← 狄摩西尼

驳勒普提奈斯

§15-22

民主政体赏赐的可靠性与增补奉献者的虚妄

演说者指出民主政体赏赐的价值在于其带来的尊严与稳定保障,而该提案正会摧毁这一基石。接着,他通过对合资格人数的实际核算,驳斥了该法案能迫使富人承担公益捐助以减轻穷人负担的说辞,力陈为增加极少数捐助者而牺牲城邦信义是得不偿失的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

νομίζω τοίνυν ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἄμεινον ἂν περὶ τοῦ παρόντος βουλεύσασθαι, εἰ κἀκεῖνο μάθοιτε, ὅτι ᾧ μόνῳ μείζους εἰσὶν αἱ παρὰ τῶν δήμων δωρειαὶ τῶν παρὰ τῶν ἄλλων πολιτειῶν, καὶ τοῦτʼ ἀφαιρεῖται1 νῦν τῷ νόμῳ. τῇ μὲν γὰρ χρείᾳ τῇ τῶν εὑρισκομένων τὰς δωρειὰς οἱ τύραννοι καὶ οἱ τὰς ὀλιγαρχίας ἔχοντες μάλιστα δύνανται· πλούσιον γὰρ ὃν ἂν βούλωνται παραχρῆμʼ ἐποίησαν· τῇ δὲ τιμῇ καὶ τῇ βεβαιότητι τὰς παρὰ τῶν δήμων δωρειὰς εὑρήσετʼ οὔσας βελτίους.

各位审判官,我认为,如果你们也知晓这一点,即民主政体的赠礼优于其他政体的唯一之处如今正被这条法律所剥夺,那么你们对当下的诉讼就能作出更明智的裁决。因为就受赏者所获礼物的实际功用而言,僭主和掌握寡头政权者能力最大,因为他们只要愿意,就能立刻使任何人变得富有;但在荣誉与稳固性方面,你们会发现民主政体的赠礼更为优越。

§16

τό τε γὰρ μὴ μετʼ αἰσχύνης ὡς κολακεύοντα λαμβάνειν, ἀλλʼ ἐν ἰσηγορίᾳ δοκοῦντʼ ἄξιόν τινος εἶναι τιμᾶσθαι τῶν καλῶν ἐστι, τό θʼ ὑπὸ τῶν ὁμοίων ἑκόντων θαυμάζεσθαι τοῦ παρὰ τοῦ δεσπότου λαμβάνειν ὁτιοῦν κρεῖττον εἶναι δοκεῖ. παρὰ μὲν γὰρ ἐκείνοις μείζων ἐστὶν ὁ τοῦ μέλλοντος φόβος τῆς παρούσης χάριτος, παρὰ δʼ ὑμῖν ἀδεῶς ἃν λάβῃ τις ἔχειν ὑπῆρχε τὸν γοῦν ἄλλον χρόνον.

因为不是作为阿谀奉承者满怀羞耻地接受,而是在平等的公民言论自由中因被认为配享此物而获得尊荣,乃是高尚之事;被同侪心甘情愿地钦佩,也被认为胜过从主人那里得到任何东西。在那些政体下,对未来的恐惧胜过了眼前的恩惠;而在你们这里,至少在过去的岁月里,无论谁得到恩赏,都能毫无惧怕地保有它。

§17

ὁ τοίνυν τὴν πίστιν ἀφαιρῶν τῶν δωρειῶν νόμος, οὗτος, ᾧ μόνῳ κρείττους εἰσὶν αἱ παρʼ ὑμῶν δωρειαί, τοῦτʼ ἀφαιρεῖται. καίτοι τῶν ἁπασῶν ἧς ἄν τινος πολιτείας τὸ κομίζεσθαι τοὺς εὔνους τοῖς καθεστῶσιν χάριν ἐξέλῃς, οὐ μικρὰν φυλακὴν αὐτῶν ταύτην ἀφῃρηκὼς ἔσει.

