- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:161-167
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出未来的不可预见性并援引历史教训以批评该法令的僵化,对比了否决与维持该法案的不同后果,最后敦促法庭投票否决该法以维护正义与城邦信誉,从而结束演说。
ὅτι νὴ Δία πόρρω τοῦ τι τοιοῦτον νῦν ἐλπίζειν ἐσμέν.1 καὶ εἴημέν γʼ, ὦ ἄνδρες Ἀθηναῖοι· ἀλλὰ χρή γʼ ἀνθρώπους ὄντας τοιαῦτα καὶ λέγειν καὶ νομοθετεῖν οἷς μηδεὶς ἂν νεμεσήσαι, καὶ τἀγαθὰ μὲν προσδοκᾶν καὶ τοῖς θεοῖς εὔχεσθαι διδόναι, πάντα δʼ ἀνθρώπινʼ ἡγεῖσθαι. οὐδὲ γὰρ ἂν Λακεδαιμόνιοί ποτʼ ἤλπισαν εἰς τοιαῦτα πράγματʼ ἀφίξεσθαι, οὐδέ γʼ ἴσως Συρακόσιοι, τὸ πάλαι δημοκρατούμενοι καὶ φόρους Καρχηδονίους πραττόμενοι καὶ πάντων τῶν περὶ αὑτοὺς ἄρχοντες καὶ ναυμαχίᾳ νενικηκότες ἡμᾶς, ὑφʼ ἑνὸς γραμματέως, ὃς ὑπηρέτης ἦν, ὥς φασι, τυραννήσεσθαι.
“凭宙斯起誓,因为我们如今距离预料任何此类灾祸还相差甚远!”但愿我们确实如此,雅典的男人们;然而作为凡人,所言所立之法本应当使任何人无可指摘,在指望吉祥并祈求诸神赐予善果的同时,也应将一切事物视为变幻莫测的人事。因为拉刻代蒙人当初决未料到自己会陷入这般田地;叙拉古人恐怕也同样未曾预料——他们从前实行民主制,向迦太基人征收贡税,统治着周围所有的部族,并在海战中击败过我们——竟会沦落到受制于一个书记员的僭主统治之下,据说那人曾不过是个仆役。
οὐδέ γʼ ὁ νῦν ὢν Διονύσιος ἤλπισεν ἄν ποτʼ ἴσως πλοίῳ στρογγύλῳ καὶ στρατιώταις ὀλίγοις Δίωνʼ ἐλθόντʼ ἐφʼ αὑτὸν ἐκβαλεῖν τὸν τριήρεις πολλὰς καὶ ξένους καὶ πόλεις κεκτημένον.2 ἀλλʼ, οἶμαι, τὸ μέλλον ἄδηλον πᾶσιν ἀνθρώποις, καὶ μικροὶ καιροὶ μεγάλων πραγμάτων αἴτιοι γίγνονται. διὸ δεῖ μετριάζειν ἐν ταῖς εὐπραξίαις καὶ προορωμένους τὸ μέλλον φαίνεσθαι.
现今在位的狄奥尼修斯恐怕也决未料到,拥有众多三列桨座战船、雇佣军以及诸多城邦的他,竟然会被仅率领一艘商船和少数士兵前来的狄翁赶下台去。然而在我看来,未来对所有人都是不可预知的,微小的契机往往会酿成巨大的事变。因此,在顺境中应当保持谦逊克制,并表现出对未来的远见。
πολλὰ δʼ ἄν τις ἔχοι λέγειν ἔτι καὶ διεξιέναι περὶ τοῦ μηδαμῇ μηδὲ καθʼ ἓν τοῦτον ἔχειν καλῶς τὸν νόμον μηδὲ συμφέρειν ὑμῖν· ἀλλʼ ἵνʼ ἐν κεφαλαίῳ τοῦτο μάθητε κἀγὼ παύσωμαι λέγων, τάδε ποιήσατε· σκέψασθε παρʼ ἄλληλα καὶ λογίσασθε πρὸς ὑμᾶς αὐτοὺς τί συμβήσεται καταψηφισαμένοις ὑμῖν τοῦ νόμου καὶ τί μή· εἶτα φυλάττετε καὶ μέμνησθʼ ἃν ὑμῖν ἐξ ἑκατέρου φανῇ, ἵνʼ ἕλησθε τὰ κρείττω.
