- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:23-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,即使合唱队赞助人匮乏,也应当采取分摊制而非剥夺恩人的特权;取消豁免既不会增加国库收入,而富人又必须承担不可豁免的战船造充和战时特别征税来维系城邦防务,因此列普提涅斯的法案以巨大的城邦信誉和名誉损失换取微不足道的减负,应当予以废除。
εἶεν. εἰ δὲ δὴ τὰ μάλιστʼ ἐπέλειπον οἱ χορηγεῖν οἷοί τε, πρὸς Διὸς πότερον κρεῖττον ἦν εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας ὥσπερ τὰς τριηραρχίας, ἢ τοὺς εὐεργέτας ἀφελέσθαι τὰ δοθέντα;1 ἐγὼ μὲν ἐκεῖνʼ οἶμαι. νῦν μέν γε τὸν χρόνον, ὃν ἂν τούτων ἕκαστος λῃτουργῇ, δίδωσι τὴν ἀνάπαυσιν αὐτοῖς μόνον, μετὰ ταῦτα δʼ οὐδὲν ἔλαττον ἕκαστος αὐτῶν ἀναλώσει· τότε δʼ ἄν, μικρᾶς συντελείας ἀπὸ τῶν ὑπαρχόντων ἑκάστῳ γιγνομένης, οὐδὲν ἔπασχε δεινὸν οὐδείς, οὐδʼ εἰ πάνυ μικρὰ κεκτημένος ἦν.
好吧。然而,即便能够担任合唱队赞助人的人极度匮乏,指着宙斯起誓,究竟是将合唱队赞助也像战船造充职务那样纳入分摊制度更好,还是剥夺恩人所获之赐物更好呢?就我而言,我认为是前者。因为在目前的情况下,只要这些人各自承担公益捐助,该法仅仅是在那段时间内给予他们歇息,此后他们每个人所花费的资财丝毫不会减少;而如果在当时,从每个人现有的资产中抽取小额分摊,就没有任何人会遭受任何沉重负担,哪怕他拥有的资财极少。
οὕτω τοίνυν τινές, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρʼ ἔχουσʼ ἀλογίστως ὥστʼ ἐπιχειροῦσι λέγειν πρὸς μὲν ταῦτʼ οὐδέν, ἄλλα δὲ τοιαδί, ὡς ἄρα δεινόν, εἰ ἐν κοινῷ μὲν μηδʼ ὁτιοῦν ὑπάρχει τῇ πόλει, ἰδίᾳ δέ τινες πλουτήσουσʼ ἀτελείας ἐπειλημμένοι. ἔστι δὲ ταῦτʼ ἀμφότερʼ οὐχὶ δίκαιον λέγειν. εἰ μὲν γάρ τις ἔχει πολλὰ μηδὲν ὑμᾶς ἀδικῶν, οὐχὶ δεῖ δήπου τούτῳ βασκαίνειν· εἰ δʼ ὑφῃρημένον φήσουσιν ἤ τινʼ ἄλλον οὐχ ὃν προσήκει τρόπον, εἰσὶ νόμοι καθʼ οὓς προσήκει κολάζειν. ὅτε δὲ τοῦτο μὴ ποιοῦσιν, οὐδὲ τὸν λόγον αὐτοῖς τοῦτον λεκτέον.
雅典的同胞们,有些人竟然极其缺乏理智,以至于对这些道理不置一词,反而企图说出这样的话:如果城邦公库中一无所有,而某些人因获得豁免而各自致富,这岂非太不公道了吗?但这两种说法都是毫无道理的。因为如果某人在没有对你们造成任何不公的情况下拥有巨额财富,显然不该对他心怀嫉妒;而如果他们声称其财富是窃取而来,或以某种不正当方式获得的,则自有适用的法律来惩处他。但既然他们不付诸诉讼,就不该提起这种言论。
καὶ μὴν περὶ τοῦ γε μὴ εἶναι χρήματα κοινὰ τῇ πόλει, ἐκεῖνʼ ὑμᾶς δεῖ σκοπεῖν, ὅτι οὐδὲν ἔσεσθʼ εὐπορώτεροι, τὰς ἀτελείας ἐὰν ἀφέλησθε· οὐ γὰρ κοινωνεῖ ταῖς δημοσίαις προσόδοις καὶ περιουσίαις ταῦτα τἀναλώματʼ οὐδέν. χωρὶς δὲ τούτων νυνὶ τῇ πόλει, δυοῖν ἀγαθοῖν ὄντοιν, πλούτου καὶ τοῦ πρὸς ἅπαντας πιστεύεσθαι, ἐστὶ τὸ τῆς πίστεως ὑπάρχον. εἰ δέ τις οἴεται δεῖν, ὅτι χρήματʼ οὐκ ἔχομεν, μηδὲ δόξαν ἔχειν ἡμᾶς χρηστήν, οὐ καλῶς φρονεῖ. ἐγὼ μὲν γὰρ εὔχομαι τοῖς θεοῖς, μάλιστα μὲν ἡμῖν καὶ χρήματα πολλὰ γενέσθαι, εἰ δὲ μή, τό γε πιστοῖς εἶναι καὶ βεβαίοις δοκεῖν διαμεῖναι.
