← 狄摩西尼

驳勒普提奈斯

§147-154

对四位辩护人的驳斥与赏罚原则

演说者指责为该法律辩护的四位辩护人(莱奥达马斯、阿里斯托丰、凯菲索多托斯和代尼亚斯)自相矛盾,并指出他们违反了不得连任辩护人的现行法律,最终以奖善惩恶乃城邦伟大之基石作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§147

οἱ νόμοι δʼ οὐκ ἐῶσι δὶς πρὸς τὸν αὐτὸν περὶ τῶν αὐτῶν1 οὔτε δίκας οὔτʼ εὐθύνας οὔτε διαδικασίαν οὔτʼ ἄλλο τοιοῦτʼ οὐδὲν εἶναι. χωρὶς δὲ τούτων ἀτοπώτατον ἂν πάντων συμβαίη, εἰ τότε μὲν τὰ Χαβρίου παρʼ ὑμῖν ἔργα μεῖζον ἴσχυε τῶν Λεωδάμαντος λόγων, ἐπειδὴ δὲ ταῦτά θʼ ὑπάρχει καὶ τὰ τῶν ἄλλων εὐεργετῶν προσγέγονεν, τηνικαῦτα σύμπαντα ταῦτʼ ἀσθενέστερα τῶν τούτου λόγων γένοιτο.

然而法律并不允许对同一个人就同一事项进行两次诉讼、查账、权益裁决诉讼或任何其他此类程序。除此之外,如果在当时卡布里亚斯的战功在你们面前压倒了莱奥达马斯的言辞,而如今不仅这些战功依然存在,又有其他施恩者的功绩加于其上,此时这一切的总和反倒变得不及此人的言辞更有力量,那将是全天下最荒谬不过的事了。

§148

καὶ μὴν πρός γʼ Ἀριστοφῶντα πολλὰ καὶ δίκαιʼ ἂν ἔχειν εἰπεῖν οἶμαι. οὗτος εὕρετο τὴν δωρειὰν παρʼ ὑμῖν, ἐν ᾗ τοῦτʼ ἐνῆν. καὶ οὐ τοῦτʼ ἐπιτιμῶ· δεῖ γὰρ ἐφʼ ὑμῖν εἶναι διδόναι τὰ ὑμέτερʼ αὐτῶν οἷς ἂν βούλησθε. ἀλλʼ ἐκεῖνό γʼ οὐχὶ δίκαιον εἶναί φημι, τὸ ὅτε μὲν τούτῳ ταῦτʼ ἔμελλεν ὑπάρχειν λαβόντι, μηδὲν ἡγεῖσθαι δεινόν, ἐπειδὴ δʼ ἑτέροις δέδοται, τηνικαῦτʼ ἀγανακτεῖν καὶ πείθειν ὑμᾶς ἀφελέσθαι.

此外,针对阿里斯托丰,我认为自己也有许多公正的话可以说。此人曾从你们那里获得了那项包含了这一免税权的赏赐。我并不指责这一点,因为将你们自己的财物赐给你们愿意给的人,本该由你们决定。但我认为那一点是不公正的:当他自己将要接受并保有这些赏赐时,他并不认为有什么可怕;可一旦赐予了他人,他便愤愤不平,并劝说你们将其夺走。

§149

καὶ μὴν καὶ Γελάρχῳ πέντε τάλαντʼ ἀποδοῦναι γέγραφʼ οὗτος ὡς παρασχόντι τοῖς ἐν Πειραιεῖ τοῦ δήμου, καὶ καλῶς ἐποίει. μὴ τοίνυν ἃ μὲν ἦν ἀμάρτυρα, ταῦτʼ ἐπὶ τῇ τοῦ δήμου προφάσει διὰ σοῦ δεδόσθω,2 ὧν δʼ αὐτὸς ὁ δῆμος μαρτυρίας ἔστησεν ἐν τοῖς ἱεροῖς ἀναγράψας καὶ πάντες συνίσασιν, ταῦτʼ ἀφελέσθαι παραίνει· μηδʼ αὑτὸς φαίνου τά τʼ ὀφειλόμενʼ ὡς ἀποδοῦναι δεῖ γράφων, καὶ ἅ τις παρὰ τοῦ δήμου κεκόμισται, ταῦτʼ ἀφελέσθαι παραινῶν.

