← 狄摩西尼

驳勒普提奈斯

§75-81

哈布利亚斯的战功与为其子保留免役特权

演说者力陈剥夺将领哈布利亚斯之子免役特权的不当,列举了哈布利亚斯显赫的战功、不败的战绩以及为雅典阵亡的牺牲,并将其与昔日受其进攻的希俄斯人依然保持对其赏赐相对比,劝勉听众恪守信义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§75

εἶεν. ἀλλὰ νὴ Δία τὸν παῖδα τὸν Χαβρίου περιίδωμεν ἀφαιρεθέντα τὴν ἀτέλειαν,1 ἣν ὁ πατὴρ αὐτῷ δικαίως παρʼ ὑμῶν λαβὼν κατέλιπεν. ἀλλʼ οὐδένʼ ἀνθρώπων εὖ φρονοῦντʼ οἶμαι ταῦτʼ ἂν φῆσαι καλῶς ἔχειν. ἴστε μὲν οὖν ἴσως, καὶ ἄνευ τοῦ παρʼ ἐμοῦ λόγου, ὅτι σπουδαῖος Χαβρίας ἦν ἀνήρ, οὐ μὴν κωλύει γʼ οὐδὲν κἀμὲ διὰ βραχέων ἐπιμνησθῆναι τῶν πεπραγμένων αὐτῷ.

好吧。但是指着宙斯起誓,难道我们要眼看着哈布利亚斯的儿子被剥夺免役特权吗?而这项特权是他的父亲正当地从你们那里获得并留给他的。然而我想,任何头脑清醒的人都不会认为这是妥当的。哪怕没有我的演说,你们或许也早已知晓哈布利亚斯是怎样一位杰出的男儿;不过,这丝毫不妨碍我也简要提一下他所建树的功绩。

§76

ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς ἅπαντας Πελοποννησίους παρετάξατʼ ἐν Θήβαις,2 καὶ ὡς Γοργώπαν ἀπέκτεινεν ἐν Αἰγίνῃ, καὶ ὅσʼ ἐν Κύπρῳ τρόπαιʼ ἔστησεν καὶ μετὰ ταῦτʼ ἐν Αἰγύπτῳ, καὶ ὅτι πᾶσαν ἐπελθὼν ὀλίγου δέω λέγειν χώραν οὐδαμοῦ τὸ τῆς πόλεως ὄνομʼ οὐδʼ αὑτὸν κατῄσχυνεν, οὔτε πάνυ ῥᾴδιον κατὰ τὴν ἀξίαν εἰπεῖν, πολλή τʼ αἰσχύνη λέγοντος ἐμοῦ ταῦτʼ ἐλάττω φανῆναι τῆς ἐν ἑκάστῳ νῦν περὶ αὐτοῦ δόξης ὑπαρχούσης· ἃ δʼ οὐδαμῶς ἂν εἰπὼν οἴομαι μικρὰ ποιῆσαι, ταῦθʼ ὑπομνῆσαι πειράσομαι.

他在忒拜率领你们与全体伯罗奔尼撒人列阵对峙的方式,他在埃癸娜击毙戈尔戈帕斯,他在塞浦路斯以及后来在埃及树立了何其多的战胜纪念碑,以及他走遍了——我几乎可以说——每一片土地,却从未在任何地方玷污城邦的名声或他自己,要配得上其功绩来叙述这些绝非易事,而且如果由于我的讲述,这些功勋显得逊于如今存在于你们每个人心中关于他的威望,那将是一大耻辱;但我将努力提醒你们回想那些我认为无论如何讲述也绝不会贬损的事迹。

§77

ἐνίκησεν μὲν τοίνυν Λακεδαιμονίους ναυμαχίᾳ καὶ πεντήκοντα μιᾶς δεούσας ἔλαβʼ αἰχμαλώτους τριήρεις, εἷλε δὲ τῶν νήσων τούτων τὰς πολλὰς καὶ παρέδωκεν ὑμῖν καὶ φιλίας ἐποίησεν ἐχθρῶς ἐχούσας πρότερον, τρισχίλια δʼ αἰχμάλωτα σώματα δεῦρʼ ἤγαγεν, καὶ πλεῖν ἢ δέκα καὶ ἑκατὸν τάλαντʼ ἀπέφηνʼ ἀπὸ τῶν πολεμίων. καὶ τούτων πάντων ὑμῶν τινὲς οἱ πρεσβύτατοι μάρτυρές εἰσί μοι. πρὸς δὲ τούτοις ἄλλας τριήρεις πλεῖν ἢ εἴκοσιν εἷλε, κατὰ μίαν καὶ δύο λαμβάνων, ἃς ἁπάσας εἰς τοὺς ὑμετέρους λιμένας κατήγαγεν.

