- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:1-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐述了反对列普提涅斯法律的理由,指出该法以防止受骗为借口剥夺了民众授予荣誉的主权,并强调了彻底取消报酬制度对城邦激励行善者的严重危害。
ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τʼ ὦ, συνερεῖν. ἔστι δʼ οὐκ ἄδηλον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δʼ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λῃτουργίας, καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ.
各位审判官,首先主要是因为我认为废除该法律对城邦有利,其次也是为了卡布里阿斯的儿子,我同意尽我所能协助他们。雅典人啊,显而易见的是,列普提涅斯,或者任何为这条法律辩护的人,都不会就其本身提出任何公正的理由,而只会声称某些不配的人获得了免税权并借此逃避了公益捐助,而且他会把这作为最主要的论据。
ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρειὰν τῶν ἀδίκων ἐστίν, ἐάσω· καὶ γὰρ εἴρηται τρόπον τινὰ καὶ ὑφʼ ὑμῶν ἴσως γιγνώσκεται· ἀλλʼ ἐκεῖνʼ ἂν ἐροίμην ἡδέως αὐτόν, τίνος εἵνεκα, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε καὶ τούτους. ἐν μὲν γὰρ τῷ γράψαι μηδένʼ εἶναι ἀτελῆ, τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι, ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι.1 οὐ γὰρ ἐκεῖνό γʼ ἔνεστιν εἰπεῖν, ὡς τὸν αὐτὸν τρόπον, ὅνπερ τοὺς ἔχοντας τὴν δωρειὰν ἀναξίους ἐνόμιζεν, οὕτω καὶ τὸν δῆμον ἀνάξιον ἡγεῖτο κύριον εἶναι τοῦ δοῦναι, ἐάν τῳ βούληται.
至于说指责一部分人却剥夺所有人的赏赐是不公正的,这一点我就不多说了;因为这已经以某种方式被提及,而且大概也为你们所知晓。但我很想问问他,就算并非仅仅是某些人、而是所有人都在极大程度上是不配的,他凭什么认为你们应当遭受与他们相同的待遇?因为在起草“任何人均不得免税”这一条款时,他剥夺了拥有者们的免税权;但在追加“今后亦不得授予”时,他剥夺了你们拥有授予的权力。因为绝不能这样说:正如他认为拥有赏赐的人是不配的一样,他也认为民众不配在愿意授予某人时拥有做出授予的主权。
ἀλλὰ νὴ Διʼ ἐκεῖνʼ ἂν ἴσως εἴποι πρὸς ταῦτα, ὅτι διὰ τὸ ῥᾳδίως ἐξαπατᾶσθαι τὸν δῆμον, διὰ τοῦθʼ οὕτως ἔθηκε τὸν νόμον. τί οὖν κωλύει πάντʼ ἀφῃρῆσθαι καὶ ὅλως τὴν πολιτείαν ὑμᾶς κατὰ τοῦτον τὸν λόγον; οὐ γὰρ ἔστʼ ἐφʼ ὅτου τοῦτʼ οὐ πεπόνθατε τῶν πάντων, ἀλλὰ καὶ ψηφίσματα πολλὰ πολλάκις ἐξαπατηθέντες κεχειροτονήκατε, καὶ συμμάχους ἤδη τινὰς ἥττους ἀντὶ κρειττόνων ἐπείσθηθʼ ἑλέσθαι, καὶ ὅλως ἐν οἶμαι πολλοῖς οἷς πράττετε καὶ τοιοῦτόν τι συμβαίνειν ἀνάγκη.
可是凭宙斯起誓,面对这些,他或许会回答说,正是因为民众容易受骗,他才这样立法的。那么,按照这种逻辑,有什么能阻止你们被剥夺一切权力、乃至整个政体呢?因为在所有的事务中,没有一件是你们未曾遭受过这种经历的;相反,你们常常受骗并投票通过了许多法令,而且曾经被说服选择了劣质的盟友而非更优秀的盟友;总的来说,在你们所做的许多事情中,我认为难免会发生这类事情。
ἆρʼ οὖν θησόμεθα νόμον διὰ ταῦτα μηδὲ τὸ λοιπὸν ἐξεῖναι τῇ βουλῇ μηδὲ τῷ δήμῳ μήτε προβουλεύειν μήτε χειροτονεῖν μηδέν; ἐγὼ μὲν οὐκ οἶμαι· οὐ γάρ ἐσμεν ἀφαιρεθῆναι δίκαιοι περὶ ὧν ἂν ἐξαπατηθῶμεν,2 ἀλλὰ διδαχθῆναι πῶς τοῦτο μὴ πεισόμεθα, καὶ θέσθαι νόμον οὐχ ὃς ἀφαιρήσεται τὸ κυρίους ἡμᾶς εἶναι, ἀλλὰ διʼ οὗ τὸν ἐξαπατῶντα τιμωρησόμεθα.