关于这部法律无论在哪一方面、无论在哪一点上都毫无可取之处,也绝不合乎你们的利益,人们本还可以陈述并详加剖析许多道理;然而为了让你们能概括地领会这一点,也为了让我结束发言,请你们照这样做:请相互对比并独自推算一下,如果你们投票否决这部法律将会产生什么结果,如果不否决又将如何;然后谨记并保留从这两种结局中向你们显明的一切,以便你们选取更好的道路。
ἂν μὲν τοίνυν καταψηφίσησθε, ὥσπερ ἡμεῖς κελεύομεν, οἱ μὲν ἄξιοι παρʼ ὑμῶν τὰ δίκαιʼ ἕξουσιν, εἰ δέ τις ἔστʼ ἀνάξιος, ὡς ἔστω, πρὸς τῷ τὴν δωρειὰν ἀφαιρεθῆναι δίκην ἣν ἂν ὑμῖν δοκῇ δώσει κατὰ τὸν παρεισενηνεγμένον νόμον· ἡ δὲ πόλις πιστή, δικαία, πρὸς ἅπαντας ἀψευδὴς φανήσεται. ἐὰν δʼ ἀποψηφίσησθε, ὃ μὴ ποιήσαιτε, οἱ μὲν χρηστοὶ διὰ τοὺς φαύλους ἀδικήσονται, οἱ δʼ ἀνάξιοι συμφορᾶς ἑτέροις αἴτιοι γενήσονται, δίκην δʼ οὐδʼ ἡντινοῦν αὐτοὶ δώσουσιν, ἡ δὲ πόλις τἀναντίʼ ὧν εἶπον ἀρτίως, δόξει ἄπιστος, φθονερά, φαύλη παρὰ πᾶσιν εἶναι.
如果你们正如我们所恳请的那样投票否决,配享者将从你们这里保留应得的权益,而假如有任何人不配享有——姑且假定确有其人——那么除了被剥夺该项赏赐之外,他还将依照替代提出的修正案法律,接受你们认为恰当的惩处;城邦也将向所有人展现出信实、公正与毫无欺诈的形象。但如果你们投票维持它——愿你们决不要这样做——善良之人将因卑鄙之徒而蒙冤受害,不配享有者将成为他人灾祸的根源,自己却无须承担任何惩罚;而城邦将与我刚才所说的截然相反,在所有人眼中显得不可信赖、心怀嫉妒且卑鄙下劣。
οὔκουν ἄξιον, ὦ ἄνδρες Ἀθηναῖοι, τοσαύτην βλασφημίαν ἀντὶ καλῶν καὶ προσηκόντων ὑμῖν ἀγαθῶν ἑλέσθαι. καὶ γὰρ ἕκαστος ὑμῶν ἰδίᾳ μεθέξει τῆς δόξης τῶν κοινῇ γνωσθέντων. οὐ γὰρ ἀγνοεῖ τοῦτʼ οὐδεὶς οὔτε τῶν περιεστηκότων οὔτε τῶν ἄλλων, ὅτι ἐν μὲν τῷ δικαστηρίῳ Λεπτίνης πρὸς ἡμᾶς ἀγωνίζεται, ἐν δὲ τῇ τῶν καθημένων ὑμῶν ἑνὸς ἑκάστου γνώμῃ φιλανθρωπία πρὸς φθόνον καὶ δικαιοσύνη πρὸς κακίαν καὶ πάντα τὰ χρηστὰ πρὸς τὰ πονηρότατʼ ἀντιτάττεται.
因此,雅典的男人们,绝不应当选择如此巨大的恶名,来取代配得上你们的光荣与良善。因为你们每个人都将单独分担公意决断所带来的名声。因为无论在周围的围观者中还是在其他人当中,绝无人不知晓:在法庭上,莱普提涅斯是在与我们抗争;但在坐在这里的你们每个人的心灵深处,仁爱正与嫉妒对峙,正义正与邪恶交锋,一切良善的品德正与最恶劣的行径列阵相敌。
ὧν τοῖς βελτίοσι πειθόμενοι καὶ κατὰ ταὔθʼ ἡμῖν θέμενοι τὴν ψῆφον, αὐτοί θʼ ἃ προσήκει δόξετʼ ἐγνωκέναι, καὶ τῇ πόλει τὰ κράτιστʼ ἔσεσθʼ ἐψηφισμένοι, κἄν τις ἄρʼ ἔλθῃ ποτὲ καιρός, οὐκ ἀπορήσετε τῶν ἐθελησόντων ὑπὲρ ὑμῶν κινδυνεύειν. ὑπὲρ οὖν τούτων ἁπάντων οἶμαι δεῖν ὑμᾶς σπουδάζειν καὶ προσέχειν τὸν νοῦν, ὅπως μὴ βιασθῆθʼ ἁμαρτάνειν. πολλὰ γὰρ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πολλάκις οὐκ ἐδιδάχθηθʼ ὡς ἔστι δίκαια, ἀλλʼ ἀφῃρέθηθʼ ὑπὸ τῆς τῶν λεγόντων κραυγῆς καὶ βίας καὶ ἀναισχυντίας.
