- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:52-58
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举了表彰科林斯流亡者的法令,指出这些人在科林斯战争中冒死开门拯救雅典军队并因而遭到驱逐,从而抨击在危难时受惠却在事后剥夺其恩赏的做法既忘恩又可耻,并强调城邦评判施惠者资格的标准应当是实际功绩而非门第或名望。
ὧν ἔνιοι διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν στέρονται τῆς πατρίδος. ὧν ἐπέρχεταί μοι πρώτους ἐξετάσαι τοὺς ἐκ Κορίνθου φεύγοντας. ἀναγκάζομαι δὲ λέγειν πρὸς ὑμᾶς ταῦθʼ ἃ παρʼ ὑμῶν τῶν πρεσβυτέρων αὐτὸς ἀκήκοα. τὰ μὲν οὖν ἄλλʼ ὅσα χρησίμους ὑμῖν ἑαυτοὺς ἐκεῖνοι παρέσχον, ἐάσω· ἀλλʼ ὅθʼ ἡ μεγάλη μάχη πρὸς Λακεδαιμονίους ἐγένεθʼ ἡ ἐν Κορίνθῳ, τῶν ἐν τῇ πόλει βουλευσαμένων μετὰ τὴν μάχην μὴ δέχεσθαι τῷ τείχει τοὺς στρατιώτας, ἀλλὰ πρὸς Λακεδαιμονίους ἐπικηρυκεύεσθαι, ὁρῶντες1 ἠτυχηκυῖαν τὴν πόλιν καὶ τῆς παρόδου κρατοῦντας Λακεδαιμονίους, οὐχὶ προὔδωκαν οὐδʼ ἐβουλεύσαντʼ ἰδίᾳ περὶ τῆς αὑτῶν σωτηρίας, ἀλλὰ πλησίον ὄντων μεθʼ ὅπλων ἁπάντων Πελοποννησίων ἀνέῳξαν τὰς πύλας ὑμῖν βίᾳ τῶν πολλῶν, καὶ μᾶλλον εἵλοντο μεθʼ ὑμῶν τῶν τότε στρατευσαμένων, εἴ τι δέοι, πάσχειν ἢ χωρὶς ὑμῶν ἀκινδύνως σεσῶσθαι, καὶ εἰσέφρουν τὸ στράτευμα, καὶ διέσωσαν καὶ ὑμᾶς καὶ τοὺς συμμάχους.
他们当中有些人正是由于对你们的善意而丧失了祖国。在这些人中,我首先想到要审视的是那些来自科林斯的流亡者。我不得不向你们讲述那些我自己从你们的前辈那里听来的事情。至于他们在其他方面如何向你们证明了自身的益处,我且略过不谈;然而,当在科林斯发生针对拉刻代蒙人的那场大战时,城内的掌权者在战后决议不把士兵收容进城墙之内,而是要向拉刻代蒙人派遣使节求和,当时他们看到我们城邦遭遇不幸,且拉刻代蒙人控制了通道,他们却没有背叛你们,也没有私下为自身的安危进行谋划;相反,在所有伯罗奔尼撒人全副武装逼近的情况下,他们顶住多数派的阻力为你们打开了城门,宁愿同当时出征的你们一起共患难(假若必须遭受什么的话),也不愿脱离你们而毫无危险地保全自身;他们迎军队入城,拯救了你们和同盟者。
ἐπειδὴ δʼ ἡ πρὸς Λακεδαιμονίους εἰρήνη μετὰ ταῦτʼ ἐγένετο, ἡ ἐπʼ Ἀνταλκίδου, ἀντὶ τῶν ἔργων τούτων ὑπὸ Λακεδαιμονίων ἐξέπεσον. ὑποδεξάμενοι δʼ ὑμεῖς αὐτοὺς ἐποιήσατʼ ἔργον ἀνθρώπων καλῶν κἀγαθῶν· ἐψηφίσασθε γὰρ αὐτοῖς ἅπανθʼ ὧν ἐδέοντο. εἶτα ταῦτα νῦν εἰ χρὴ κύριʼ εἶναι σκοποῦμεν; ἀλλʼ ὁ λόγος πρῶτον αἰσχρὸς, εἴ τις ἀκούσειεν2 ὡς Ἀθηναῖοι σκοποῦσιν εἰ χρὴ τοὺς εὐεργέτας ἐᾶν τὰ δοθέντʼ ἔχειν· πάλαι γὰρ ἐσκέφθαι ταῦτα καὶ ἐγνῶσθαι προσῆκεν. ἀνάγνωθι καὶ τοῦτο τὸ ψήφισμʼ αὐτοῖς. ΨΗΦΙΣΜΑ. ἃ μὲν ἐψηφίσασθε τοῖς φεύγουσιν διʼ ὑμᾶς Κορινθίων ταῦτʼ ἐστίν, ὦ ἄνδρες δικασταί. ὅρα δέ, εἴ τις ἐκείνους τοὺς καιροὺς εἰδὼς ἤ τινος εἰδότος διεξιόντος ἀκούσας, ἀκούσαι τοῦ νόμου τούτου τὰς τότε δωρειὰς δοθείσας ἀφαιρουμένου, ὅσην ἂν κακίαν τῶν θεμένων τὸν νόμον καταγνοίη, οἳ παρὰ μὲν τὰς χρείας οὕτω φιλάνθρωποι καὶ πάντα ποιοῦντες, ἐπειδὴ δʼ ἐπράξαμεν πάνθʼ ὅσʼ ἂν εὐξαίμεθα, οὕτως ἀχάριστοι καὶ κακοί, ὥστε τούς τʼ ἔχοντας ἀφῃρήμεθα καὶ τὸ λοιπὸν μηδενὶ δοῦναι ταῦτʼ ἐξεῖναι νόμον τεθήκαμεν.