因此,这条剥夺赠礼之信义的法律,剥夺的正是你们的赠礼胜过其他赠礼的唯一支柱。然而,无论在任何政体中,如果废除了让拥护现存体制的人获得感恩的机制,就等于剥夺了维护政体自身的一道重大防线。

§18

τάχα τοίνυν ἴσως ἐκεῖνο λέγειν ἂν ἐπιχειρήσειε Λεπτίνης, ἀπάγων ὑμᾶς ἀπὸ τούτων, ὡς αἱ λῃτουργίαι νῦν μὲν εἰς πένητας ἀνθρώπους ἔρχονται, ἐκ δὲ τοῦ νόμου τούτου λῃτουργήσουσιν οἱ πλουσιώτατοι. ἔστι δὲ τοῦθʼ οὑτωσὶ μὲν ἀκοῦσαι λόγον τινʼ ἔχον· εἰ δέ τις αὔτʼ ἀκριβῶς ἐξετάσειε, ψεῦδος ἂν φανείη. εἰσὶ γὰρ δήπου παρʼ ἡμῖν αἵ τε τῶν μετοίκων λῃτουργίαι καὶ αἱ πολιτικαί, ὧν ἑκατέρων ἐστὶ τοῖς εὑρημένοις ἡ ἀτέλεια2 ἣν οὗτος ἀφαιρεῖται. τῶν γὰρ εἰς τὸν πόλεμον καὶ τὴν σωτηρίαν τῆς πόλεως εἰσφορῶν καὶ τριηραρχιῶν ὀρθῶς καὶ δικαίως οὐδείς ἐστʼ ἀτελὴς ἐκ τῶν παλαιῶν νόμων, οὐδʼ οὓς οὗτος ἔγραψε, τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος.

或许列普提涅斯会企图说出这样的话来引开你们的视线,声称如今公益捐助落在了贫穷之人身上,而根据这条法律,最富有的人将承担捐助。这话听起来似乎颇有道理,但如果有人严加推敲,就会发现纯属虚妄。因为在我国既有外侨的公益捐助,也有公民的公益捐助;对于这两类捐助,获得特权者皆享有豁免权,而这正是他要剥夺的。然而,对于涉及战争和城邦安危的战时特别征税和三列桨战船造充职务,依照古老的法律,出于正当与公正,任何人都没有豁免权,甚至连他在法案中特别列明豁免的哈尔莫狄奥斯和阿里斯托革顿的后裔也不例外。

§19

σκεψώμεθα δὴ τίνας ἡμῖν εἰσποιεῖ χορηγοὺς εἰς ἐκείνας τὰς λῃτουργίας, καὶ πόσους, ἐὰν μὴ τούτῳ προσέχωμεν, ἀφήσει. οἱ μὲν τοίνυν πλουσιώτατοι τριηραρχοῦντες ἀεὶ τῶν χορηγιῶν ἀτελεῖς ὑπάρχουσιν, οἱ δʼ ἐλάττω τῶν ἱκανῶν κεκτημένοι, τὴν ἀναγκαίαν ἀτέλειαν ἔχοντες, ἔξω τοῦ τέλους εἰσὶ τούτου· οὐκοῦν τούτων μὲν οὐδετέρων οὐδεὶς διὰ τὸν νόμον ἡμῖν προσέσται χορηγός.

那么,让我们审视一下,他究竟为那些公益捐助给我们带来了哪些合唱队赞助人;若我们不采纳他的提议,他又会放过多少人。最富有的人由于始终承担着战船造充职务,历来都豁免于合唱队赞助;而财产不足法定限度的人,则因不可避免的法定豁免而处于这项义务之外。因此,由于这条法律,这两类人中没有一人会成为新增的合唱队赞助人。

§20

ἀλλὰ νὴ Δίʼ εἰς τὰς τῶν μετοίκων λῃτουργίας εἰσποιεῖ πολλούς. ἀλλʼ ἐὰν δείξῃ πέντε, ἐγὼ ληρεῖν ὁμολογῶ. θήσω τοίνυν ἐγὼ μὴ τοιοῦτον εἶναι τοῦτο, ἀλλὰ καὶ τῶν μετοίκων πλείονας ἢ τοσούτους, ἐὰν ὁ νόμος τεθῇ, τοὺς λῃτουργοῦντας ἔσεσθαι, καὶ τῶν πολιτῶν μηδένʼ ἐκ τριηραρχίας ὑπάρξειν ἀτελῆ. σκεψώμεθα δὴ τί τοῦτο τῇ πόλει, ἐὰν ἅπαντες οὗτοι λῃτουργῶσιν· φανήσεται γὰρ οὐδὲ πολλοῦ δεῖ τῆς γενησομένης ἄξιον αἰσχύνης.3

