- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:59-66
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举了来自萨索斯和拜占庭的恩人(埃克凡托斯、阿尔克比奥斯等人)为雅典立下的功勋及随后遭遇流亡的境遇,痛斥剥夺其特权的不公与背信,并警告若打破恩赏的可靠性,未来将无人愿意援助雅典。
τοῦτο μὲν τοίνυν Θασίους τοὺς μετʼ Ἐκφάντου πῶς οὐκ ἀδικήσετε, ἐὰν ἀφαιρῆσθε τὴν ἀτέλειαν, οἳ παραδόντες ὑμῖν Θάσον καὶ τὴν Λακεδαιμονίων φρουρὰν μεθʼ ὅπλων ἐκβαλόντες καὶ Θρασύβουλον εἰσαγαγόντες καὶ παρασχόντες φίλην ὑμῖν τὴν αὑτῶν πατρίδα αἴτιοι τοῦ γενέσθαι σύμμαχον τὸν περὶ Θρᾴκην τόπον ὑμῖν ἐγένοντο;
首先,如果你们剥夺埃克凡托斯及其同胞萨索斯人的免役特权,你们岂不是在冤枉他们吗?他们把萨索斯交给了你们,全副武装驱逐了拉刻代蒙人的驻军,引进了色拉西布洛斯,并将自己的祖国变成了对你们友好的城邦,从而成为使色雷斯周边地区成为你们盟友的原因。
τοῦτο δʼ1 Ἀρχέβιον καὶ Ἡρακλείδην, οἳ Βυζάντιον παραδόντες Θρασυβούλῳ κυρίους ὑμᾶς ἐποίησαν τοῦ Ἑλλησπόντου, ὥστε τὴν δεκάτην ἀποδόσθαι καὶ χρημάτων εὐπορήσαντας Λακεδαιμονίους ἀναγκάσαι2 τοιαύτην, οἵαν ὑμῖν ἐδόκει, ποιήσασθαι τὴν εἰρήνην; ὧν, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ ταῦτʼ ἐκπεσόντων ἐψηφίσασθʼ ἅπερ, οἶμαι, φεύγουσιν εὐεργέταις διʼ ὑμᾶς προσῆκε, προξενίαν, εὐεργεσίαν, ἀτέλειαν ἁπάντων. εἶτα τοὺς διʼ ὑμᾶς φεύγοντας καὶ δικαίως τι παρʼ ὑμῶν εὑρομένους ἐάσωμεν ἀφαιρεθῆναι ταῦτα, μηδὲν ἔχοντες ἐγκαλέσαι; ἀλλʼ αἰσχρὸν ἂν εἴη.
其次,对于阿尔克比奥斯和赫拉克雷德斯,〔你们又怎能不冤枉他们呢〕?他们把拜占庭交给了色拉西布洛斯,使你们成为赫勒斯滂的主人,以至于你们能够包税出售十分之一税,并在资金充裕之后,迫使拉刻代蒙人按照你们认为合适的方式缔结了和约。雅典的男人们,在他们此后流亡时,你们通过法令赋予了他们我认为因你们而流亡的恩人所应得的待遇:雅典城邦代理人身份、受赐恩人荣誉以及免除一切负担。那么,既然我们对他们无可指摘,难道我们要任由那些因你们而流亡、并理所应当地从你们那里获得特权的人被剥夺这些特权吗?那可就太可耻了。
μάθοιτε δὲ τοῦτο μάλιστʼ ἄν, ἐκείνως εἰ λογίσαισθε πρὸς ὑμᾶς αὐτούς· εἴ τινες νυνὶ τῶν ἐχόντων Πύδναν ἢ Ποτείδαιαν ἤ τι τῶν ἄλλων χωρίων, ἃ Φιλίππῳ μέν ἐστιν ὑπήκοα, ὑμῖν δʼ ἐχθρά, τὸν αὐτὸν τρόπον ὅνπερ ἡ Θάσος ἦν τότε καὶ τὸ Βυζάντιον Λακεδαιμονίοις μὲν οἰκεῖα, ὑμῖν δʼ ἀλλότρια, παραδώσειν ταῦτʼ ἐπαγγείλαιντο, ἂν αὐτοῖς τὰς αὐτὰς δῶτε δωρειὰς ὥσπερ Ἐκφάντῳ τῷ Θασίῳ καὶ Ἀρχεβίῳ τῷ Βυζαντίῳ, καί τινες τούτων ἀντιλέγοιεν αὐτοῖς ταῦτα λέγοντες, ὡς δεινὸν εἴ τινες μόνοι τῶν ἄλλων μετοίκων μὴ χορηγοῖεν,3 πῶς ποτʼ ἂν ἔχοιτε πρὸς τοὺς ταῦτα λέγοντας; ἢ δῆλον ὅτι φωνὴν οὐκ ἂν ἀνάσχοισθʼ ὡς συκοφαντούντων; οὔκουν αἰσχρὸν εἰ μέλλοντες μὲν εὖ πάσχειν συκοφάντην ἂν τὸν ταῦτα λέγονθʼ ἡγοῖσθε, ἐπὶ τῷ δʼ ἀφελέσθαι τὰς τῶν προτέρων εὐεργετῶν δωρειὰς ταῦτα λεγόντων ἀκούσεσθε;
假若你们在自己心中如下反思,你们便能最透彻地明白这一点:假若现在把守皮德纳、波提代亚或任何其他臣服于腓力而对你们敌对之据点的人当中,有人提议要把这些要塞交出来——正如当年的萨索斯和拜占庭亲附于拉刻代蒙人而与你们疏远一样——只要你们赐给他们如同当年赐予萨索斯的埃克凡托斯和拜占庭的阿尔克比奥斯同样的赏赐;而这些人当中却有人反对他们,提出如下理由:声称在其他外侨当中唯独他们不承担合唱团资助职责是极其过分的,那么你们对说这番话的人究竟会抱有何种态度呢?岂不明摆着你们甚至容忍不了他们的声音,而会视他们为恶意的诬告者吗?那么,在即将蒙受恩惠时你们会把说这种话的人视为诬告者,而在要剥夺先前恩人的赏赐时却听信说这些话的人,这难道不是一件可耻的事吗?
φέρε δὴ κἀκεῖνʼ ἐξετάσωμεν. οἱ προδόντες τὴν Πύδναν καὶ τἄλλα χωρία τῷ Φιλίππῳ τῷ ποτʼ ἐπαρθέντες ἡμᾶς ἠδίκουν; ἢ πᾶσι πρόδηλον τοῦτο, ὅτι ταῖς παρʼ ἐκείνου δωρειαῖς, ἃς διὰ ταῦτʼ ἔσεσθαι σφίσιν ἡγοῦντο; πότερον οὖν μᾶλλον ἔδει σʼ, ὦ Λεπτίνη, τοὺς ἐχθρούς, εἰ δύνασαι, πεῖσαι τοὺς ἐπὶ τοῖς πρὸς ἡμᾶς ἀδικήμασι γιγνομένους ἐκείνων εὐεργέτας μὴ τιμᾶν, ἢ θεῖναι νόμον ἡμῖν ὃς τῶν τοῖς ἡμετέροις εὐεργέταις ὑπαρχουσῶν δωρειῶν ἀφαιρεῖταί τι; ἐγὼ μὲν ἐκεῖνʼ οἶμαι. ἀλλʼ ἵνα μὴ πόρρω τοῦ παρόντος γένωμαι, λαβὲ τὰ ψηφίσμαθʼ ἃ τοῖς Θασίοις καὶ Βυζαντίοις ἐγράφη. λέγε. ΨΗΦΙΣΜΑΤΑ. ἠκούσατε μὲν τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. τούτων δʼ ἴσως ἔνιοι τῶν ἀνδρῶν οὐκέτʼ εἰσίν. ἀλλὰ τὰ ἔργα τὰ πραχθέντʼ ἔστιν, ἐπειδήπερ ἅπαξ ἐπράχθη. προσήκει τοίνυν τὰς στήλας ταύτας κυρίας ἐᾶν τὸν πάντα χρόνον, ἵνʼ, ἕως μὲν ἄν τινες ζῶσι, μηδὲν ὑφʼ ὑμῶν ἀδικῶνται, ἐπειδὰν δὲ τελευτήσωσιν, ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσι, καὶ παραδείγμαθʼ ἑστῶσι τοῖς βουλομένοις τι ποιεῖν ὑμᾶς ἀγαθόν, ὅσους εὖ ποιήσαντας ἡ πόλις ἀντʼ εὖ πεποίηκεν.
