← 狄摩西尼

驳勒普提奈斯

§82-88

哈布利亚斯之死与替代法案的提出

演说者述及哈布利亚斯为国尽忠战死的事迹及其遗孤,指出剥夺其特权的不公,并要求宣读取代莱普提涅斯法令的替代提案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§82

καὶ μὴν καὶ κατʼ ἐκεῖνʼ ἀνάξιʼ ἂν εἴη πεπονθὼς1 ὁ παῖς εἴ τι τῆς δωρειᾶς ἀφαιρεθείη, καθʼ ὃ πολλάκις ὑμῶν στρατηγήσαντος Χαβρίου οὐδενὸς πώποθʼ υἱὸς ὀρφανὸς διʼ ἐκεῖνον ἐγένετο, αὐτὸς δʼ ἐν ὀρφανίᾳ τέθραπται διὰ τὴν πρὸς ὑμᾶς φιλοτιμίαν τοῦ πατρός. οὕτω γὰρ ὡς ἀληθῶς ἔμοιγε φαίνεται βεβαίως πως ἐκεῖνος φιλόπολις, ὥστε δοκῶν καὶ ὢν ἀσφαλέστατος στρατηγὸς ἁπάντων, ὑπὲρ μὲν ὑμῶν, ὁπόθʼ ἡγοῖτο, ἐχρῆτο τούτῳ, ὑπὲρ αὑτοῦ δέ, ἐπειδὴ τὸ καθʼ αὑτὸν ἐτάχθη κινδυνεύειν,2 παρεῖδε, καὶ μᾶλλον εἵλετο μὴ ζῆν ἢ καταισχῦναι τὰς παρʼ ὑμῶν ὑπαρχούσας αὐτῷ τιμάς.

再者,如果那件赐礼被剥夺任何部分,那个孩子也将在这一方面遭受不公正的待遇:尽管哈布利亚斯多次统领你们的军队,却从未有任何人的儿子因他而沦为孤儿,但他自己却由于父亲对你们的公忠体国而在孤苦中被抚养成人。因为在我看来,他确实是如此坚定忠诚的爱国者,以至于作为公认且名副其实的最稳健的将领,每当他统率你们时,他都会为了你们运用这种谨慎;但在为了自己时,当轮到他以个人之躯涉险时,他却置安危于不顾,宁愿舍弃生命也不愿玷污你们授予他的荣誉。

§83

εἶθʼ ὑπὲρ ὧν ἐκεῖνος ᾤετο δεῖν ἀποθνῄσκειν ἢ νικᾶν, ταῦθʼ ἡμεῖς ἀφελώμεθα τὸν υἱὸν αὐτοῦ; καὶ τί φήσομεν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅταν τὰ μὲν τρόπαιʼ ἑστήκῃ δῆλα πᾶσιν ἀνθρώποις, ἃ ὑπὲρ ὑμῶν στρατηγῶν ἐκεῖνος ἔστησε, τῶν δʼ ἐπὶ τούτοις δωρειῶν ἀφῃρημένον τι φαίνηται; οὐ σκέψεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ λογιεῖσθε, ὅτι νῦν οὐχ ὁ νόμος κρίνεται πότερον ἔστʼ ἐπιτήδειος ἢ οὔ, ἀλλʼ ὑμεῖς δοκιμάζεσθʼ εἴτʼ ἐπιτήδειοι πάσχειν ἔστʼ εὖ τὸν λοιπὸν χρόνον εἴτε μή;

难道对于他认为应当为之战死或取胜的那些荣誉,我们竟要从他的儿子手中夺走吗?雅典的男人们,当他在统领你们时所树立的战胜纪念碑在所有人眼前赫然屹立,而为这些功绩所赐予的奖赏却有一部分被看出遭到剥夺时,我们又该如何辩解呢?雅典的男人们,难道你们不会深思并考虑到,如今受审判的并非该法律是否适宜,而是你们自己在经受考验,看你们今后是否还配得上领受恩惠?

