- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:29-36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出列普提涅斯的法律因措辞宽泛而剥夺了博斯普鲁斯统治者留孔及其子女的特权,并警告说,剥夺这位保障雅典粮食供应的重要恩人的特权将对城邦造成严重危害并背弃信义。
ἔτι δʼ, ὦ ἄνδρες δικασταί, διὰ τὸ γεγράφθαι ἐν τῷ νόμῳ διαρρήδην αὐτοῦ μηδένα μήτε τῶν πολιτῶν μήτε τῶν ἰσοτελῶν μήτε τῶν ξένων εἶναι ἀτελῆ, μὴ διῃρῆσθαι δʼ ὅτου ἀτελῆ, χορηγίας ἤ τινος ἄλλου τέλους, ἀλλʼ ἁπλῶς ἀτελῆ μηδένα πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος, καὶ ἐν μὲν τῷ μηδένα πάντας περιλαμβάνειν τοὺς ἄλλους, ἐν δὲ τῷ τῶν ξένων μὴ διορίζειν τῶν οἰκούντων Ἀθήνησιν, ἀφαιρεῖται καὶ Λεύκωνα τὸν ἄρχοντα Βοσπόρου καὶ τοὺς παῖδας αὐτοῦ τὴν δωρειὰν ἣν ὑμεῖς ἔδοτʼ αὐτοῖς.
此外,陪审官们,因为在他的法律中明确写着,无论是公民、同等纳税者还是外邦人,一概不得免除,而未区分究竟免除何种义务,是合唱队赞助还是其他某种税负,而是简单地规定除哈尔摩狄奥斯与阿里斯托革顿的后裔外,任何人不得免除,并且在 “任何人”一词中包括了所有其余的人,而在“外邦人”一词中未限定为居住在雅典的外邦人,因此该法也剥夺了博斯普鲁斯的统治者留孔及其子女由你们所赐予的礼物。
ἔστι γὰρ γένει μὲν δήπου ὁ Λεύκων ξένος, τῇ δὲ παρʼ ὑμῶν ποιήσει πολίτης· κατʼ οὐδέτερον δʼ αὐτῷ τὴν ἀτέλειαν ἔστιν ἔχειν ἐκ τούτου τοῦ νόμου. καίτοι τῶν μὲν ἄλλων εὐεργετῶν χρόνον τινʼ ἕκαστος ἡμῖν χρήσιμον αὑτὸν παρέσχεν, οὗτος δέ, ἂν σκοπῆτε, φανήσεται συνεχῶς ἡμᾶς εὖ ποιῶν, καὶ ταῦθʼ ὧν μάλισθʼ ἡμῶν ἡ πόλις δεῖται.
因为留孔在出身上的确是外邦人,但因你们所授予的特权而成为公民;然而依据这项法律,无论在哪种身份下,他都无法保全其豁免权。然而,其他恩人中的每一位不过是在某个时期向我们表现出其有用之处,而此人,只要你们加以考察就会发现,他是在持续不断地造福我们,而且恰恰是在我们城邦最急需的事项上。
ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι πλείστῳ τῶν πάντων ἀνθρώπων ἡμεῖς ἐπεισάκτῳ σίτῳ χρώμεθα. πρὸς τοίνυν ἅπαντα τὸν ἐκ τῶν ἄλλων ἐμπορίων ἀφικνούμενον ὁ ἐκ τοῦ Πόντου σῖτος εἰσπλέων ἐστίν.1 εἰκότως· οὐ γὰρ μόνον διὰ τὸ τὸν τόπον τοῦτον σῖτον ἔχειν πλεῖστον τοῦτο γίγνεται, ἀλλὰ διὰ τὸ κύριον ὄντα τὸν Λεύκωνʼ αὐτοῦ τοῖς ἄγουσιν Ἀθήναζε ἀτέλειαν δεδωκέναι, καὶ κηρύττειν πρώτους γεμίζεσθαι τοὺς ὡς ὑμᾶς πλέοντας. ἔχων γὰρ ἐκεῖνος ἑαυτῷ καὶ τοῖς παισὶ τὴν ἀτέλειαν ἅπασι δέδωκεν ὑμῖν.
