← 狄摩西尼

驳勒普提奈斯

§44-51

埃庇克耳得斯法令与恶法危害的警告

演说者要求宣读表彰埃庇克耳得斯的法令,强调危难时刻施恩的重大价值,并警告不良法律将逐渐蚕食即便是处于繁荣中的城邦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44

τοῦτον μέντοι τὸν τῷ μὲν ἔργῳ παρὰ τοὺς μεγίστους καιροὺς οὑτωσὶ κοινὰ τὰ ὄντα τῷ δήμῳ κεκτημένον, τῷ δὲ ῥήματι καὶ τῇ τιμῇ τὴν ἀτέλειαν ἔχοντα,1 οὐχὶ τὴν ἀτέλειαν ἀφαιρήσεσθε (οὐδὲ γὰρ οὔσῃ χρώμενος φαίνεται), ἀλλὰ τὸ πιστεύειν ὑμῖν, οὗ τί γένοιτʼ ἂν αἴσχιον; τὸ τοίνυν ψήφισμʼ ὑμῖν αὔτʼ ἀναγνώσεται τὸ τότε ψηφισθὲν τῷ ἀνδρί. καὶ θεωρεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσα ψηφίσματʼ ἄκυρα ποιεῖ ὁ νόμος, καὶ οἵους ἀνθρώπους ἀδικεῖ, καὶ ἐν ὁποίοις καιροῖς χρησίμους ὑμῖν παρασχόντας ἑαυτούς· εὑρήσετε γὰρ τούτους, οὓς ἥκιστα προσῆκεν, ἀδικοῦντα. λέγε. ΨΗΦΙΣΜΑ.

然而,对于这位在最大的危急关头以实际行动将自己的财产与民众共享、仅在名义与荣誉上享有免税特权的人,你们所要剥夺的绝非免税特权——因为他显然在享有此特权时根本未曾使用过它——而是对你们的信任;而有什么事情能比这更加可耻呢?因此,当时为该人通过的那项法令本身,将由书记官向你们宣读。雅典的同胞们,请观察这项法律使多少法令沦为无效,委屈了何等样的人,以及在何等危急时刻曾向你们展现出自身益处的人;因为你们会发现,该法所侵害的,正是最不应当被侵害的这些人。宣读吧。

§45

τὰς μὲν εὐεργεσίας ἀνθʼ ὧν εὕρετο τὴν ἀτέλειαν ὁ Ἐπικέρδης ἀκηκόατʼ ἐκ τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. σκοπεῖτε δὲ μὴ τοῦτο, εἰ μνᾶς ἑκατὸν καὶ πάλιν τάλαντον ἔδωκεν (οὐδὲ γὰρ τοὺς λαβόντας ἔγωγʼ ἡγοῦμαι τὸ πλῆθος τῶν χρημάτων θαυμάσαι), ἀλλὰ τὴν προθυμίαν καὶ τὸ αὐτὸν ἐπαγγειλάμενον ποιεῖν καὶ τοὺς καιροὺς ἐν οἷς.

〔法令〕审判官同胞们,埃庇克耳得斯究竟是为了回报何种善行而获得免税权,你们已从法令中听到了。但请不要计较他究竟是捐出了一百麦纳还是又捐了一塔兰同——因为我个人认为,甚至那些受惠者也绝非惊叹于钱财的数额——而应当看重他的热忱,以及他主动提议施与的行为,还有他施与时的危急关头。

§46

πάντες μὲν γάρ εἰσιν ἴσως ἄξιοι χάριν ἀνταπολαμβάνειν οἱ προϋπάρχοντες τῷ ποιεῖν εὖ, μάλιστα δʼ οἱ παρὰ τὰς χρείας, ὧν εἷς οὗτος ἁνὴρ ὢν φαίνεται. εἶτʼ οὐκ αἰσχυνόμεθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς τοῦ τοιούτου παῖδας2 εἰ μηδεμίαν ποιησάμενοι τούτων μηδενὸς μνείαν ἀφῃρημένοι φανούμεθα τὴν δωρειάν, μηδὲν ἔχοντες ἐγκαλέσαι;

因为一切率先施惠的人或许都配得回报,而在贫困匮乏之时施惠的人尤为如此,而此人显明正是其中之一。既然如此,雅典的同胞们,如果我们对这些功绩只字不提,在毫无任何指责理由的情况下,显明剥夺了这份特权,难道我们在这样一位人物的后代面前不会感到羞耻吗?