此后,当与拉刻代蒙人的和约缔结时——即安塔尔基达斯和约——他们因这些功绩而被拉刻代蒙人驱逐出境。而你们接纳了他们,做出了贤良之士该有的举动;因为你们通过法令,准予了他们所请求的一切。难道我们现在竟要审议这些特权是否应当保持有效吗?然而,假若有人听闻雅典人竟然在审议是否应当容许恩人保留已赐予的事物,这风声本身首先就是极其可耻的;因为这些事情理应早在很久以前就被深思熟虑并已做出决定。请为他们把这项法令也宣读一遍。 〔法令〕审判官同胞们,这些就是你们为那些因你们而流亡的科林斯人所通过的决议。请想一想:假若有任何了解那些危急关头的人,或者听过知情者详述此事的人,听闻这项法律要剥夺当时赐予的赏赐,他会对立此法律的人判定多么巨大的卑劣行径啊!我们竟在困急之时如此富有人情味且倾尽全力,而当我们实现了一切所祈求的目标之后,却变得如此忘恩负义与邪恶,以至于不仅剥夺了享有者的特权,还确立法律规定今后不得向任何人赐予这些特权。
νὴ Δίʼ ἀνάξιοι γάρ τινες τῶν εὑρημένων ταῦτʼ ἦσαν·3 τουτὶ γὰρ παρὰ πάντʼ ἔσται τὸν λόγον αὐτοῖς. ἔπειτʼ ἐκεῖνʼ ἀγνοεῖν φήσομεν, ὅτι τὴν ἀξίαν, ὅταν διδῶμεν, δεῖ σκοπεῖν, οὐ μετὰ ταῦθʼ ὕστερον χρόνῳ παμπληθεῖ; τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἔργον ἀνθρώπων ἐστί· τὸ δὲ τοὺς ἔχοντας ἀφαιρεῖσθαι φθονούντων, τοῦτο δʼ οὐ δεῖ δοκεῖν ὑμᾶς πεπονθέναι.
“是的,指着宙斯起誓,因为在获得这些恩典的人当中,确实有人是不配得的。”这将会是贯穿他们整个辩词的论调。难道我们随后要声称自己不知道:应当在我们赐予特权之时审视受赐者的资格,而不是在此后漫长的岁月之后吗?因为从一开始不赐予某物,是运用明智判断的人们的作为;而从已享有者手中剥夺,则是嫉妒之徒的行径,绝不可让你们被认为染上了这种心态。
καὶ μὴν οὐδʼ ἐκεῖνʼ ὀκνήσω περὶ τῆς ἀξίας αὐτῆς πρὸς ὑμᾶς εἰπεῖν. ἐγὼ γὰρ οὐ τὸν αὐτὸν τρόπον νομίζω πόλει τὸν ἄξιον ἐξεταστέον εἶναι καὶ ἰδιώτῃ· οὐδὲ γὰρ περὶ τῶν αὐτῶν ἡ σκέψις. ἰδίᾳ μὲν γὰρ ἕκαστος ἡμῶν σκοπεῖ τίς ἄξιός ἐστιν ἑκάστου κηδεστὴς ἢ τῶν τοιούτων τι γίγνεσθαι, ταῦτα δὲ καὶ νόμοις τισὶ καὶ δόξαις διώρισται· κοινῇ δʼ ἡ πόλις καὶ ὁ δῆμος, ὅστις ἂν αὐτὸν εὖ ποιῇ καὶ σῴζῃ, τοῦτο δʼ οὐ γένει καὶ δόξῃ κρινόμενον ἴδοι τις ἄν, ἀλλʼ ἔργῳ.4 ὅταν μὲν οὖν εὖ πάσχειν δέῃ, τὸν βουλόμενον εὖ ποιεῖν ἡμᾶς ἐάσομεν, ἐπειδὰν δὲ πάθωμεν, τότε τὴν ἀξίαν τοῦ ποιήσαντος σκεψόμεθα; οὐκ ἄρʼ ὀρθῶς βουλευσόμεθα.
