- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:67-74
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者不仅关注外邦恩人,还将视线转向本邦恩人,列举了在波斯王麾下击溃斯巴达并重建长墙的康农之丰功伟绩;他主张康农的光明正大胜过地米斯托克利的欺瞒之策,指斥死后剥夺其赏赐的行径极不公正。
πάνυ τοίνυν ἀχθοίμην ἄν, ὦ ἄνδρες δικασταί, εἰ τοῦτο μόνον δόξαιμι δίκαιον κατηγορεῖν τοῦ νόμου, ὅτι πολλοὺς ξένους εὐεργέτας ἀφαιρεῖται τὴν ἀτέλειαν, τῶν δὲ πολιτῶν μηδένʼ ἄξιον δοκοίην ἔχειν δεῖξαι τῶν εὑρημένων ταύτην τὴν τιμήν. καὶ γὰρ τἄλλʼ ἀγάθʼ εὐξαίμην ἂν ἔγωγε παρʼ ἡμῖν εἶναι πλεῖστα, καὶ ἄνδρας ἀρίστους καὶ πλείστους εὐεργέτας τῆς πόλεως πολίτας εἶναι.
审判官同胞们,如果我让人觉得指控该法律的正当理由仅仅是它剥夺了许多外邦恩人的免役特权,而似乎无法指出任何获得此项荣誉的本邦公民配得上它,我将感到十分遗憾。因为我本人祈愿其他一切福祉在我们之中最为丰裕,祈愿城邦最优秀的男儿和最多的恩人都是我们的公民。
πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτε, εἰ ἄρʼ ἄξιον,1 καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα, ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος γάρ, ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον τὴν ἐκ Πειραιῶς ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρʼ ὑμῶν οὐδʼ ἡντινοῦν ἀφορμὴν λαβών, κατεναυμάχησεν Λακεδαιμονίους, καὶ πρότερον τοῖς ἄλλοις ἐπιτάττοντας εἴθισʼ ἀκούειν ὑμῶν, καὶ τοὺς ἁρμοστὰς ἐξήλασεν ἐκ τῶν νήσων, καὶ μετὰ ταῦτα δεῦρʼ ἐλθὼν ἀνέστησε τὰ τείχη, καὶ πρῶτος πάλιν περὶ τῆς ἡγεμονίας ἐποίησε τῇ πόλει τὸν λόγον πρὸς Λακεδαιμονίους εἶναι.
那么,首先请看康农,在挑剔这个人或其功绩之后,将给予他的任何赏赐宣告无效,究竟是否应当。因为这个人——正如可以从你们当中一些同龄的人那里听到的那样——在民众从比雷埃夫斯回归之后,在我们城邦孱弱且不拥有一艘战船的情况下,虽然受波斯王任命为统帅,且未从你们这里获得分文支持,却在海战中击溃了拉刻代蒙人,使先前对他人发号施令的他们习惯于听从你们的命令,将总督们逐出各岛屿,在此之后返回这里重建了长墙,并且率先使城邦再度具备了与拉刻代蒙人争夺霸权的资格。
καὶ γάρ τοι μόνῳ τῶν πάντων αὐτῷ τοῦτʼ ἐν τῇ στήλῃ γέγραπται· ἐπειδὴ φησὶν ἠλευθέρωσε τοὺς Ἀθηναίων συμμάχους. ἔστιν δὲ τοῦτο τὸ γράμμʼ, ὦ ἄνδρες δικασταί, ἐκείνῳ μὲν φιλοτιμία πρὸς ὑμᾶς αὐτούς, ὑμῖν δὲ πρὸς πάντας τοὺς Ἕλληνας· ὅτου γὰρ ἄν τις παρʼ ὑμῶν ἀγαθοῦ τοῖς ἄλλοις αἴτιος γένηται, τούτου τὴν δόξαν τὸ τῆς πόλεως ὄνομα καρποῦται.