§47

οὐ γὰρ εἰ ἕτεροι μὲν ἦσαν οἱ τότε σωθέντες ὑπʼ αὐτοῦ καὶ δόντες τὴν ἀτέλειαν, ἕτεροι δʼ ὑμεῖς οἱ νῦν ἀφαιρούμενοι, ἀπολύει τοῦτο τὴν αἰσχύνην, ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ τὸ δεινόν ἐστιν. εἰ γὰρ οἱ μὲν εἰδότες καὶ παθόντες ἄξια τούτων ἐνόμιζον εὖ πάσχειν, ἡμεῖς δʼ οἱ λόγῳ ταῦτʼ ἀκούοντες ὡς ἀναξίων ἀφαιρησόμεθα, πῶς οὐχ ὑπέρδεινον ποιήσομεν;

因为,即便当时被他所拯救并赐予免税权的是一批人,而如今剥夺特权的你们是另一批人,这也丝毫不能洗刷这份耻辱;恰恰相反,这本身就是极其可怕之事。因为,倘若那些亲身了解并受惠于此的人,认为他完全配得上蒙受这些恩惠,而我们这些仅凭口传听闻此事的人,却要像对待不肖之人那样剥夺他的特权,我们岂非做出了极其可怕之事吗?

§48

ὁ αὐτὸς τοίνυν ἐστί μοι λόγος οὗτος καὶ περὶ τῶν τοὺς τετρακοσίους καταλυσάντων, καὶ περὶ τῶν ὅτʼ ἔφευγεν ὁ δῆμος χρησίμους αὑτοὺς παρασχόντων· πάντας γὰρ αὐτοὺς ἡγοῦμαι δεινότατʼ ἂν παθεῖν, εἴ τι τῶν τότε ψηφισθέντων αὐτοῖς λυθείη.

因此,我这一同样的道理也适用于那些推翻四百人政权的人,以及那些在民众流亡时向城邦展现自身益处的人;因为我认为,若当时为他们通过的法令中有任何一项被废除,他们所有人都将遭受极其可怕的不公待遇。

§49

εἰ τοίνυν τις ὑμῶν ἐκεῖνο πέπεισται, πολὺ τοῦ δεηθῆναί τινος τοιούτου νῦν ἀπέχειν τὴν πόλιν, ταῦτα μὲν εὐχέσθω τοῖς θεοῖς, κἀγὼ συνεύχομαι, λογιζέσθω δὲ πρῶτον μὲν ὅτι περὶ νόμου μέλλει φέρειν τὴν ψῆφον ᾧ μὴ λυθέντι δεήσει χρῆσθαι, δεύτερον δʼ ὅτι βλάπτουσιν οἱ πονηροὶ νόμοι καὶ τὰς ἀσφαλῶς οἰκεῖν οἰομένας πόλεις. οὐ γὰρ ἂν μετέπιπτε τὰ πράγματʼ ἐπʼ ἀμφότερα, εἰ μὴ τοὺς μὲν ἐν κινδύνῳ καθεστηκότας καὶ πράξεις χρησταὶ καὶ νόμοι καὶ ἄνδρες χρηστοὶ καὶ πάντʼ ἐξητασμένʼ ἐπὶ τὸ βέλτιον προῆγε, τοὺς δʼ ἐν ἁπάσῃ καθεστάναι δοκοῦντας εὐδαιμονίᾳ πάντα ταῦτʼ ἀμελούμενʼ ὑπέρρει κατὰ μικρόν.3

那么,如果你们当中有人坚信城邦如今已绝不再需要这等人物,他大可以为此向诸神祈求,我也同他一起祈求;然而,首先他应当考虑到,自己即将对一项法律投票,这项法律若不被撤销就必须予以实行;其次,不良法律甚至会危害那些自以为安枕无忧的城邦。因为,假若不是立派的行为、法律、贤达之士以及经受检验的一切事物将身处险境的人推向更好的境地,而这些事物全被轻忽又未曾逐步蚕食那些看似享有全备福祉的人们的根基,局势绝不可能发生向两个极端的反复逆转。

§50

τῶν γὰρ ἀνθρώπων οἱ πλεῖστοι κτῶνται μὲν τἀγαθὰ τῷ καλῶς βουλεύεσθαι καὶ μηδενὸς καταφρονεῖν, φυλάττειν δʼ οὐκ ἐθέλουσι τοῖς αὐτοῖς τούτοις. ὃ μὴ πάθητε νῦν ὑμεῖς, μηδʼ οἴεσθε νόμον τοιοῦτον θέσθαι δεῖν, ὃς καλῶς τε πράττουσαν τὴν πόλιν ἡμῶν πονηρᾶς δόξης ἀναπλήσει, ἐάν τέ τι συμβῇ ποτέ, ἔρημον τῶν ἐθελησόντων ἀγαθόν τι ποιεῖν καταστήσει.