那么,我们难道要为此立一条法律,规定“今后议事会和民众既不得预审提案,亦不得对任何事项进行表决”吗?我可不这样认为;因为我们在受骗的事项上被剥夺主权并不是正当的,正当的是受到教导以使我们不再遭受此类侵害,并且确立一条法律,不是去剥夺我们拥有的主权,而是通过它来惩罚欺骗者。
εἰ τοίνυν τις ἐάσας ταῦτʼ αὐτὸ καθʼ αὕτʼ ἐξετάσειεν, πότερόν ποτε λυσιτελέστερόν ἐστι κυρίους μὲν ὑμᾶς εἶναι τῆς δωρειᾶς, ἐξαπατηθέντας δέ τι καὶ φαύλῳ τινὶ δοῦναι, ἢ διὰ τοῦ παντελῶς ἀκύρους γενέσθαι μηδʼ ἂν ἄξιόν τινʼ εἰδῆτʼ ἐξεῖναι τιμῆσαι, εὕροιτʼ ἂν μᾶλλον ἐκεῖνο λυσιτελοῦν. διὰ τί; ὅτι ἐκ μὲν τοῦ πλείονας ἢ προσήκει τιμᾶν πολλοὺς εὖ ποιεῖν προκαλεῖσθʼ ὑμᾶς, ἐκ δὲ τοῦ μηδενὶ μηδέν, μηδʼ ἂν ἄξιος ᾖ, διδόναι, πάντας ἀπείρξετε τοῦ φιλοτιμεῖσθαι.
因此,如果有人抛开这些,就此问题本身进行考察:究竟哪一种更为有利——是由你们掌握赏赐的主权,即便受骗也偶尔授予某个平庸之辈;还是通过彻底丧失主权,即使你们明知某人配得也无权予以表彰?你们会发现前者更为有利。为什么呢?因为从表彰比理所应当的更多的人这一做法中,你们激励了许多人造福于你们;而从不给予任何人任何东西——即便他是相称的——这一做法中,你们将阻止所有人去追求荣誉。
πρὸς δὲ τούτῳ καὶ διʼ ἐκεῖνο, ὅτι οἱ μὲν ἀνάξιόν τινα τιμήσαντες εὐηθείας τινὰ δόξαν ἔχοιεν ἄν, οἱ δὲ τοὺς ἀγαθόν τι ποιοῦντας ἑαυτοὺς μὴ τοῖς ὁμοίοις ἀμειβόμενοι, κακίας. ὅσῳ δὴ κρεῖττον εὐήθη δοκεῖν ἢ πονηρὸν εἶναι, τοσούτῳ λῦσαι τὸν νόμον κάλλιον ἢ θέσθαι.
除此以外,还因为:那些表彰了不相称者的人或许只会落得单纯幼稚的名声,而那些不以同样的善行回报施恩者的人,则会落得邪恶的名声。显得幼稚比成为邪恶要好多少,废除这条法律就比确立它好多少。
οὐ τοίνυν ἔμοιγʼ οὐδʼ ἐκεῖνʼ εὔλογον, ὦ ἄνδρες Ἀθηναῖοι, σκοπουμένῳ φαίνεται, καταμεμφόμενόν τινας ἐπὶ ταῖς ὑπαρχούσαις δωρειαῖς τοὺς χρησίμους ὄντας τῶν τιμῶν ἀποστερεῖν.3 εἰ γὰρ ὑπαρχουσῶν τούτων φαῦλοι καὶ ἀνάξιοί τινες κατὰ τὸν τούτων λόγον εἰσίν, τί χρὴ προσδοκᾶν ἔσεσθαι τότε, ὅταν παντελῶς μηδὲ πλέον μέλλῃ μηδὲν εἶναι τοῖς χρηστοῖς οὖσιν;
雅典人啊,在我反复思考看来,下面这一点同样是不合理的:因现存的赏赐而指责某些人,并以此剥夺有用之人应得的荣誉。因为按照他们的说法,如果在这些荣誉存在时尚且有卑劣和不相称的人,那么一旦对于行善之人完全不会有任何好处时,我们该预料会发生什么呢?
- 2ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι
承前省略了前分句中的动词 ἀφείλετο(τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν)。此处构成双宾格结构:表示人的宾格 ὑμᾶς 与表示被剥夺之物的冠词不定式 τὸ ... ἐξεῖναι,后者带有与格 ὑμῖν 及从属不定式 δοῦναι。
- 4οὐ γάρ ἐσμεν ἀφαιρεθῆναι δίκαιοι περὶ ὧν ἂν ἐξαπατηθῶμεν
使用了人称结构 δίκαιός εἰμι + 不定式(“我们理当……”),而非无人称结构 οὐ γὰρ δίκαιόν ἐστιν ἡμᾶς ἀφαιρεθῆναι。被动不定式 ἀφαιρεθῆναι 与主语 ἐσμέν(我们)相呼应,关系从句 περὶ ὧν ἂν ἐξαπατηθῶμεν 属于先行词被吸收的概括性关系从句(相当于 περὶ τούτων ἃ ἂν...)。
- 7καταμεμφόμενόν τινας ἐπὶ ταῖς ὑπαρχούσαις δωρειαῖς τοὺς χρησίμους ὄντας τῶν τιμῶν ἀποστερεῖν
不定式 ἀποστερεῖν 带有泛指主语的宾格分词 καταμεμφόμενον(“有人借……指责,从而剥夺……”)。介词短语 ἐπὶ ταῖς ὑπαρχούσαις δωρειαῖς 表示原因或由头(“借着现有的赏赐”),动词 ἀποστερεῖν 支配受害者的宾格 τοὺς χρησίμους ὄντας 与表示被剥夺之物的属格 τῶν τιμῶν。