确实,在所有人当中唯独他一人的石碑上铭刻着这样的话: “由于,”碑文写道,“他解放了雅典人的盟邦。” 审判官同胞们,这一铭文对他而言是在你们面前的荣耀,而对你们而言则是在全希腊人面前的荣耀;因为无论何人由于你们而成为他人获得福祉的起因,城邦的名声便能享受这福祉所带来的威望。
διόπερ οὐ μόνον αὐτῷ τὴν ἀτέλειαν ἔδωκαν οἱ τότε, ἀλλὰ καὶ χαλκῆν εἰκόνα, ὥσπερ Ἁρμοδίου καὶ Ἀριστογείτονος, ἔστησαν πρώτου· ἡγοῦντο γὰρ οὐ μικρὰν τυραννίδα καὶ τοῦτον τὴν Λακεδαιμονίων ἀρχὴν καταλύσαντα πεπαυκέναι. ἵνʼ οὖν μᾶλλον οἷς λέγω προσέχητε, τὰ ψηφίσμαθʼ ὑμῖν αὔτʼ ἀναγνώσεται τὰ τότε ψηφισθέντα τῷ Κόνωνι. λέγε. ΨΗΦΙΣΜΑΤΑ. οὐ τοίνυν ὑφʼ ὑμῶν μόνον ὁ Κόνων, ὦ ἄνδρες Ἀθηναῖοι, τότʼ ἐτιμήθη πράξας ἃ διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπʼ ἄλλων πολλῶν, οἳ δικαίως ὧν εὐεργέτηντο χάριν ᾤοντο δεῖν ἀποδιδόναι. οὔκουν αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ αἱ μὲν παρὰ τοῖς ἄλλοις δωρειαὶ βέβαιοι μένουσιν αὐτῷ, τῆς δὲ παρʼ ὑμῶν μόνης τοῦτʼ ἀφαιρήσεται;2
正因如此,当时的雅典人不仅赋予了他免役特权,而且还为他树立了青铜塑像,这是自哈尔摩狄奥斯和阿里斯托革顿以来首度获此殊荣之人;因为他们认为,他打破了拉刻代蒙人的统治,同样终结了一场非同小可的僭主政权。为了使你们更加关注我所说的话,书记官将向你们宣读当年为康农通过的法令本身。请宣读。 〔法令〕雅典的男人们,康农在完成我所详述的功勋之后,当时不仅受到了你们的表彰,而且也受到了许多其他人的表彰,他们理所应当地认为应当回报自己所蒙受的恩惠。那么,雅典的男人们,如果他在其他人那里获得的赏赐依然牢固确立,而唯独来自你们的赏赐却要被剥夺这项特权,难道不是一件可耻的事吗?
καὶ μὴν οὐδʼ ἐκεῖνο καλόν, ζῶντα μὲν αὐτὸν οὕτω τιμᾶν ὥστε τοσούτων ὅσων ἀκηκόατʼ ἀξιοῦν, ἐπειδὴ δὲ τετελεύτηκεν, ἀφελέσθαι τι τῶν δοθέντων τότε. πολλὰ μὲν γάρ ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ὑπʼ ἐκείνου πραχθέντων ἄξιʼ ἐπαίνου, διʼ ἃ πάντα προσήκει μὴ λύειν τὰς ἐπὶ τούτοις δοθείσας δωρειάς, κάλλιστον δὲ πάντων ἡ τῶν τειχῶν ἀνάστασις.
再者,在他生前如此敬重他,以至于认为他配得上你们所听到的那么多荣誉,而在他去世之后,却要剥夺当时赐予的部分赏赐,这也绝非光彩之举。雅典的男人们,他所成就的许多功勋确实值得称赞,为了这一切理应不废除为此而赐予的赏赐,而在这一切当中最光辉的莫过于重建长墙。
γνοίη δʼ ἄν τις εἰ παραθείη πῶς Θεμιστοκλῆς, ὁ τῶν καθʼ ἑαυτὸν ἁπάντων ἀνδρῶν ἐνδοξότατος, ταὐτὸ τοῦτʼ ἐποίησεν. λέγεται τοίνυν ἐκεῖνος, τειχίζειν εἰπὼν τοῖς πολίταις, κἂν ἀφικνῆταί τις ἐκ Λακεδαίμονος, κατέχειν κελεύσας, οἴχεσθαι πρεσβεύων αὐτὸς ὡς τοὺς Λακεδαιμονίους, λόγων δὲ γιγνομένων ἐκεῖ καί τινων ἀπαγγελλόντων ὡς Ἀθηναῖοι τειχίζουσιν, ἀρνεῖσθαι καὶ πρέσβεις πέμπειν σκεψομένους κελεύειν, ἐπειδὴ δʼ οὐχ ἧκον οὗτοι, πέμπειν ἑτέρους παραινεῖν. καὶ πάντες ἴσως ἀκηκόαθʼ ὃν τρόπον ἐξαπατῆσαι λέγεται.
