- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:140-146
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐明雅典历来远离嫉妒并重视表彰善功的美德,指出追诉时效届满使莱普提涅斯免受人身处罚风险并劝其放弃固执,进而开始驳斥该法的数位官方辩护人。
ἔστι δὲ πάντα μὲν ὡς ἔπος εἰπεῖν ὀνείδη φευκτέον, τοῦτο δὲ πάντων μάλιστʼ, ὦ ἄνδρες Ἀθηναῖοι. διὰ τί; ὅτι παντάπασι φύσεως κακίας σημεῖόν ἐστιν ὁ φθόνος, καὶ οὐκ ἔχει πρόφασιν διʼ ἣν ἂν τύχοι συγγνώμης ὁ τοῦτο πεπονθώς. εἶτα καὶ οὐδʼ ἔστιν ὄνειδος ὅτου πορρώτερόν ἐσθʼ ἡμῶν ἡ πόλις ἢ τοῦ φθονερὰ δοκεῖν εἶναι, ἁπάντων ἀπέχουσα τῶν αἰσχρῶν.
雅典的男人们,可以说所有的耻辱都应当避免,而这一耻辱尤甚于一切。为什么?因为嫉妒完全是生性卑劣的标志,染上此病者没有任何可以获得宽恕的借口。再者,对于我们这座远离一切可耻之事的城邦而言,也没有任何耻辱比显得心怀嫉妒更为遥远了。
τεκμήρια δʼ ἡλίκα τούτου θεωρήσατε. πρῶτον μὲν μόνοι τῶν πάντων ἀνθρώπων ἐπὶ τοῖς τελευτήσασι δημοσίᾳ ποιεῖτε λόγους ἐπιταφίους, ἐν οἷς κοσμεῖτε τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἔργα. καίτοι τοῦτʼ ἔστι τοὐπιτήδευμα ζηλούντων ἀρετήν, οὐ τοῖς ἐπὶ ταύτῃ τιμωμένοις φθονούντων. εἶτα μεγίστας δίδοτʼ ἐκ παντὸς τοῦ χρόνου δωρειὰς τοῖς τοὺς γυμνικοὺς νικῶσιν ἀγῶνας τοὺς στεφανίτας, καὶ οὐχ, ὅτι τῇ φύσει τούτων ὀλίγοις μέτεστιν, ἐφθονήσατε τοῖς ἔχουσιν, οὐδʼ ἐλάττους ἐνείματε τὰς τιμὰς διὰ ταῦτα. πρὸς δὲ τούτοις τοιούτοις οὖσιν οὐδεὶς πώποτε τὴν πόλιν ἡμῶν εὖ ποιῶν δοκεῖ νικῆσαι· τοσαύτας ὑπερβολὰς τῶν δωρειῶν αἷς ἀντʼ εὖ ποιεῖ, παρέσχηται.
请看关于这一点的证据何其宏大。首先,在全人类中,唯独你们公开为死者举行葬礼演说,在演说中赞美勇士们的伟绩。然而,这正是效法卓越品德之人的习惯,而不是嫉妒因德受赏之人的行为。其次,自古以来,你们向赢得冠冕比赛的体育竞技优胜者授予最崇高的赏赐,并没有因为本性上只有少数人享有这些而嫉妒拥有者,也没有因此减少给予的荣誉。此外,除了这些事实之外,从未有人在施恩方面被认为战胜了我们的城邦;她在报答恩惠时所提供的超出限度的重赐是如此巨大。
ἔστι τοίνυν πάντα ταῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δικαιοσύνης, ἀρετῆς, μεγαλοψυχίας ἐπιδείγματα. μὴ τοίνυν διʼ ἃ πάλαι παρὰ πάντα τὸν χρόνον ἡ πόλις εὐδοξεῖ, ταῦτʼ ἀνέλητε νῦν· μηδʼ ἵνα Λεπτίνης ἰδίᾳ τισίν, οἷς ἀηδῶς ἔχει, ἐπηρεάσῃ, τῆς πόλεως ἀφέλησθε καὶ ὑμῶν αὐτῶν ἣν διὰ παντὸς ἀεὶ τοῦ χρόνου δόξαν κέκτησθε καλήν· μηδʼ ὑπολαμβάνετʼ εἶναι τὸν ἀγῶνα τόνδʼ ὑπὲρ ἄλλου τινὸς ἢ τοῦ τῆς πόλεως ἀξιώματος, πότερον αὐτὸ δεῖ σῶν εἶναι καὶ ὅμοιον τῷ προτέρῳ, ἢ μεθεστάναι καὶ λελυμάνθαι.