§84

λαβὲ δὴ καὶ τὸ τῷ Χαβρίᾳ ψήφισμα ψηφισθέν. ὅρα δὴ καὶ σκόπει· δεῖ γὰρ αὔτʼ ἐνταῦθʼ εἶναί που. ἐγὼ δʼ ἔτι τοῦτʼ εἰπεῖν ὑπὲρ Χαβρίου βούλομαι. ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, τιμῶντές ποτʼ Ἰφικράτην, οὐ μόνον αὐτὸν ἐτιμήσατε, ἀλλὰ καὶ διʼ ἐκεῖνον Στράβακα καὶ Πολύστρατον· καὶ πάλιν, Τιμοθέῳ διδόντες τὴν δωρειάν, διʼ ἐκεῖνον ἐδώκατε καὶ Κλεάρχῳ καί τισιν ἄλλοις πολιτείαν· Χαβρίας δʼ αὐτὸς ἐτιμήθη παρʼ ὑμῖν μόνος.

现在把为哈布利亚斯通过的法令也拿过来。仔细找一找;因为它一定就在这里的某个地方。 我还想为哈布利亚斯再说上这一句话。雅典的男人们,你们当年表彰伊菲克拉特斯时,不仅表彰了他本人,而且因他的缘故还表彰了斯特拉巴克斯和波吕斯特拉托斯;再者,在授予蒂莫特奥斯赐礼时,因他的缘故你们也授予了克勒阿科斯及其他若干人公民权;而哈布利亚斯在你们这里却只是独身一人获得表彰。

§85

εἰ δὴ τόθʼ, ὅθʼ εὑρίσκετο τὴν δωρειάν, ἠξίωσεν ὑμᾶς, ὥσπερ διʼ Ἰφικράτην καὶ Τιμόθεον εὖ τινὰς πεποιήκατε, οὕτω καὶ διʼ αὑτὸν εὖ ποιῆσαι τούτων τινὰς τῶν εὑρημένων τὴν ἀτέλειαν, οὓς νῦν οὗτοι μεμφόμενοι πάντας ἀφαιρεῖσθαι κελεύουσιν ὁμοίως, οὐκ ἂν ἐδώκατε ταύτην αὐτῷ τὴν χάριν; ἔγωγʼ ἡγοῦμαι.

那么,当时在他赢得赐礼时,如果他请求你们像因伊菲克拉特斯和蒂莫特奥斯的缘故善待某些人那样,也因他本人的缘故善待这些获得了免役特权的人中的某些人——如今〔对方〕这些人正在指责他们并要求将所有人一概剥夺——难道你们不会将这份恩惠赐予他吗?我想你们会给的。

§86

εἶθʼ οἷς διʼ ἐκεῖνον ἂν τότʼ ἐδώκατε δωρειάν, διὰ τούτους νῦν αὐτὸν ἐκεῖνον ἀφαιρήσεσθε τὴν ἀτέλειαν; ἀλλʼ ἄλογον. οὐδὲ γὰρ ὑμῖν ἁρμόττει δοκεῖν παρὰ μὲν τὰς εὐεργεσίας οὕτω προχείρως ἔχειν ὥστε μὴ μόνους αὐτοὺς τοὺς εὐεργέτας τιμᾶν, ἀλλὰ καὶ τοὺς ἐκείνων φίλους, ἐπειδὰν δὲ χρόνος διέλθῃ βραχύς, καὶ ὅσʼ αὐτοῖς δεδώκατε, ταῦτʼ ἀφαιρεῖσθαι. ΨΗΦΙΣΜΑΤΑ ΤΩΝ ΧΑΒΡΙΟΥ ΤΙΜΩΝ. οὓς μὲν τοίνυν ἀδικήσετε, εἰ μὴ λύσετε τὸν νόμον, πρὸς πολλοῖς ἄλλοις, οὓς ἀκηκόατε, εἰσίν, ὦ ἄνδρες δικασταί. σκοπεῖτε δὴ καὶ λογίσασθʼ ἐν ὑμῖν αὐτοῖς, εἴ τινες τούτων τῶν τετελευτηκότων λάβοιεν τρόπῳ τινὶ τοῦ νυνὶ γιγνομένου πράγματος αἴσθησιν, ὡς ἂν εἰκότως ἀγανακτήσειαν. εἰ γὰρ ὧν ἔργῳ πεποίηκεν ἕκαστος αὐτῶν ὑμᾶς εὖ, τούτων ἐκ λόγου κρίσις γίγνεται, καὶ τὰ καλῶς πραχθένθʼ ὑπʼ ἐκείνων, ἂν ὑφʼ ἡμῶν μὴ καλῶς ῥηθῇ τῷ λόγῳ, μάτην τοῖς πονήσασιν εἴργασται, πῶς οὐ δεινὰ πάσχουσιν;