来吧,让我们再考察一下那一点。那些把皮德纳和其他据点出卖给腓力的人,究竟是受了什么驱使来侵害我们的呢?难道对所有人来说这不是显而易见的吗:正是由于他们认为因此能从他那里获得的赏赐?那么,莱普提涅斯啊,你究竟本该去做哪一件事:尽你所能去说服我们的敌人,不要奖赏那些因侵害我们而成为他们恩人的人;还是为我们制定一项法律,剥夺属于我们恩人的赏赐的一部分?我认为理应是前者。但为了不偏离当下的话题,请拿取为萨索斯人和拜占庭人写就的法令。请宣读。 〔法令〕审判官同胞们,你们已经听取了这些法令。这些人当中或许有些人已不在人世。但所成就的功勋却存在,因为一旦成就〔便已存在〕。因此,让这些石碑永远保持效力是理所应当的,以便只要还有人活着,他们就不会受到你们的任何侵害;而当他们离世之后,这些石碑将成为城邦风尚的纪念碑,并作为楷模树立在那里,昭示给那些愿意为你们效劳的人:城邦曾以善报答了多少向它施惠的人。
καὶ μὴν μηδʼ ἐκεῖνʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, λανθανέτω, ὅτι τῶν αἰσχίστων ἐστὶν πάντας ἀνθρώπους ἰδεῖν καὶ ἀκοῦσαι τὰς μὲν συμφοράς, αἷς διʼ ὑμᾶς ἐχρήσανθʼ οἱ ἄνδρες οὗτοι, πάντα τὸν χρόνον κυρίας αὐτοῖς γεγενημένας, τὰς δὲ δωρειάς, ἃς ἀντὶ τούτων ἔλαβον παρʼ ὑμῶν, καὶ δὴ λελυμένας.4
再者,雅典的男人们,绝不要忽视这一点:世人眼见并耳闻这些人因你们而遭受的苦难终生对他们有效,而他们从你们那里作为回报而获得的赏赐却已被废除,这是最为可耻的事情之一。
πολὺ γὰρ μᾶλλον ἥρμοττεν τὰ δοθέντʼ ἐῶντας τῶν ἀτυχημάτων ἀφαιρεῖν ἢ τούτων μενόντων τὰς δωρειὰς ἀφαιρεῖσθαι. φέρε γὰρ πρὸς Διός, τίς ἔστιν ὅστις εὖ ποιεῖν ὑμᾶς βουλήσεται, μέλλων, ἂν μὲν ἀποτύχῃ, παραχρῆμα δίκην δώσειν τοῖς ἐχθροῖς, ἂν δὲ κατορθώσῃ, τὰς χάριτας παρʼ ὑμῶν ἀπίστους ἕξειν;
因为保留所赐之物并减轻他们的不幸,比起不幸依旧而剥夺他们的赏赐,要合情合理得多。指着宙斯起誓,告诉我吧,如果一个人面临着若失败则立刻被敌人惩罚,若成功则从你们这里得到不可信赖的感激,那么还有谁愿意向你们施惠呢?
- 59τοῦτο μὲν τοίνυν ... τοῦτο δʼ
用作相关的副词性宾格,意为“第一……第二……”,用以并列提出两组恩人(萨索斯人与拜占庭人)。在后半句 τοῦτο δʼ 之后的 Ἀρχέβιον καὶ Ἡρακλείδην 中,省略了前半句的主动词结构 πῶς οὐκ ἀδικήσετε,需要补充同一结构来理解。
- 60ὥστε τὴν δεκάτην ἀποδόσθαι καὶ χρημάτων εὐπορήσαντας Λακεδαιμονίους ἀναγκάσαι
由 ὥστε 引导的表示结果的不定式结构。不定式 ἀποδόσθαι(中间态,“包税出售”)与 ἀναγκάσαι 的逻辑主语均为雅典人(ὑμᾶς),分词 εὐπορήσαντας 采用宾格阳性复数,与不定式结构中这一省略的逻辑主语相一致。
- 62ὡς δεινὸν εἴ τινες μόνοι τῶν ἄλλων μετοίκων μὴ χορηγοῖεν
连词 ὡς 在间接引语中引出对方的主张内容,后接表达愤慨的谓语形容词 δεινόν [ἐστιν],其内容由引导假定条件的 εἰ 配合希求法动词 μὴ χορηγοῖεν(间接引语中的斜式希求法)构成,直译为“声称如果其他外侨中唯独他们不承担合唱团资助义务,那是极不妥当的”。
- 65καὶ δὴ λελυμένας
小词组合 καὶ δή 与完成时分词 λελυμένας 连用,强调既成事实与现实感,意为“已经/现已被废除”。这与前半句中那些终生有效的灾祸(πάντα τὸν χρόνον κυρίας γεγενημένας)构成了鲜明的对比。
