← 狄摩西尼

驳勒普提奈斯

§37-43

城邦信誉与恩人埃庇克耳得斯的功勋

演说者论述了废除豁免的法律如何损害城邦信誉并使恩人留孔面临羞辱与损失,随后列举了在西西里远征溃败时救助雅典战俘并捐献军资的昔兰尼人埃庇克耳得斯的功勋,谴责对这种真正的恩人施加不公背信的行为。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37

μὴ γὰρ οἴεσθʼ ὑμῖν ἄλλο τι τὰς στήλας ἑστάναι ταύτας ἢ τούτων πάντων ὧν ἔχετʼ ἢ δεδώκατε συνθήκας, αἷς ὁ μὲν Λεύκων ἐμμένων φανεῖται καὶ ποιεῖν ἀεί τι προθυμούμενος ὑμᾶς εὖ, ὑμεῖς δʼ ἑστώσας ἀκύρους πεποιηκότες,1 ὃ πολὺ δεινότερον τοῦ καθελεῖν· αὗται γὰρ οὑτωσὶ τοῖς βουλομένοις κατὰ τῆς πόλεως βλασφημεῖν τεκμήριον ὡς ἀληθῆ λέγουσιν ἑστήξουσιν.

因为你们绝不该以为,树立这些石碑是为了别的目的,而恰恰是作为你们所接受或所赐予的这一切事项的协议;留孔将显明为信守这些协议、并始终热切地为你们造福的人,而你们却在石碑依然矗立之际使之沦为无效——这远比推倒石碑更加恶劣。因为这些石碑如此矗立着,对那些企图诽谤城邦之人来说,将成为他们说的是真话的铁证。

§38

φέρʼ, ἐὰν δὲ δὴ πέμψας ὡς ἡμᾶς ὁ Λεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῄρησθε, τί πρὸς θεῶν ἐροῦμεν ἢ τί γράψει ποθʼ ὁ τὸ ψήφισμʼ ὑπὲρ ἡμῶν γράφων;

来吧,倘若留孔遣使至我们这里询问:究竟怀着何种指控、出于何种不满,你们剥夺了他的免税权?以诸神的名义起誓,我们将说些什么,或者代我们起草法令的人究竟能写些什么呢?

§39

ὅτι νὴ Δίʼ ἦσάν τινες τῶν εὑρημένων ἀνάξιοι. ἐὰν οὖν εἴπῃ πρὸς ταῦτʼ ἐκεῖνος καὶ γὰρ Ἀθηναίων τινὲς ἴσως φαῦλοι, καὶ οὐ διὰ ταῦτʼ ἐγὼ τοὺς χρηστοὺς ἀφειλόμην, ἀλλὰ τὸν δῆμον νομίζων χρηστὸν πάντας ἔχειν ἐῶ, οὐ δικαιότερʼ ἡμῶν ἐρεῖ; ἐμοὶ γοῦν δοκεῖ. παρὰ πᾶσι γὰρ ἀνθρώποις μᾶλλόν ἐστιν ἔθος διὰ τοὺς εὐεργέτας καὶ ἄλλους τινὰς εὖ ποιεῖν τῶν μὴ χρηστῶν ἢ διὰ τοὺς φαύλους τοὺς ὁμολογουμένως ἀξίους χάριτος τὰ δοθέντʼ ἀφαιρεῖσθαι.

难道会回答说:“凭宙斯起誓,因为获得此权的人中有几人不配得到”吗?那么,倘若那个人对此反问: “因为雅典人中或许也有某些不肖之徒,但我并未因此剥夺那些善良之人的特权,反而认为人民是善良的,从而允许所有人继续享有,”难道他所说的不会比我们更合乎正义吗?至少在我看来确实如此。因为在全人类中,因恩人的缘故而善待某些并不优秀的人,远比因不肖之徒的缘故而剥夺那些公认配享感恩之人所得的赏赐,更加符合惯例。

§40

καὶ μὴν οὐδʼ ὅπως οὐκ ἀντιδώσει τῷ Λεύκωνί τις,2 ἂν βούληται, δύναμαι σκοπούμενος εὑρεῖν. χρήματα μὲν γάρ ἐστιν ἀεὶ παρʼ ὑμῖν αὐτοῦ, κατὰ δὲ τὸν νόμον τοῦτον, ἐάν τις ἐπʼ αὔτʼ ἔλθῃ, ἢ στερήσεται τούτων ἢ λῃτουργεῖν ἀναγκασθήσεται. ἔστι δʼ οὐ τὸ τῆς δαπάνης μέγιστον ἐκείνῳ, ἀλλʼ ὅτι τὴν δωρειὰν ὑμᾶς αὐτὸν ἀφῃρῆσθαι νομιεῖ.

而且,即便我反复思考,也找不出任何办法能阻止某人在愿意时向留孔提出财产交换的要求。因为他的财产始终留在你们这里;而依照这项法律,若有人针对这笔财产提出要求,他要么将被剥夺这些财产,要么将被迫承担公益捐助。然而对他而言,最严重的并非开销的问题,而在于他将认为你们剥夺了他的特权。

§41

οὐ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ᾧ φιλοτιμίας ἕνεχʼ ἡ περὶ τῆς δωρειᾶς σπουδὴ γένοιτʼ ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονʼ αὐτῷ τὸ λαβεῖν παρʼ ὑμῶν τὴν ἀτέλειαν. τίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης ὁ Κυρηναῖος, ὅς, εἴπερ τις ἄλλος τῶν εἰληφότων, δικαίως ἠξιώθη ταύτης τῆς τιμῆς, οὐ τῷ μεγάλʼ ἢ θαυμάσιʼ ἡλίκα δοῦναι, ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρὸν ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι.