再者,关于资格本身,我也绝不惮于向你们进言。因为我认为,城邦审视一个有资格者的方式,与私人审视的方式不应当是相同的;因为审视的对象根本不同。在私事上,我们每个人考察谁配成为各自的姻亲或类似的关系,而这些是由特定法律和习俗见解所界定的;但在公事上,城邦和民众考察的则是无论何人,只要能为它施惠并保全它即可,而人们会看到,这绝非凭出身和名望来评判,而是凭实际行动来评判。那么,在需要蒙受恩惠的时候,我们任由愿意向我们施惠的人施惠,而一旦我们蒙受了恩惠,那时我们再去审视施惠者的资格吗?这样一来,我们就绝不是在做出正确的决断了。
ἀλλὰ νὴ Δίʼ οὗτοι μόνοι τοῦτο πείσονται, καὶ περὶ τούτων μόνων ποιοῦμαι λόγον τοσοῦτον. πολλοῦ γε καὶ δέω. ἀλλὰ πάντας μὲν οὐδʼ ἂν ἐγχειρήσαιμʼ ἐξετάζειν ὅσοι πεποιηκότες ὑμᾶς εὖ διὰ τὸν νόμον, εἰ μὴ λυθήσεται, τὰ δοθέντʼ ἀφαιρεθήσονται· ἓν δʼ ἢ δύο δείξας ἔτι ψηφίσματʼ ἀπαλλάττομαι τοῦ περὶ τούτων λέγειν.
但是,指着宙斯起誓,〔或许有人会说,〕唯有他们才会遭受这种待遇,而我也仅仅是为他们才发表如此冗长的演说。绝非如此!实际上,对于那些曾向你们施惠、却将在该法不被废除的情况下因该法而被剥夺所赐之物的全部人员,我甚至连尝试一一审视都不可能;不过在再出示一两项法令之后,我便将结束关于这些人的论述。
- 52τῶν ἐν τῇ πόλει βουλευσαμένων μετὰ τὴν μάχην μὴ δέχεσθαι τῷ τείχει τοὺς στρατιώτας ... ὁρῶντες
在属格绝对结构 τῶν ἐν τῇ πόλει βουλευσαμένων(城内之人决议时……)之后,接以主格分词 ὁρῶντες(他们看到……),伴随主语的转换,修饰主句的主语(即科林斯流亡者),并作后文主动词 οὐχὶ προὔδωκαν 与 ἀνέῳξαν 的主语修饰成分。
- 54ἀλλʼ ὁ λόγος πρῶτον αἰσχρός, εἰ τίς ἀκούσειεν
在名词性谓语小句中省略了系动词 ἐστί(ὁ λόγος πρῶτον αἰσχρός [ἐστι])。随后的条件从句 εἰ τίς ἀκούσειεν 采用希求法,表达潜在假设(“假若有人听闻……”),修饰这一关于名声可耻的评价。
- 56νὴ Δίʼ ἀνάξιοι γάρ τινες τῶν εὑρημένων ταῦτʼ ἦσαν
短语 νὴ Δία 与 γάρ 连用,是修辞上引述论敌预期反驳的先发制人手法(hypophora / occupatio),意为“当然,指着宙斯起誓,因为[他们会说]……”,并非演说者本人的立场,而是假想对手的辩词。
- 57τοῦτο δʼ οὐ γένει καὶ δόξῃ κρινόμενον ἴδοι τις ἄν, ἀλλʼ ἔργῳ
带 ἄν 的潜在希求法结构(ἴδοι τις ἄν,“人们当可看到”),其宾语为中性代词 τοῦτο,分词 κρινόμενον 则作宾语补足语,表示城邦对施惠者的裁决是以实际行动(ἔργῳ)而非门第声望为标准。