再者,此人还曾动议向盖拉尔科斯偿还五塔兰同,理由是他曾向比雷埃夫斯的民众派提供过资助,他这样做是好的。既然如此,请不要让那些毫无凭证的资金以民众为借口经由你而得以拨付,而对于民众自己在神庙中刻石作证且众人皆知的名誉,你却劝说将其夺走;也不要表现为同一个人,一方面动议应当偿还债务,另一方面却劝说夺走他人从民众那里获得的东西。

§150

καὶ μὴν πρός γε Κηφισόδοτον τοσοῦτʼ ἂν εἴποιμι. οὗτός ἐστιν οὐδενὸς ἧττον, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν λεγόντων δεινὸς εἰπεῖν. πολὺ τοίνυν κάλλιον τῇ δεινότητι ταύτῃ χρῆσθαι ἐπὶ τὸ τοὺς ἀδικοῦντας ὑμᾶς κολάζειν ἢ τοὺς ἀγαθοῦ τινὸς αἰτίους ἀδικεῖν. εἰ γὰρ ἀπεχθάνεσθαί τισι δεῖ, τοῖς ἀδικοῦσι τὸν δῆμον, οὐ τοῖς ἀγαθόν τι ποιοῦσιν ἔγωγε νομίζω δεῖν.

再者,针对凯菲索多托斯,我只想说这么多。雅典的男人们,此人在演说家中辩才不亚于任何人。因此,将这种雄辩用于惩治侵害你们的人,远比用于侵害给城邦带来利益的人要崇高得多。因为如果必须与某些人树敌,我认为应当与危害民众的人为敌,而不是与造福民众的人为敌。

§151

πρὸς τοίνυν Δεινίαν· οὗτος ἴσως ἐρεῖ τριηραρχίας αὑτοῦ καὶ λῃτουργίας. ἐγὼ δʼ, εἰ πολλοῦ τῇ πόλει Δεινίας ἄξιον αὑτὸν παρέσχηκεν, ὡς ἔμοιγε δοκεῖ νὴ τοὺς θεούς, μᾶλλον ἂν παραινέσαιμʼ αὑτῷ τινὰ τιμὴν ὑμᾶς ἀξιοῦν δοῦναι ἢ τὰς ἑτέροις πρότερον δοθείσας ἀφελέσθαι κελεύειν· πολὺ γὰρ βελτίονος ἀνδρός ἐστιν ἐφʼ οἷς αὐτὸς εὖ πεποίηκεν ἀξιοῦν τιμᾶσθαι ἢ ἐφʼ οἷς ἕτεροι ποιήσαντες ἐτιμήθησαν φθονεῖν.

至于代尼亚斯,此人也许会提及自己的三列桨座战船指挥以及公共役捐。但如果代尼亚斯向城邦展现出巨大的价值——凭诸神起誓,在我看来确实如此——我宁愿建议他请求你们给予他自己某种荣誉,而不是要求夺走从前赐予他人的荣誉。因为一个高尚得多的人所应当具备的品格,是因自己所行的善事而要求获得荣誉,而不是嫉妒他人因行善而已获得的荣誉。

§152

ὃ δὲ δὴ μέγιστον ἁπάντων καὶ κοινὸν ὑπάρχει κατὰ πάντων τῶν συνδίκων· τούτων πολλάκις εἷς ἕκαστος πρότερόν τισι πράγμασι σύνδικος γέγονεν. ἔστι δὲ καὶ μάλʼ ἔχων νόμος ὑμῖν καλῶς, οὐκ ἐπὶ τούτοις τεθείς, ἀλλʼ ἵνα μὴ τὸ πρᾶγμʼ ὥσπερ ἐργασία τισὶν ᾖ καὶ συκοφαντία, μὴ ἐξεῖναι ὑπὸ τοῦ δήμου χειροτονηθέντα πλεῖν ἢ ἅπαξ συνδικῆσαι.3

而所有理由中最重大的一点,也是适用于所有辩护人的共同事实:他们中的每一个人此前都曾多次在某些案件中担任辩护人。然而你们有一部极好的法律,制定此法并非针对他们,而是为了防止此事成为某些人的谋利营生和诬告手段,该法禁止经民众投票选出的人担任辩护人超过一次。

§153

τοὺς δὴ συνεροῦντας νόμῳ καὶ διδάξοντας ὑμᾶς ὡς ἐπιτήδειός ἐστιν, αὐτοὺς τοῖς ὑπάρχουσι νόμοις δεῖ πειθομένους φαίνεσθαι· εἰ δὲ μή, γελοῖον νόμῳ μὲν συνδικεῖν, νόμον δʼ αὐτοὺς παραβαίνειν ἕτερον. ἀνάγνωθι λαβὼν τὸν νόμον αὐτοῖς ὃν λέγω. ΝΟΜΟΣ. οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παλαιός ἐσθʼ ὁ νόμος καὶ καλῶς ἔχων, ὃν ἐὰν σωφρονῶσι φυλάξονται παραβαίνειν οὗτοι.