“但是,以宙斯的名义起誓,他向外侨的公益捐助中输送了很多人!”可他要是能指出五个人,我就承认自己在胡说八道。那么,我不妨退一步假定事实并非如此,而是倘若法律通过,承担公益捐助的外侨人数会超出此数,且公民中也没有一人因战船造充职务而免除。让我们来看看,即便这些人全部承担捐助,对城邦又有何收益;因为事实将会证明,这距离抵偿城邦即将招致的羞辱还差得极远。

§21

ὅρα δʼ οὑτωσί. εἰσὶ τῶν ξένων ἀτελεῖς—δέκα θήσω· καὶ μὰ τοὺς θεούς, ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντʼ εἶναι. καὶ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ πλείους ἢ πέντʼ ἢ ἕξ. οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα. ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα. πόσοι δή ποτʼ εἰσὶν οἱ κατʼ ἐνιαυτὸν τὰς ἐγκυκλίους λῃτουργίας λῃτουργοῦντες, χορηγοὶ καὶ γυμνασίαρχοι καὶ ἑστιάτορες; ἑξήκοντʼ ἴσως ἢ μικρῷ πλείους σύμπαντες οὗτοι.

且请看以下算账:享有豁免的外侨——我且算作十人;指诸神起誓,正如我刚才所言,我认为连五人都没有。此外,享有豁免的公民也不会超过五六人。两项相加共十六人。我们就算作二十人,如果你们愿意,算作三十人也罢。每年承担常规公益捐助的合唱队赞助人、健身所主事人和筵席官总共有多少人呢?所有这些人加在一起大概六十人,或者稍多一点。

§22

ἵνʼ οὖν τριάκοντʼ ἄνθρωποι πλείους παρὰ πάντα τὸν χρόνον λῃτουργήσωσιν ἡμῖν, τοὺς ἅπαντας ἀπίστως πρὸς ἡμᾶς αὐτοὺς διαθῶμεν; ἀλλʼ ἴσμεν ἐκεῖνο δήπου, ὅτι λῃτουργήσουσιν μέν, ἄνπερ ἡ πόλις ᾖ, πολλοὶ καὶ οὐκ ἐπιλείψουσιν, εὖ δὲ ποιεῖν ἡμᾶς οὐδεὶς ἐθελήσει, τοὺς πρότερον ποιήσαντας ἐὰν ἠδικημένους ἴδῃ.

难道为了在全部岁月里多出三十个人为我们承担公益捐助,我们就要使全人类对我们充满不信任吗?我们显然明白这一点:只要城邦依然存在,承担公益捐助的人就会很多且永不匮乏;但如果人们看到先前的施恩者遭受不义对待,就再也没有人愿意为我们造福了。

语法注3 条
  1. 15ὅτι ᾧ μόνῳ μείζους εἰσὶν αἱ παρὰ τῶν δήμων δωρειαὶ τῶν παρὰ τῶν ἄλλων πολιτειῶν, καὶ τοῦτʼ ἀφαιρεῖται

    关系代词 ᾧ 用作表示方面或差异程度的与格(“在……唯一点上”)。其先行词 τοῦτʼ 在主句中后置,并由小词 καί 加以强调(“恰恰连这一点也”),构成了关系从句先置、其内容由后行指示代词 τοῦτʼ 加以总结复指的先置承接结构。

  2. 18ὧν ἑκατέρων ἐστὶ τοῖς εὑρημένοις ἡ ἀτέλεια

    属格短语 ὧν ἑκατέρων 作主语 ἡ ἀτέλεια 的修饰成分,表示分离或对象的属格(即“免除这二者中的每一项”,指外侨与公民的两类公益捐助)。分词 τοῖς εὑρημένοις 则是领有或利益与格(“对获得特权的人而言”)。

  3. 20οὐδὲ πολλοῦ δεῖ τῆς γενησομένης ἄξιον αἰσχύνης

    这是习语 πολλοῦ δεῖ(“相差甚远”、“绝不”)前加否定词 οὐδέ 的强化句式。谓词形容词 ἄξιον 支配宾格性属格 τῆς γενησομένης αἰσχύνης(“即将招致的羞辱”),意为“远远不配/远不足以抵偿即将带来的羞辱”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:15-22