难道因为这些你们当时本会因他而赐予奖赏的人,如今你们反要剥夺那个人本人的免役特权吗?这委实荒谬。因为在面对恩德时显得如此慷慨,以至于不仅表彰恩人本身而且还表彰他们的朋友,而一小段时间过去之后,甚至连赐予他们本人的东西也要剥夺,这绝不符合你们的风范。 〔哈布利亚斯荣誉法令〕审判官同胞们,如果你们不废除这项法律,在其他许多人之外,你们将要伤害的便是你们所听到的这些人。请在你们心中考虑并思量:如果这些死者中有谁能以某种方式感知到眼前正在发生的事情,他们会感到何等理所应当的愤怒!因为如果他们每个人在行动上施予你们的恩德,要通过言辞来进行裁决,而他们所建立的卓越功勋,若没有被我们在言辞中恰当地道出,对付出辛劳的人来说便成了白费力气,他们难道不是在遭受极其残酷的待遇吗?

§88

ἵνα τοίνυν εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ὡς ἀληθῶς ἐπὶ πᾶσι δικαίοις ποιούμεθα τοὺς λόγους πάντας οὓς λέγομεν πρὸς ὑμᾶς, καὶ οὐδὲν ἔσθʼ ὅ τι τοῦ παρακρούσασθαι καὶ φενακίσαι λέγεται παρʼ ἡμῶν ἕνεκα, ἀναγνώσεται τὸν νόμον ὑμῖν ὃν παρεισφέρομεν γράψαντες ἀντὶ τοῦδε, ὃν οὐκ ἐπιτήδειον εἶναί φαμεν. γνώσεσθε γὰρ ἐκ τούτου πρόνοιάν τινʼ ἔχοντας ἡμᾶς καὶ ὅπως ὑμεῖς μηδὲν αἰσχρὸν ποιῆσαι δόξετε, καὶ ὅπως, εἴ τινά τις καταμέμφεται τῶν εὑρημένων τὰς δωρειάς, ἂν δίκαιον ᾖ, κρίνας παρʼ ὑμῖν ἀφαιρήσεται, καὶ ὅπως, οὓς οὐδεὶς ἂν ἀντείποι μὴ οὐ δεῖν ἔχειν,3 ἕξουσιν τὰ δοθέντα.

因此,雅典的男人们,为了让你们知道,我们对你们所说的一切话语确实全然基于正义,并且绝非出于欺骗或蒙蔽的目的,书记官将向你们宣读我们所起草并用以替代我们认为不适宜的这项法律的新法案。因为从中你们将认识到我们有所谋虑:既为了让你们显得不曾做过任何可耻之事,也为了如果有人指责获得赐礼者中的某人,只要合乎正义,便可在你们席前经过审判后将其剥夺,并且使那些谁也无法反驳说不应当享有的人,得以保留赐予他们的赏赐。

语法注3 条
  1. 82ἀνάξιʼ ἂν εἴη πεπονθώς

    由带有 ἄν 的愿望式(ἄν εἴη)与完成时分词 πεπονθώς 构成的迂说法,表示潜势或委婉的断定(“将已经遭受不公正的对待”)。随后的 εἴ τι... ἀφαιρεθείη 构成其条件从句。

  2. 82τὸ καθʼ αὑτὸν ἐτάχθη κινδυνεύειν

    被动语态 ἐτάχθη 作非人称用法(或以不定式 κινδυνεύειν 为主语),意为“被分派去冒险”,宾格短语 τὸ καθʼ αὑτόν 作状语修饰整个动词短语,意为“就其自身而言”或“以个人身份”。

  3. 88οὓς οὐδεὶς ἂν ἀντείποι μὴ οὐ δεῖν ἔχειν

    由于主句含有否定词(οὐδεὶς ἂν ἀντείποι)且谓语动词表反对或反驳,其后的不定式补足语 δεῖν 带上了双重否定词 μὴ οὐ。意为“任何人都不会反驳说其不应当享有(特权)的那些人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:82-88