因为你们显然清楚这一点:我们所使用的进口粮食比全人类中任何人都多。而从本都海运而来的粮食,足以与来自所有其他贸易港口的粮食总和相匹敌。这很自然:因为这不仅是由于该地区出产的粮食最多,而且是因为留孔作为该地的主人,给予了那些运粮至雅典的人以免税权,并公告运粮前往你们那里的人享有优先装载权。因为他既然为自己及其子女保有了豁免权,便将其赐予了你们大家。
τοῦτο δʼ ἡλίκον ἐστὶ θεωρήσατε. ἐκεῖνος πράττεται τοὺς παρʼ αὑτοῦ σῖτον ἐξάγοντας τριακοστήν. αἱ τοίνυν παρʼ ἐκείνου δεῦρʼ ἀφικνούμεναι σίτου μυριάδες περὶ τετταράκοντʼ εἰσί· καὶ τοῦτʼ ἐκ τῆς παρὰ τοῖς σιτοφύλαξιν ἀπογραφῆς ἄν τις ἴδοι. οὐκοῦν παρὰ μὲν τὰς τριάκοντα μυριάδας μυρίους δίδωσι μεδίμνους ἡμῖν, παρὰ δὲ τὰς δέκα ὡσπερανεὶ τρισχιλίους.
请审视一下这是何等巨大的利益。那个人对从他那里出口粮食的人征收三十分之一税。而从他那里运抵此地的粮食约有四十万〔麦狄姆诺斯〕;任何人从粮食监察官那里的登记簿中都能查明这一点。因此,对于那三十万,他等于赠予我们一万麦狄姆诺斯,而对于那十万,又赠予大约三千麦狄姆诺斯。
τοσούτου τοίνυν δεῖ ταύτην ἀποστερῆσαι τὴν δωρειὰν τὴν πόλιν,2 ὥστε προσκατασκευάσας ἐμπόριον Θευδοσίαν, ὅ φασιν οἱ πλέοντες οὐδʼ ὁτιοῦν χεῖρον εἶναι τοῦ Βοσπόρου, κἀνταῦθʼ ἔδωκε τὴν ἀτέλειαν ἡμῖν. καὶ τὰ μὲν ἄλλα σιωπῶ, πόλλʼ ἂν ἔχων εἰπεῖν, ὅσʼ εὐεργέτηκεν ὑμᾶς οὗτος ἁνὴρ καὶ αὐτὸς καὶ οἱ πρόγονοι· ἀλλὰ πρωπέρυσιν σιτοδείας παρὰ πᾶσιν ἀνθρώποις γενομένης οὐ μόνον ὑμῖν ἱκανὸν σῖτον ἀπέστειλεν, ἀλλὰ τοσοῦτον ὥστε πεντεκαίδεκʼ ἀργυρίου τάλαντα, ἃ Καλλισθένης διῴκησε, προσπεριγενέσθαι.
由此可见,他非但没有夺走城邦的这份馈赠,反而在增建了狄奥多西亚这一贸易港口之后——航海者们称那里丝毫不逊于博斯普鲁斯——在彼处也同样给予了我们免税权。至于这位人士本人及其祖先对你们所施加的诸多恩惠,尽管我有许多可以讲,其余的我便隐而不谈;但就在前年,当天下所有人陷入粮荒之时,他不仅向你们运送了充足的粮食,而且数量之大,以至于由卡利斯忒涅斯所经管的银钱,还额外剩余了十五塔兰同。
τί οὖν οἴεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον τὸν τοιοῦτον περὶ ὑμᾶς γεγενημένον, ἐὰν ἀκούσῃ νόμῳ τὴν ἀτέλειαν ὑμᾶς ἀφῃρημένους αὐτὸν καὶ μηδʼ ἂν μεταδόξῃ ποτὲ ψηφισαμένους ἐξεῖναι δοῦναι;3 ἆρʼ ἀγνοεῖθʼ ὅτι ὁ αὐτὸς νόμος οὗτος ἐκεῖνόν τʼ ἀφαιρήσεται τὴν ἀτέλειαν, κύριος ἂν γένηται, καὶ ὑμῶν τοὺς παρʼ ἐκείνου σιτηγοῦντας;
那么,雅典的同胞们,这位对你们表现出如此厚意的人,如果听说你们以法律剥夺了他的免税权,并且表决规定即便日后改变主意也不得重新赐予,你们认为他会作何感想?难道你们不明白,这一相同的法律一旦生效,不仅会剥夺他的免税权,也会剥夺你们当中从他那里运粮之人的免税权吗?