如果将同代人中最负盛名的地米斯托克利如何完成了同一件事进行一番对比,任何人都能明了这一点。相传地米斯托克利当时嘱咐公民们筑墙,并下令如果拉刻代蒙有人到来便将其扣留,自己则作为使节前往拉刻代蒙人那里;当那里展开议论且有人报告雅典人正在筑墙时,他断然否认,并敦促他们派遣使节前去视察;而当这些使节未归时,他又建议再派其他人。你们大家或许都听说过他是以何种方式完成欺瞒的。
φημὶ τοίνυν ἐγώ (καὶ πρὸς Διός, ἄνδρες Ἀθηναῖοι, μηδεὶς φθόνῳ τὸ μέλλον ἀκούσῃ, ἀλλʼ ἂν ἀληθὲς ᾖ σκοπείτω), ὅσῳ τὸ φανερῶς τοῦ λάθρᾳ κρεῖττον, καὶ τὸ νικῶντας τοῦ παρακρουσαμένους πράττειν ὁτιοῦν ἐντιμότερον, τοσούτῳ κάλλιον Κόνωνα τὰ τείχη στῆσαι Θεμιστοκλέους·3 ὁ μὲν γὰρ λαθών, ὁ δὲ νικήσας τοὺς κωλύσοντας αὔτʼ ἐποίησεν. οὐ τοίνυν ἄξιον τὸν τοιοῦτον ὑφʼ ὑμῶν ἀδικηθῆναι, οὐδʼ ἔλαττον σχεῖν τῶν ῥητόρων τῶν διδαξόντων ὡς ἀφελέσθαι τι χρὴ τῶν ἐκείνῳ δοθέντων.
因此我断言(指着宙斯起誓,雅典的男人们,愿任何人都不要怀着嫉妒听取接下来的话,而是要考察它是否属实):公开行事比暗中行事优越多少,以胜利赢得某事比以欺诈完成它体面多少,康农重建长墙便比地米斯托克利光辉多少;因为前者是瞒过、后者则是击溃将要阻止的人而完成此事的。因此,这样的人物绝不应当受到你们的侵害,也不应当在待遇上不如那些企图指教你们说应当剥夺给予他的部分赏赐的演说家们。
- 68Κόνωνα σκοπεῖτε, εἰ ἄρʼ ἄξιον
属于先置结构(prolepsis),间接疑问从句(εἰ ἄρʼ ἄξιον...)中以 τὸν ἄνδρα 和 ἐκείνῳ 指代的人物(Κόνων)被提前作为主句动词 σκοπεῖτε 的宾格直接宾语(Κόνωνα)。此外,后随的不定式 ἄκυρόν τι ποιῆσαι 的逻辑主语由宾格分词 καταμεμψαμένους 充当,泛指审判官或公民同胞。
- 71τῆς δὲ παρʼ ὑμῶν μόνης τοῦτʼ ἀφαιρήσεται;
动词 ἀφαιρήσεται 虽为中间位形式,但此处作被动意义使用(“这将被剥夺吗?”)。主语是 τοῦτο(指代该免役特权),而 τῆς δὲ παρʼ ὑμῶν [δωρειᾶς] μόνης 为表示分离或部分概念的属格,意为“唯独从来自你们的赏赐中”。
- 74ὅσῳ τὸ φανερῶς τοῦ λάθρᾳ κρεῖττον, καὶ τὸ νικῶντας τοῦ παρακρουσαμένους πράττειν ὁτιοῦν ἐντιμότερον, τοσούτῳ κάλλιον Κόνωνα τὰ τείχη στῆσαι Θεμιστοκλέους
骨架为表示程度差异的与格关联结构 ὅσῳ... τοσούτῳ(“...多少,就...多少”)。在主句中,宾格加不定式结构(Κόνωνα... στῆσαι)充当比较级 κάλλιον 的主语,句末的 Θεμιστοκλέους 则是比较属格,意为“比地米斯托克利〔所筑〕更加...”。