因此,那些将要为一项法律辩护并教导你们该法合宜的人,自身必须显出服从现行法律的样子;否则,一面为一部法律辩护,一面自己却违反另一部法律,就太荒唐了。把我说的那部法律拿来读给他们听。 〔法律〕雅典的男人们,这部法律既古老又优良,如果这些人明智的话,就会小心不予以触犯。

§154

ἐγὼ δʼ ἔτι μικρὰ πρὸς ὑμᾶς εἰπὼν καταβήσομαι. ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντας μὲν τοὺς νόμους ὑμῖν, ὡς ἐγὼ νομίζω, σπουδαστέον ὡς κάλλιστʼ ἔχειν,4 μάλιστα δὲ τούτους διʼ ὧν ἢ μικρὰν ἢ μεγάλην ἔστʼ εἶναι τὴν πόλιν. εἰσὶ δʼ οὗτοι τίνες; οἵ τε τοῖς ἀγαθόν τι ποιοῦσι τὰς τιμὰς διδόντες καὶ οἱ τοῖς τἀναντία πράττουσι τὰς τιμωρίας. εἰ γὰρ ἅπαντες ὡς ἀληθῶς τὰς ἐν τοῖς νόμοις ζημίας φοβούμενοι τοῦ κακόν τι ποιεῖν ἀποσταῖεν, καὶ πάντες τὰς ἐπὶ ταῖς εὐεργεσίαις δωρειὰς ζηλώσαντες ἃ χρὴ πράττειν προέλοιντο, τί κωλύει μεγίστην εἶναι τὴν πόλιν καὶ πάντας χρηστοὺς καὶ μηδένʼ εἶναι πονηρόν;

我再对你们讲几句简短的话便退下讲坛。因为,雅典的男人们,依我之见,你们固然应当努力使所有的法律都处于最佳状态,尤其是那些能够决定城邦或渺小或伟大的法律。这些是怎样的法律呢?就是那些向行善之人授予荣誉、向行相反之事的人施加惩罚的法律。因为如果所有人真正畏惧法律中的惩罚而远离作恶,并羡慕对施恩者的赏赐而选择践行应尽之责,那么还有什么能阻碍城邦成为最伟大的城邦、人人成为贤良之士而无一恶人呢?

语法注4 条
  1. 147οὐκ ἐῶσι δὶς πρὸς τὸν αὐτὸν περὶ τῶν αὐτῶν

    表述了“一事不再理”(ne bis in idem)的法律原则:法律不允许“对同一个人就同一事项进行两次”法律追诉。πρὸς τὸν αὐτόν 指诉讼相对方,περὶ τῶν αὐτῶν 指诉讼标的。

  2. 149μὴ τοίνυν ἃ μὲν ἦν ἀμάρτυρα, ταῦτʼ ἐπὶ τῇ τοῦ δήμου προφάσει διὰ σοῦ δεδόσθω

    δεδόσθω 是被动态完成时第三人称单数祈使语气,与 μὴ 连用构成禁止:“切莫让那些……被赋予”。它与下文的 ταῦτʼ ἀφελέσθαι παραίνει(“也不要劝人夺走这些”)形成工整对仗,批判阿里斯托丰的双重标准。

  3. 152μὴ ἐξεῖναι ὑπὸ τοῦ δήμου χειροτονηθέντα πλεῖν ἢ ἅπαξ συνδικῆσαι

    此句是不定式结构(ἐξεῖναι),用以说明法律的内容。分词 χειροτονηθέντα 为阳性单数宾格,与无人称动词 ἐξεῖναι 所支配的不定式 συνδικῆσαι 的未明示主语(泛指任何人)保持性数格一致。

  4. 154πάντας μὲν τοὺς νόμους ὑμῖν, ὡς ἐγὼ νομίζω, σπουδαστέον ὡς κάλλιστʼ ἔχειν

    带有动形容词 σπουδαστέον 的无人称句型。它带有一个动作主体与格 ὑμῖν(“你们应当努力”),并支配宾格加不定式结构 πάντας τοὺς νόμους ... ὡς κάλλιστʼ ἔχειν(πάντας τοὺς νόμους 为不定式 ἔχειν 的逻辑主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:147-154