再者,关于城邦缺乏公款一事,你们必须考虑这一点:即便你们废除了这些豁免,你们也不会变得更富裕半分;因为这些公益捐助的支出与公共税收和财政盈余毫无干系。除此以外,在两样至善——财富与受所有人信赖——之中,城邦当下所保有的正是信义。如果有人认为由于我们没有金钱,连良好的名声也不应当保有,那他的想法就大错特错了。因为我向神明祈求,最好的情况自然是我们也能拥有巨额财富;但即使不能,至少要让我们被视为信实而可靠的良好名誉得以长存。
φέρε δὴ καὶ τὰς εὐπορίας, ἃς ἀναπαυομένους τινὰς εὐπορήσειν οὗτοι φήσουσιν, εἰς δέον ὑμῖν γιγνομένας δείξω. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι τῶν τριηραρχιῶν οὐδείς ἐστʼ ἀτελὴς οὐδὲ τῶν εἰσφορῶν τῶν εἰς τὸν πόλεμον. οὔκουν ὁ πολλὰ κεκτημένος, οὗτος, ὅστις ἂν ᾖ, πόλλʼ εἰς ταῦτα συντελεῖ; πᾶσʼ ἀνάγκη. καὶ μὴν ὅτι δεῖ τὴν εὐπορίαν εἰς ταῦθʼ ὑπάρχειν πλείστην τῇ πόλει, πάντες ἂν ὁμολογήσειαν· παρὰ μὲν γὰρ τὰς ἐπὶ τῶν χορηγιῶν δαπάνας ἡμέρας μέρος μικρὸν ἡ χάρις τοῖς θεωμένοις ἡμῶν, παρὰ δὲ τὰς τῶν εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία πάσῃ τῇ πόλει.
且让我向你们说明,这些人所谓的某些人在歇息期间所积累的资财,究竟是如何用于满足你们的必要之需的。你们显然知道这一点:对于战船造充职务和战时特别征税,没有任何人享有豁免。难道拥有巨额财产的人,无论他是谁,不会为此贡献巨款吗?这是必然的。而且大家都会承认,城邦为了这些用途应当拥有最充裕的财力;因为合唱队赞助的开支带给我们这些观赏者的愉悦仅仅维系一天的短暂片刻,但用于战备的充裕资财却能在一切岁月里保障全城邦的安危。
ὥσθʼ ὅσον ἐνθάδʼ ἀφίετε, ἐκεῖ κομίζεσθε, καὶ δίδοτʼ ἐν τιμῆς μέρει ταῦθʼ ἃ καὶ μὴ λαβοῦσιν ἔστιν ἔχειν τοῖς τοῦ τριηραρχεῖν ἄξια κεκτημένοις. ἀλλὰ μὴν ὅτι τῶν τριηραρχιῶν οὐδείς ἐστʼ ἀτελής, οἶμαι μὲν ὑμᾶς εἰδέναι πάντας, ὅμως δὲ καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνώσεται. λαβὲ τὸν περὶ τῶν τριηραρχιῶν νόμον καὶ λέγε τοῦτʼ αὐτό. ΝΟΜΟΣ. "ἀτελῆ δὲ μηδένα εἶναι τριηραρχίας πλὴν τῶν ἐννέα ἀρχόντων."