他在海战中击溃了拉刻代蒙人,俘获了四十九艘三桨座战船;他攻取了这些岛屿中的大部分并交付给你们,使原先怀有敌意的岛屿转为友好;他将三千名战俘押解到这里,并从敌人手中缴获了一百一十多塔兰同上缴国库。对于这一切,你们当中最年长的人可以为我作证。除此以外,他一次一两艘地俘获了另外二十多艘战船,并把它们全部驶入了你们的港湾。

§78

ἑνὶ δὲ κεφαλαίῳ μόνος τῶν πάντων στρατηγῶν οὐ πόλιν, οὐ φρούριον, οὐ ναῦν, οὐ στρατιώτην ἀπώλεσεν οὐδένʼ ἡγούμενος ὑμῶν, οὐδʼ ἔστιν οὐδενὶ τῶν ὑμετέρων ἐχθρῶν τρόπαιον οὐδὲν ἀφʼ ὑμῶν τε κἀκείνου, ὑμῖν δʼ ἀπὸ πολλῶν πόλλʼ ἐκείνου στρατηγοῦντος. ἵνα δὲ μὴ λέγων παραλίπω τι τῶν πεπραγμένων αὐτῷ, ἀναγνώσεται γεγραμμένας ὑμῖν τάς τε ναῦς ὅσας ἔλαβεν καὶ οὗ ἑκάστην, καὶ τῶν πόλεων τὸν ἀριθμὸν καὶ τῶν χρημάτων τὸ πλῆθος, καὶ τῶν τροπαίων οὗ ἕκαστον. λέγε. ΠΡΑΞΕΙΣ ΧΑΒΡΙΟΥ. δοκεῖ τισὶν ὑμῶν, ὦ ἄνδρες δικασταί, οὗτος ὁ τοσαύτας πόλεις λαβὼν καὶ τριήρεις τῶν πολεμίων ναυμαχίᾳ νικήσας, καὶ τοσούτων καλῶν αἴτιος ὤν, αἰσχροῦ δʼ οὐδενὸς τῇ πόλει, ἄξιος εἶναι ἀποστερηθῆναι τὴν ἀτέλειαν ἣν εὕρετο παρʼ ὑμῶν καὶ τῷ υἱεῖ κατέλιπεν; ἐγὼ μὲν οὐκ οἴομαι. καὶ γὰρ ἂν ἄλογον εἴη· μίαν μὲν πόλιν εἰ ἀπώλεσεν ἢ ναῦς δέκα μόνας, περὶ προδοσίας ἂν αὐτὸν εἰσήγγελλον οὗτοι, καὶ εἰ ἑάλω, τὸν ἅπαντʼ ἂν ἀπωλώλει χρόνον· ἐπειδὴ δὲ τοὐναντίον ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ ναῦς ἔλαβεν, τρισχιλίους δʼ αἰχμαλώτους, δέκα δὲ καὶ ἑκατὸν τάλαντʼ ἀπέφηνεν, τοσαῦτα δʼ ἔστησε τρόπαια, τηνικαῦτα δʼ οὐκ ἔσται κύριʼ αὐτῷ τὰ δοθέντʼ ἐπὶ τούτοις;3 καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ζῶν πάνθʼ ὑπὲρ ὑμῶν φανήσεται πράξας Χαβρίας, καὶ τὴν τελευτὴν αὐτὴν τοῦ βίου πεποιημένος οὐχ ὑπὲρ ἄλλου τινός, ὥστε δικαίως ἂν οὐ μόνον διὰ τὰ ζῶντι πεπραγμένα φαίνοισθʼ εὐνοϊκῶς διακείμενοι πρὸς τὸν υἱὸν αὐτοῦ, ἀλλὰ καὶ διὰ ταύτην.