只要顺从其中更为优越的力量,并与我们站在一起投下选票,你们自己就将被认为作出了应有的裁决,为城邦投下了最有利的一票;日后若遇危急关头,你们也绝不会缺少甘愿为你们冒险效命之人。因此,为了这一切,我认为你们必须全力以赴,集中注意力,以免被迫陷入过失。因为,雅典的男人们,许多事情你们常常不是被晓谕其为正义,而是被演说家们的叫嚣、强横与不知廉耻夺走的。
ὃ μὴ πάθητε νῦν· οὐ γὰρ ἄξιον. ἀλλʼ ἃ δίκαιʼ ἐγνώκατε, ταῦτα φυλάξατε καὶ μνημονεύετε, ἕως ἂν ψηφίσησθε, ἵνʼ εὔορκον θῆσθε τὴν ψῆφον κατὰ τῶν τὰ πονηρὰ συμβουλευόντων. θαυμάζω δʼ ἔγωγε, εἰ τοῖς μὲν τὸ νόμισμα διαφθείρουσιν θάνατος παρʼ ὑμῖν ἐστιν ἡ ζημία, τοῖς δʼ ὅλην τὴν πόλιν κίβδηλον καὶ ἄπιστον ποιοῦσι λόγον δώσετε.3 οὐ δή πού γʼ, ὦ Ζεῦ καὶ θεοί. οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.
切莫在当下重蹈覆辙;因为这配不上你们。相反,凡你们所断定为正义的,请恪守并铭记于心,直到你们投下选票,以便针对那些进献谗言之人投出合乎誓言的一票。然而我深感怪异的是:如果对于伪造钱币者,在你们这里适用的刑罚是死刑,难道对于使整个城邦变得虚假与不可信赖的人,你们反倒要倾听其辩解吗?凭宙斯与诸神起誓,决不能如此! 我不知道还有什么需要多说的了;因为我认为,对于所陈述的一切,你们绝无任何不明之处。
- 161ὅτι νὴ Δία πόρρω τοῦ τι τοιοῦτον νῦν ἐλπίζειν ἐσμέν
这里的 ὅτι 引出预想中对方的抗辩(假托答辩,hypophora)。承接上一节末尾的质问(“难道你连未来的事情也未卜先知了吗?”),代表对手预期的反驳:“[因为他会说,]‘凭宙斯起誓,因为我们如今距离预料任何此类灾祸还相差甚远!’”。按照修辞惯例,此处省略了表示“他会说”等主句动词。
- 162Δίωνʼ ἐλθόντʼ ἐφʼ αὑτὸν ἐκβαλεῖν τὸν τριήρεις πολλὰς καὶ ξένους καὶ πόλεις κεκτημένον
在依赖 ἤλπισεν ἄν 的对格与不定式结构中,不定式 ἐκβαλεῖν(“驱逐、赶下台”)的逻辑主语是带有分词 ἐλθόντα 的对格 Δίωνα(狄翁),而宾语则是被隔开的冠词分词短语 τὸν ... κεκτημένον(“拥有众多战船……的人”,指狄奥尼修斯自身)。主语与宾语在不定式前后形成了大幅度的倒装(hyperbaton),极大地凸显了狄翁兵力微弱与僭主势力庞大之间的悬殊对比。
- 167θαυμάζω δʼ ἔγωγε, εἰ τοῖς μὲν τὸ νόμισμα διαφθείρουσιν θάνατος παρʼ ὑμῖν ἐστιν ἡ ζημία, τοῖς δʼ ὅλην τὴν πόλιν κίβδηλον καὶ ἄπιστον ποιοῦσι λόγον δώσετε
在表达惊诧情感的动词 θαυμάζω 之后由 εἰ 引导的从句,是古典希腊语中表示对既成事实感到愤慨或不可置信的标准惯用法(“如果……我深感诧异/难以置信”)。此外,短语 λόγον δώσετε 字面意为“给予发言机会”,在此语境中引申为“倾听其申辩”或“予以斟酌/理会”。