因为大多数人都是通过善于深思熟虑且不轻忽任何事物来获取利益,却不愿凭借这完全相同的途径来守住利益。雅典人啊,但愿你们如今不要遭遇这种命运,也不要认为应当确立这样一项法律——它将在我们城邦繁荣之时使其蒙受恶名,且万一将来发生变故,又会使城邦陷入无人愿意施与善行的绝境。

§51

οὐ τοίνυν μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἰδίᾳ γνόντας εὖ ποιεῖν ὑμᾶς καὶ παρασχόντας χρησίμους αὑτοὺς ἐπὶ τηλικούτων καὶ τοιούτων καιρῶν, οἵων μικρῷ πρότερον Φορμίων διεξελήλυθε κἀγὼ νῦν εἴρηκα, ἄξιόν ἐστιν εὐλαβηθῆναι ἀδικῆσαι, ἀλλὰ καὶ πολλοὺς ἄλλους, οἳ πόλεις ὅλας, τὰς ἑαυτῶν πατρίδας, συμμάχους ὑμῖν ἐπὶ τοῦ πρὸς Λακεδαιμονίους πολέμου παρέσχον, καὶ λέγοντες ἃ συμφέρει τῇ πόλει τῇ ὑμετέρᾳ καὶ πράττοντες·

因此,雅典的同胞们,不仅那些在如不久前福尔米昂所详述、如今由我所陈述的那样重大而深重的危急时刻,在私下决意施恩于你们并展现自身益处的人,配得上你们警惕不去侵害;而且许多其他在对拉刻代蒙人的战争中将整个城邦、即他们自己的祖国作为盟友提供给你们、并在言行上始终符合你们城邦利益的人,也同样配得如此警惕。

语法注3 条
  1. 44τοῦτον μέντοι τὸν τῷ μὲν ἔργῳ παρὰ τοὺς μεγίστους καιροὺς οὑτωσὶ κοινὰ τὰ ὄντα τῷ δήμῳ κεκτημένον, τῷ δὲ ῥήματι καὶ τῇ τιμῇ τὴν ἀτέλειαν ἔχοντα

    句首的 τοῦτον ... τὸν ... κεκτημένον ... ἔχοντα 是主句动词 ἀφαιρήσεσθε 所支配的人身宾格,构成双宾格结构(ἀφαιρέομαί τινα τί,意为“剥夺某人的某物”)。被剥夺的事物则由 οὐχὶ τὴν ἀτέλειαν ... ἀλλὰ τὸ πιστεύειν ὑμῖν 表示。这一带有长定语修饰的宾格分词短语前置于句首(倒装/hyperbaton),极大地突出了埃庇克耳得斯个人的功绩与崇高品质。

  2. 46τοὺς τοῦ τοιούτου παῖδας

    该宾格短语作动词 αἰσχυνόμεθʼ 的直接宾语,表示“在……面前感到羞耻”或“无颜面对……”。它与紧随其后的条件分句 εἰ ... φανούμεθα(“如果我们表现出……”)相结合,指明了雅典人在感情上应当为之感到愧疚的对象。

  3. 49τοὺς δʼ ἐν ἁπάσῃ καθεστάναι δοκοῦντας εὐδαιμονίᾳ πάντα ταῦτʼ ἀμελούμενʼ ὑπέρρει κατὰ μικρόν

    这是 εἰ μὴ 从句中对比结构的后半部分(对应前面的 τοὺς μὲν ἐν κινδύνῳ καθεστηκότας ... προῆγε)。动词 ὑπορρέω 在此作及物动词使用,意为“逐渐瓦解/暗中侵蚀(某人的根基)”,支配宾格 τοὺς ... δοκοῦντας(“看似处于全备福祉之中的人们”)作其宾语,主语则是中性复数主格短语 πάντα ταῦτʼ ἀμελούμενα(“所有这些被轻忽的事物”或“这一切的被忽略”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:44-51