总括为一句话:在所有将领中,唯独他在统领你们时,从未失掉一座城市、一座堡垒、一艘战船,也未损失你们的一名士兵;你们的敌人中没有任何人曾从你们和他身上立起任何战胜纪念碑,而你们在他的统帅下,却从许多敌人那里赢得了众多纪念碑。为了不使我在讲述中遗漏他的任何功绩,书记官将向你们宣读记录,其中包括他所俘获的战船数量及每艘俘获的地点、城市的数目、财物的数额,以及各纪念碑树立的地点。请宣读。 〔哈布利亚斯的功业〕审判官同胞们,这位攻取了如此多城市、在海战中击败敌方战船、为城邦带来了如此多荣耀而未带来丝毫羞耻的人物,难道在你们任何人看来配得上被剥夺他从你们那里赢得并留给儿子的免役特权吗?我绝不这么认为。因为这确实荒谬绝伦:如果他丧失了一座城市或仅失掉十艘船,这些人就会以叛国罪弹劾他,而他若是被定罪,就会万劫不复;然而相反,当他攻取了十七座城市,夺取了七十艘战船,抓获三千战俘,上缴了一百一十塔兰同,树立了如此多的战胜纪念碑时,为了这些功绩所赐予他的赏赐在这个时候反而不再有效了吗?再者,雅典的男人们,哈布利亚斯生前的一切行为都将被证明是为你们而作,甚至他生命的终结也并非为了别人,而是为了你们;因此,你们理应不仅因他生前的功勋,而且也因他的这一牺牲,而对他的儿子表现出深厚的善意。

§81

ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο σκοπεῖν, ὅπως μὴ φανούμεθα φαυλότεροι Χίων περὶ τοὺς εὐεργέτας γεγενημένοι. εἰ γὰρ ἐκεῖνοι μέν, ἐφʼ οὓς μεθʼ ὅπλων ἦλθεν ἐν ἐχθροῦ τάξει, μηδὲν ὧν ἔδοσαν πρότερον νῦν ἀφῄρηνται, ἀλλὰ τὰς πάλαι χάριτας μείζους τῶν καινῶν ἐγκλημάτων πεποίηνται, ὑμεῖς δέ, ὑπὲρ ὧν ἐπʼ ἐκείνους ἐλθὼν ἐτελεύτησεν, ἀντὶ τοῦ διὰ ταῦτʼ ἔτι μᾶλλον αὐτὸν τιμᾶν καὶ τῶν ἐπὶ ταῖς πρότερον εὐεργεσίαις τι δοθέντων ἀφῃρημένοι φανήσεσθε, πῶς οὐκ εἰκότως αἰσχύνην ἕξετε;

因此,雅典的男人们,考虑以下这一点也是理所应当的:切莫让我们对待恩人显得比希俄斯人还要不堪。因为如果那些曾遭遇他全副武装作为敌军来犯的希俄斯人,如今都丝毫没有剥夺先前赐予他的赏赐,而是把过去的恩情看得重于近来的怨仇;而他为了你们进击他们并献出生命,你们非但没有因此更加尊崇他,反而被看出甚至剥夺了为了以往功勋而赐予的部分赏赐,你们难道不会理所当然地蒙受耻辱吗?

语法注3 条
  1. 75ἀλλὰ νὴ Δία τὸν παῖδα τὸν Χαβρίου περιίδωμεν ἀφαιρεθέντα τὴν ἀτέλειαν

    短语 ἀλλὰ νὴ Δία 用于引出反讽性的设问(hypophora)或假定提案。περιίδωμεν 是主句中的修辞性/审议性虚拟语气(带有愤慨色彩)。动词 περιορῶ 后接补充从属分词(ἀφαιρεθέντα),构成“听任/坐视某人被剥夺某物”的结构,τὴν ἀτέλειαν 保留了剥夺类动词被动语态中的宾格。

  2. 76ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς ἅπαντας Πελοποννησίους παρετάξατʼ ἐν Θήβαις

    从此处开始的一系列间接疑问从句与名词性从句(ὃν μὲν οὖν τρόπον..., καὶ ὡς..., καὶ ὅσʼ..., καὶ ὅτι...)构成了一个前置的主题性从属块(prolepsis),共同受较远处的主句谓语 οὔτε πάνυ ῥᾴδιον κατὰ τὴν ἀξίαν εἰπεῖν 管辖。全句骨架依赖于 μέν(说明不详述全部细节的原因)与 δέ(ἃ δʼ ... ταῦθʼ ὑπομνῆσαι πειράσομαι,引出可核实的数据)之间的对称对比。

  3. 80ἐπειδὴ δὲ τοὐναντίον ... τηνικαῦτα δʼ οὐκ ἔσται κύριʼ αὐτῷ τὰ δοθέντʼ ἐπὶ τούτοις;

    在接续从属从句 ἐπειδὴ δὲ... 之后,主句开头的 τηνικαῦτα δʼ 中的 δέ 属于“结句 δέ(apodotic de)”。它与前文的反事实假设(μίαν μὲν πόλιν εἰ ἀπώλεσεν...)形成鲜明对照,并在从属句之后有力地恢复并凸显主节。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:75-81