οὐ γὰρ δήπου τοῦτό γʼ ὑπείληφεν οὐδείς, ὡς ἐκεῖνος ὑπομενεῖ ἑαυτῷ μὲν ἀκύρους εἶναι τὰς παρʼ ὑμῶν δωρειάς, ὑμῖν δὲ μένειν τὰς παρʼ ἑαυτοῦ. οὐκοῦν πρὸς πολλοῖς οἷς βλάψειν ὑμᾶς ὁ νόμος φαίνεται, καὶ προσαφαιρεῖταί τι τῶν ὑπαρχόντων ἤδη. εἶθʼ ὑμεῖς ἔτι σκοπεῖτʼ εἰ χρὴ τοῦτον ἐξαλεῖψαι, καὶ οὐ πάλαι βεβούλευσθε; ἀνάγνωθι λαβὼν αὐτοῖς τὰ ψηφίσματα τὰ περὶ τοῦ Λεύκωνος. ΨΗΦΙΣΜΑΤΑ. ὡς μὲν εἰκότως καὶ δικαίως τετύχηκεν τῆς ἀτελείας παρʼ ὑμῶν ὁ Λεύκων, ἀκηκόατʼ ἐκ τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. τούτων δʼ ἁπάντων στήλας ἀντιγράφους ἐστήσαθʼ ὑμεῖς κἀκεῖνος, τὴν μὲν ἐν Βοσπόρῳ, τὴν δʼ ἐν Πειραιεῖ, τὴν δʼ ἐφʼ Ἱερῷ. σκοπεῖτε δὴ πρὸς ὅσης κακίας ὑπερβολὴν ὑμᾶς ὁ νόμος προάγει, ὃς ἀπιστότερον τὸν δῆμον καθίστησʼ ἑνὸς ἀνδρός.
因为绝没有人会认为,他能容忍你们对他的赏赐失效,而他对你们的赏赐却依然保留。因此,除了该法显而易见会伤害你们的诸多方面之外,它还会额外剥夺你们现已拥有之物的一部分。既然如此,你们还在考虑是否应当将此法抹除吗?难道你们不该早已做出决断了吗?请把关于留孔的法令拿来,向他们宣读。 法令陪审官们,留孔从你们这里获得免税特权是何等合情合理、理所应当,你们已从法令中听到了。针对这一切,你们与他都树立了互为副本的石碑:一块在博斯普鲁斯,一块在比雷埃夫斯,一块在希厄隆。请审视一下这法律将你们引向了何等极端的邪恶境地,它竟然使整个人民比单独一人更不讲信用。
- 31πρὸς τοίνυν ἅπαντα τὸν ἐκ τῶν ἄλλων ἐμπορίων ἀφικνούμενον ὁ ἐκ τοῦ Πόντου σῖτος εἰσπλέων ἐστίν.
πρός + 宾格 + ἐστίν 结构。此处的介词 πρός 表对比或匹敌(“与……相比/相称”),直译为“从本都运入的粮食相当于从其他所有贸易港口运抵的粮食的总和”。
- 33τοσούτου τοίνυν δεῖ ταύτην ἀποστερῆσαι τὴν δωρειὰν τὴν πόλιν
习惯表达 τοσούτου δεῖ + 不定词(“绝不至于……”、“远非……”)。不定词 ἀποστερῆσαι 的逻辑主语为上下文中的留孔,接双宾格(τὴν πόλιν 与 ταύτην τὴν δωρειάν),意为“他远非夺走城邦的这份馈赠……”。
- 34καὶ μηδʼ ἂν μεταδόξῃ ποτὲ ψηφισαμένους ἐξεῖναι δοῦναι
由 ἀκούσῃ 统辖的间接引语后半部分。宾格主语为 ὑμᾶς(由分词 ψηφισαμένους 一致修饰),动词不定词为 ἐξεῖναι。ἂν μεταδόξῃ 为包含无人称动词 μεταδοκεῖ(“改变主意”)与 ἄν 的不定过去时虚拟语气条件从句,整句意为“(如果他听说你们)表决规定即便日后改变主意也不得准许赐予”。