因此,雅典的同胞们,我们不应仅仅关注留孔不遭受不公的对待——对于他而言,对特权的热切追求是出于荣誉而非出于贫乏——而且还应考虑,是否有其他人在自己顺遂之时曾造福你们,而从你们这里获得过免税特权,如今恰恰成为了其必需之物。那么此人是谁呢?是昔兰尼的埃庇克耳得斯。他不亚于获得特权者中的其他任何人,正当地被认为配享这一荣誉;这并非因为他给出了巨额或惊人数量的钱财,而是因为他在那样一个危机时刻施与——在那个时刻,即便在曾受过恩惠的人当中,想要找到一个愿意记念自己所受恩德的人都是一件难事。

§42

οὗτος γὰρ ἁνήρ, ὡς τὸ ψήφισμα τοῦτο δηλοῖ τὸ τότʼ αὐτῷ γραφέν, τοῖς ἁλοῦσι τότʼ ἐν Σικελίᾳ τῶν πολιτῶν, ἐν τοιαύτῃ συμφορᾷ καθεστηκόσιν, ἔδωκε μνᾶς ἑκατὸν καὶ τοῦ μὴ τῷ λιμῷ πάντας αὐτοὺς ἀποθανεῖν αἰτιώτατος ἐγένετο. καὶ μετὰ ταῦτα, δοθείσης ἀτελείας αὐτῷ διὰ ταῦτα παρʼ ὑμῶν, ὁρῶν ἐν τῷ πολέμῳ σπανίζοντα τὸν δῆμον χρημάτων, τάλαντον ἔδωκεν αὐτὸς ἐπαγγειλάμενος.

因为正如当时为他起草的这项法令所显示的那样,此人向公民中当时在西西里被俘、身陷如此灾难的人捐赠了一百麦纳,成为使他们免于全员饿死的最主要功臣。而在此之后,当他因此从你们这里获得免税特权后,眼见民众在战争中财政匮乏,他又主动捐献了一塔兰同。

§43

σκέψασθε δὴ πρὸς Διὸς καὶ θεῶν, ἄνδρες Ἀθηναῖοι, πῶς ἂν ἄνθρωπος μᾶλλον φανερὸς γένοιτʼ εὔνους ὢν ὑμῖν, ἢ3 πῶς ἧττον ἄξιος ἀδικηθῆναι, ἢ πρῶτον μὲν εἰ παρὼν τῷ τῆς πόλεως ἀτυχήματι μᾶλλον ἕλοιτο τοὺς ἀτυχοῦντας καὶ τὴν παρὰ τούτων χάριν, ἥτις ποτʼ ἔμελλεν ἔσεσθαι, ἢ τοὺς ἐν ἐκείνῳ τῷ χρόνῳ κεκρατηκότας καὶ παρʼ οἷς ἦν, δεύτερον δέ, ἑτέραν χρείαν ἰδών, εἰ φαίνοιτο διδοὺς καὶ μὴ πῶς ἰδίᾳ τὰ ὄντα σώσει προνοούμενος, ἀλλʼ ὅπως τῶν ὑμετέρων μηδὲν ἐνδεῶς ἕξει τὸ καθʼ αὑτόν.

雅典的同胞们,请凭宙斯和诸神的名义认真考虑:一个人对你们怀有善意,究竟怎样才能表现得比这更明显?或者说,一个人究竟怎样才更不应该遭受不公对待?——除非首先,在目睹城邦的不幸灾难时,比起当时获胜的人以及他寄居于其间的人,他宁愿选择那些不幸的人以及日后来自他们的感激(无论那将是怎样的感激);其次,在看到城邦出现另一项急需时,他表现出慷慨解囊,并非盘算着如何在私下保全自己的财产,而是尽自己所能确保你们的需要不至有所匮乏。

语法注3 条
  1. 37ὑμεῖς δʼ ἑστώσας ἀκύρους πεποιηκότες

    与前半句的 ὁ μὲν Λεύκων ἐμμένων φανεῖται... 相呼应,此处省略了主动词 φανήσεσθε,仅保留分词 πεποιηκότες。ἑστώσας 为修饰 στήλας 的附带情况分词(“在石碑依然矗立时使之无效”),构成了自相矛盾的情境,并直接引出后文的 ὃ πολὺ δεινότερον τοῦ καθελεῖν(“这远比推倒石碑更加恶劣”)。

  2. 40οὐδʼ ὅπως οὐκ ἀντιδώσει τῷ Λεύκωνί τις

    双重否定 οὐδʼ ὅπως οὐκ 与动词 εὑρεῖν 结合的句式。通过否定“某人如何能够不向留孔提出财产交换”,强调了只要有人愿意,就必然会向他提出财产交换要求的不可避免性。

  3. 43πῶς ἂν ἄνθρωπος μᾶλλον φανερὸς γένοιτʼ εὔνους ὢν ὑμῖν, ἢ πῶς ἧττον ἄξιος ἀδικηθῆναι, ἢ

    带有比较级(μᾶλλον, ἧττον)的反问句 πῶς ἂν ... 后接连词 ἢ,引出条件从句(πρῶτον μὲν εἰ ... δεύτερον δέ ...),构成排除/比较句式,意为“除非在……的情况下,一个人怎能比这更加……(言下之意为绝不可能比这更甚)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:37-43