- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:155-160
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出莱普提涅斯的法律对索求酬报者施加包括死刑在内的三重惩罚,不仅过分严酷,亦与允许正当防卫杀人的德拉古法失去平衡,敦促陪审官恪守德莫凡托斯誓言,否决此项断绝未来施恩者荣誉的法律。
ὁ τοίνυν νόμος οὗτος ὁ Λεπτίνου, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἀδικεῖ, ὅτι1 τὰς τιμὰς ἀναιρῶν τῶν εὐεργεσιῶν ἀχρεῖον τὴν ἐπιείκειαν τοῖς φιλοτιμεῖσθαι βουλομένοις καθίστησιν, ἀλλʼ ὅτι καὶ παρανομίας δόξαν αἰσχίστην τῇ πόλει καταλείπει. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι τῶν τὰ δεινόταθʼ ἡμᾶς ἀδικούντων ἓν ἑκάστῳ τίμημʼ ὑπάρχει διὰ τὸν νόμον, ὃς διαρρήδην λέγει μηδὲ τίμημʼ ὑπάρχειν ἐπὶ κρίσει πλέον ἢ ἕν, ὁπότερον ἂν τὸ δικαστήριον τιμήσῃ, παθεῖν ἢ ἀποτεῖσαι·2 ἀμφότερα δὲ μὴ ἐξέστω.
雅典的男人们,莱普提涅斯的这部法律不仅在这一方面是不公正的——即通过废除对善行的荣誉,使得公益善举对于那些渴望建功立名的人变得毫无用处——而且还给城邦留下了最可耻的违法恶名。因为你们想必知道,即使对于那些向我们犯下最严重罪行的人,依照法律,每人也仅承担一项刑罚;那部法律明确规定: “审判中的判罚不得超过一项,无论法庭判处哪一项,或受体刑,或纳罚金;不得二者并罚。”
ἀλλʼ οὐχ οὗτος ἐχρήσατο τούτῳ τῷ μέτρῳ, ἀλλʼ ἐάν τις ἀπαιτήσῃ χάριν ὑμᾶς, ἄτιμος ἔστω φησὶ καὶ ἡ οὐσία δημοσία ἔστω. δύο τιμήματα ταῦτα. εἶναι δὲ καὶ ἐνδείξεις καὶ ἀπαγωγάς· ἐὰν δʼ ἁλῷ, ἔνοχος ἔστω τῷ νόμῳ ὃς κεῖται, ἐάν τις ὀφείλων ἄρχῃ τῷ δημοσίῳ. θάνατον λέγει· τοῦτο γάρ ἐστʼ ἐπʼ ἐκείνῳ τοὐπιτίμιον. οὐκοῦν τρία τιμήματα ταῦτα. πῶς οὖν οὐ σχέτλιον καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ χαλεπώτερον εἶναι παρʼ ὑμῖν δόξει χάριν εὖ ποιήσαντʼ ἀπαιτεῖν ἢ τὰ δεινότατʼ ἐργαζόμενον ληφθῆναι;
然而此人却没有采用这一尺度,而是说,如果有人向你们请求酬报,“剥夺其公民权,”他说,“并没收其财产。” 这已经是两项判罚了。 “并得施以告发与解送;若被定罪,当受制于就拖欠国库债务而任官者所设立的法律。” 他指的是死刑,因为那项罪行的刑罚便是死刑。那么这岂不是三项判罚了吗?既然如此,雅典的男人们,如果在你们这里,行善之后请求回报倒显得比犯下最可怕罪行而被捕还要受到更严厉的对待,这怎能不令人痛心与骇异呢?
αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος, καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονικίᾳ καὶ—τὸ λοιπὸν ἐῶ· τοιούτοις δέ τισιν προσέοιχʼ ὁ γράφων χρῆσθαι. ὑμῖν δʼ οὐχὶ πρέπει τὰ τοιαῦτα μιμεῖσθαι, οὐδʼ ἀνάξια φαίνεσθαι φρονοῦντας ὑμῶν αὐτῶν. φέρε γὰρ πρὸς Διός, τί μάλιστʼ ἂν ἀπευξαίμεθα πάντες, καὶ τί μάλιστʼ ἐν ἅπασι διεσπούδασται τοῖς νόμοις; ὅπως μὴ γενήσονται οἱ περὶ ἀλλήλους φόνοι, περὶ ὧν ἐξαίρετος ἡ βουλὴ φύλαξ ἡ ἐν Ἀρείῳ πάγῳ τέτακται.
雅典的男人们,这部法律既可耻又恶劣,充斥着某种嫉妒与争胜之心,以及——其余的我便隐忍不谈了;但立法者似乎正是出于此类心态而行事的。你们绝不应效仿此类行为,也不应显得抱有配不上你们自身的见识。请凭宙斯起誓告诉我,我们所有人最极力祈求免除的是什么?在所有法律中最竭力防范的又是什么?那就是彼此间的杀戮不要发生,关于此事,阿雷奥帕古斯议事会已被指派为特设的卫护者。
ἐν τοίνυν τοῖς περὶ τούτων νόμοις ὁ Δράκων φοβερὸν κατασκευάζων καὶ δεινὸν τό τινʼ αὐτόχειρʼ ἄλλον ἄλλου γίγνεσθαι, καὶ γράφων χέρνιβος εἴργεσθαι τὸν ἀνδροφόνον, σπονδῶν, κρατήρων, ἱερῶν, ἀγορᾶς, πάντα τἄλλα διελθὼν οἷς μάλιστʼ ἄν τινας ᾤετʼ ἐπισχεῖν τοῦ τοιοῦτόν τι ποιεῖν, ὅμως οὐκ ἀφείλετο τὴν τοῦ δικαίου τάξιν,3 ἀλλʼ ἔθηκεν ἐφʼ οἷς ἐξεῖναι ἀποκτιννύναι, κἂν οὕτω τις δράσῃ, καθαρὸν διώρισεν εἶναι. εἶτʼ ἀποκτεῖναι μὲν δικαίως ἔν γε τοῖς παρʼ ὑμῖν νόμοις ἐξέσται, χάριν δʼ ἀπαιτεῖν οὔτε δικαίως οὔθʼ ὁπωσοῦν διὰ τὸν τούτου νόμον;
德拉古在关于这些事项的法律中,虽将一人亲手杀害另一人定为可怕而严重的罪行,并规定杀人者不得接触净水、奠酒、调酒缸、圣所和集市,遍历了他认为最能阻止人们犯下此类罪行的一切措施,然而他并没有取消正当理由的界定,反而规定了在哪些情形下允许杀人,并判定若有人依照这些情形行事,便是清白无罪的。难道在你们现行的法律中尚且允许依正当理由杀人,而由于此人的法律,请求回报却无论依正当理由还是依任何方式都绝不被允许吗?
μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι· μὴ βούλεσθε δοκεῖν πλείω πεποιῆσθαι σπουδὴν ὅπως μηδενὶ τῶν εὖ τι ποιούντων ὑμᾶς χάριν ἐξέσται κομίσασθαι ἢ ὅπως μηδεὶς φόνος ἐν τῇ πόλει γενήσεται· ἀλλʼ ἀναμνησθέντες τῶν καιρῶν, παρʼ οὓς εὖ πεπονθότες εὖ πεποιήκατε τοὺς εὑρομένους, καὶ τῆς Δημοφάντου στήλης περὶ ἧς εἶπε Φορμίων, ἐν ᾗ γέγραπται καὶ ὀμώμοται, ἄν τις ἀμύνων τι πάθῃ τῇ δημοκρατίᾳ, τὰς αὐτὰς δώσειν δωρειὰς4 ἅσπερ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι, καταψηφίσασθε τοῦ νόμου. οὐ γὰρ ἔνεστʼ εὐορκεῖν, εἰ μὴ τοῦτο ποιήσετε.
绝不能如此,雅典的男人们!切莫让人觉得,你们致力于使任何造福你们的人都无法获得酬报的热心,竟超过了致力于使城邦中不再发生凶杀的热心;相反,请回想起你们在危难关头蒙受恩惠后报答那些受赐者的时刻,并回想起福尔米昂所提到的德莫凡托斯石碑——上面铭刻并起誓道,若有人为捍卫民主政体而罹难,城邦将给予其与哈尔摩狄奥斯和阿里斯托革顿相同的赏赐——请投票否决这部法律。因为除非你们这样做,否则便不可能恪守誓言。
παρὰ πάντα δὲ ταῦτʼ ἐκεῖνʼ ἔτʼ ἀκούσατέ μου. οὐκ ἔνι τοῦτον ἔχειν καλῶς τὸν νόμον, ὃς περὶ τῶν παρεληλυθότων καὶ τῶν μελλόντων ταὐτὰ λέγει. μηδένʼ εἶναί φησιν ἀτελῆ πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος. καλῶς. μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι. μηδʼ ἂν τοιοῦτοί τινες γένωνται, Λεπτίνη; εἰ τὰ πρὸ τοῦ κατεμέμφου, τί;μὴ καὶ τὰ μέλλοντʼ ᾔδεις;
除了这一切之外,还请听我再说这一点:这部法律对过去之事与未来之事一概而论,绝不可能是合理的。 “任何人不得享有免税,”他说,“除哈尔摩狄奥斯与阿里斯托革顿的后裔之外。” 很好。 “今后亦不得授予。” 莱普提涅斯啊,即便日后出现这样的人物,也不准授予吗?就算你对从前之事百般指摘,那又怎样,难道你连未来的事情也未卜先知了吗?
- 155τοῦτʼ ἀδικεῖ, ὅτι
τοῦτο 用作 ἀδικεῖ 的内面宾格(或关系宾格),作为后文由两个 ὅτι 引导的并列从句(ὅτι... καθίστησιν 与 ὅτι... καταλείπει)的先行词,意为“犯下……的不义”。
- 155παθεῖν ἢ ἀποτεῖσαι
雅典诉讼法中的经典对举程式。παθεῖν(字面义为“承受”)指体刑、死刑或剥夺公民权等身体惩罚,ἀποτεῖσαι 指缴纳罚金,两不定词与前面的名词 τίμημα 构成同格。
- 158τὴν τοῦ δικαίου τάξιν
字面义为“正当之事的序列/分类”,在此指“正当性的界定”或“法律所认可的正当杀人范畴”,指德拉古虽严惩凶杀,却并未取消正当防卫等合法杀人的例外分类。
- 159ἄν τις ἀμύνων τι πάθῃ τῇ δημοκρατίᾳ, τὰς αὐτὰς δώσειν δωρειὰς
引述石碑上誓言的间接引语。τι πάθῃ(“遭受什么”)是表示阵亡或受害的委婉说法;将来不定词 δώσειν 的隐含主语是雅典城邦,其语法支配依附于前面的 ὀμώμοται(起誓)。