雅典的男人们,所有这些都是正义、卓越和宽宏大度的例证。因此,切勿在如今废除城邦历来享誉万世的事物;也不要因莱普提涅斯要对某些他所不快的人泄私愤,就从城邦和你们自己身上夺去历代所赢得的美名;亦不要以为这场诉讼是为了别的什么,而正是为了城邦的尊严——是应当让它完好无损且与往昔相同,还是让它面目全非且遭受败坏。
πολλὰ δὲ θαυμάζων Λεπτίνου κατὰ τὸν νόμον, ἓν μάλιστα τεθαύμακα πάντων, εἰ ἐκεῖνʼ ἠγνόηκεν, ὅτι ὥσπερ ἂν εἴ τις μεγάλας τὰς τιμωρίας τῶν ἀδικημάτων τάττοι, οὐκ ἂν αὐτός γʼ ἀδικεῖν παρεσκευάσθαι δόξαι, οὕτως, ἄν τις ἀναιρῇ τὰς τιμὰς τῶν εὐεργεσιῶν, οὐδὲν αὐτὸς ποιεῖν ἀγαθὸν παρεσκευάσθαι δόξει.1 εἰ μὲν τοίνυν ἠγνόησε ταῦτα (γένοιτο γὰρ ἂν καὶ τοῦτο), αὐτίκα δηλώσει· συγχωρήσεται γὰρ ὑμῖν λῦσαι περὶ ὧν αὐτὸς ἥμαρτεν. εἰ δὲ φανήσεται σπουδάζων καὶ διατεινόμενος κύριον ποιεῖν τὸν νόμον, ἐγὼ μὲν οὐκ ἔχω πῶς ἐπαινέσω, ψέγειν δʼ οὐ βούλομαι.
就莱普提涅斯的这条法律而言,我对他有诸多诧异之处,而其中最使我诧异的,乃是他是否未能认识到这一点:正如一个人若是对罪行规定重罚,他自己绝不会显得准备去犯罪;同样地,一个人若是废除对恩惠的荣誉,他自己也将显得不准备做任何好事。如果他确实不知道这些(因为这也是可能的),他马上就会表明出来;因为关于他自己失误的地方,他会同意你们予以废除。但若他显得热衷并极力坚持使该法律生效,我本人不知该如何称赞他,但也不愿加以谴责。
μηδὲν οὖν φιλονίκει, Λεπτίνη, μηδὲ βιάζου τοιοῦτον διʼ οὗ μήτʼ αὐτὸς δόξεις βελτίων εἶναι μήθʼ οἱ πεισθέντες σοι, ἄλλως τε καὶ γεγενημένου σοι τοῦ ἀγῶνος ἀκινδύνου. διὰ γὰρ τὸ τελευτῆσαι Βάθιππον τὸν τουτουὶ πατέρʼ Ἀψεφίωνος, ὃς αὐτὸν ἔτʼ ὄνθʼ ὑπεύθυνον ἐγράψατο, ἐξῆλθον οἱ χρόνοι,2 καὶ νυνὶ περὶ αὐτοῦ τοῦ νόμου πᾶς ἐσθʼ ὁ λόγος, τούτῳ δʼ οὐδείς ἐστι κίνδυνος.