因此,你们在此处放弃的,都在彼处收回了;而对于那些拥有足以承担战船造充职务资产的人,你们是作为一种荣誉将这些即便不经赐予也能保有的东西授予他们。然而,对于战船造充职务没有任何人享有豁免这一事实,我想你们大家都已清楚;尽管如此,书记官仍将为你们宣读该项法律本身。请拿起关于战船造充职务的法律,宣读这部分条文。 法律 “除九位执政官外,任何人不得免除战船造充职务。”
ὁρᾶθʼ ὡς σαφῶς, ὦ ἄνδρες Ἀθηναῖοι, μηδένʼ εἶναι τριηραρχίας ἀτελῆ διείρηκεν ὁ νόμος πλὴν τῶν ἐννέʼ ἀρχόντων. οὐκοῦν οἱ μὲν ἐλάττω κεκτημένοι τοῦ τριηραρχίας ἄξιʼ ἔχειν2 ἐν ταῖς εἰσφοραῖς συντελοῦσιν εἰς τὸν πόλεμον, οἱ δʼ ἐφικνούμενοι τοῦ τριηραρχεῖν εἰς ἀμφότερʼ ὑμῖν ὑπάρξουσι χρήσιμοι, καὶ τριηραρχεῖν καὶ εἰσφέρειν. τίνʼ οὖν ῥᾳστώνην τοῖς πολλοῖς ὁ σός, ὦ Λεπτίνη, ποιεῖ νόμος, εἰ μιᾶς ἢ δυοῖν φυλαῖν ἕνα χορηγὸν καθίστησιν, ὃς ἀνθʼ ἑνὸς ἄλλου τοῦθʼ ἅπαξ ποιήσας ἀπηλλάξεται; ἐγὼ μὲν οὐχ ὁρῶ. τῆς δέ γʼ αἰσχύνης ὅλην ἀναπίμπλησι τὴν πόλιν καὶ τῆς ἀπιστίας. οὔκουν ὅτε πολλῷ μείζονα βλάψει τῶν ὠφελειῶν ὧν ἔχει, προσήκει λελύσθαι παρὰ τοῖσδʼ αὐτόν;3 ἔγωγʼ ἂν φαίην.
雅典的同胞们,你们看,法律规定得多么清楚:除九位执政官外,任何人不得免除战船造充职务。因此,财产不足以承担战船造充职务的人在战时特别征税中作出贡献,而达到承担战船造充职务标准的人则在两方面对你们皆有用处——既承担战船造充,又缴纳战时特别税。那么,列普提涅斯啊,如果你的法律仅仅为一个或两个部落任命一名合唱队赞助人,而该人替代他人服役一次后便可解脱,这又为大众带来了何种减轻呢?我本人是看不出来的。相反,你的法律使整座城邦蒙受耻辱与背信。因此,当该法造成的危害远远大于其所带来的益处时,难道它不应当在这些陪审官面前被废除吗?我本人正是如此主张的。
- 23πότερον κρεῖττον ἦν εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας ὥσπερ τὰς τριηραρχίας, ἢ τοὺς εὐεργέτας ἀφελέσθαι τὰ δοθέντα;
无人称未完成过去时 κρεῖττον ἦν 不带 ἄν,用于表达过去本应如此的适宜性或与事实相反的虚拟语气(“……岂不是更好吗”)。由关联词 πότερον ... ἤ 引出选择性疑问,对比了由不定式短语 εἰς συντέλειαν ἀγαγεῖν 与 τοὺς εὐεργέτας ἀφελέσθαι 所代表的两种做法。
- 28τοῦ τριηραρχίας ἄξιʼ ἔχειν
带冠词不定式短语 τοῦ τριηραρχίας ἄξιʼ ἔχειν 依附于比较级 ἐλάττω,作比较属格或标准属格。ἄξια 是形容词 ἄξιος 的中性复数宾格,作 ἔχειν 的宾语,意为“达到足以承担战船造充职务标准的财产”。
- 28οὔκουν ὅτε πολλῷ μείζονα βλάψει τῶν ὠφελειῶν ὧν ἔχει, προσήκει λελύσθαι παρὰ τοῖσδʼ αὐτόν;
句首的 οὔκουν 引导期待肯定回答的反问句(“难道不理当……吗”)。ὅτε 引导具有因果色彩的从句(“既然/鉴于它将带来远大于……的危害”)。关系代词 ὧν 受其先行词 τῶν ὠφελειῶν 同化而变为属格(原本应为 ἔχει 的宾格 ἅς)。完成时被动不定式 λελύσθαι 作无人称动词 προσήκει 的主语,表示法案被废止的状态。
