  2. 8ἧς πᾶσι μέτεστι τὸ ἥμισυ καὶ τοῖς μηδʼ ὁτιοῦν ἀγαθὸν πεποιηκόσιν ὑμᾶς, ταύτης τοὺς εὖ ποιήσαντας, ὃ προστεθείκαμεν αὐτοῖς, τοῦτʼ ἀφελώμεθα;

    这是一个复杂的对应句:关系代名词 ἧς 与 μέτεστι 连用构成属格补足语(“所有人享有其中一半”,τὸ ἥμισυ 为内蕴宾格/测度宾格),其先行词是在后文出现的代词 ταύτης(与 ἀφελώμεθα 构成表示分离的属格)。句中动词 ἀφαιρέομαι 带双宾格:剥夺的对象(τοὺς εὖ ποιήσαντας)和剥夺的事物(τοῦτο,由 ὃ προστεθείκαμεν αὐτοῖς 引导先行),并与 ταύτης 搭配。

  3. 9καὶ ταῦτʼ οὐ μικρὰν ζημίαν ὀφλήσειν μέλλουσαν

    惯用短语 καὶ ταῦτα(“而且、况且”)后接分词 μέλλουσαν。该阴性单数宾格分词与前文不定式从句的逻辑主语 τὴν πόλιν 一致,修饰城邦的状态,表达伴随或让步情况:“况且城邦势必将因此遭受不小的损害”。

  4. 12ἐξὸν ὑμῖν ἄνευ δαπάνης τὰ δίκαια ποιῆσαι τοῖς εὐεργέταις, λύσασι τὸν νόμον

    ἐξόν 是无人称动词 ἔξεστι 的宾格绝对结构(“在允许/可能……的情况下”)。与格分词 λύσασι 在语法上与 ὑμῖν 一致,表示方式或条件(“通过废除该法律”)。

  5. 14ὡς ἐμοῦ γʼ ἕνεκʼ ἔστω

    插入性的惯用表达。第三人称命令式 ἔστω 与介词短语 ἐμοῦ γʼ ἕνεκα(“就我而言”)结合,构成让步性的假设:“就我而言,不妨就算他是如此(极其善良)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:8-14