因此,莱普提涅斯,切莫好胜争强,也不要强推这样一桩既不会让你自己、也不会让听从你的人显得更为高尚的事情,尤其是因为这场诉讼对你而言已经毫无风险。因为曾经在他仍需承担个人责任时起诉他的、此处阿普塞菲翁的父亲巴提波斯去世,法定期限已经过去,如今所有的论辩纯粹是针对法律本身,而对这个人而言没有任何危险。
καίτοι καὶ τοῦτʼ ἀκούω σε λέγειν, ὡς ἄρα τρεῖς σέ τινες γραψάμενοι πρότεροι τοῦδε οὐκ ἐπεξῆλθον. εἰ μὲν τοίνυν ἐγκαλῶν αὐτοῖς λέγεις ὅτι σʼ οὐ κατέστησαν εἰς κίνδυνον, φιλοκινδυνότατος πάντων ἀνθρώπων εἶ· εἰ δὲ τεκμήριον ποιεῖ τοῦ τὰ δίκαιʼ εἰρηκέναι, λίαν εὔηθες ποιεῖς. τί γὰρ εἵνεκα τούτου βελτίων ἔσθʼ ὁ νόμος, εἴ τις ἢ τετελεύτηκε τῶν γραψαμένων πρὶν εἰσελθεῖν, ἢ πεισθεὶς ὑπὸ σοῦ διεγράψατο,3 ἢ καὶ ὅλως ὑπὸ σοῦ παρεσκευάσθη; ἀλλὰ ταῦτα μὲν οὐδὲ λέγειν καλόν.
然而我还听你说,在此人之前起诉你的三个人竟然没有把诉讼追究到底。如果你说这话是指责他们没有将你置于危险之中,那你便是全人类中最喜爱冒险的人;但如果你把这当作你所言正当的证据,你的做法就极其愚蠢了。因为起诉者中有人在出庭前就已去世,或者被你说服而撤销了起诉,抑或甚至完全被你暗中收买,该法律难道就会因此而变得稍好一些吗?然而说出这些事情本身都是不光彩的。
ᾕρηνται δὲ τῷ νόμῳ σύνδικοι καὶ μάλισθʼ οἱ δεινοὶ λέγειν ἄνδρες, Λεωδάμας Ἀχαρνεὺς καὶ Ἀριστοφῶν Ἁζηνιεὺς καὶ Κηφισόδοτος ἐκ Κεραμέων καὶ Δεινίας Ἑρχιεύς. ἃ δὴ πρὸς τούτους ὑπολαμβάνοιτʼ ἂν εἰκότως, ἀκούσατε, καὶ σκοπεῖτʼ ἂν ὑμῖν δίκαια φαίνηται. πρῶτον μὲν πρὸς Λεωδάμαντα. οὗτος ἐγράψατο τὴν Χαβρίου δωρειάν, ἐν ᾗ τοῦτʼ ἔνεστιν τὸ τῆς ἀτελείας τῶν ἐκείνῳ τι δοθέντων, καὶ πρὸς ὑμᾶς εἰσελθὼν ἡττήθη·
此外,已被选定为该法律辩护的辩护人,尤其是那些能言善辩之士,有阿哈尔奈的莱奥达马斯、阿泽尼亚的阿里斯托丰、凯拉梅斯区的凯菲索多托斯以及埃尔基亚的代尼亚斯。请听听理所当然可以用来反驳他们的话,并考量这些对你们而言是否显得公正。首先针对莱奥达马斯:此人曾对卡布里亚斯的赏赐提起公诉——赐予其酬赏中的免税权便包含在其中——他在来到你们法庭后败诉了;
- 143ὥσπερ ἂν εἴ τις μεγάλας τὰς τιμωρίας τῶν ἀδικημάτων τάττοι, οὐκ ἂν αὐτός γʼ ἀδικεῖν παρεσκευάσθαι δόξαι, οὕτως, ἄν τις ἀναιρῇ τὰς τιμὰς τῶν εὐεργεσιῶν, οὐδὲν αὐτὸς ποιεῖν ἀγαθὸν παρεσκευάσθαι δόξει.
前半的比较从句(ὥσπερ ἂν εἴ...)采用了带 ἄν 的希求法潜在条件结构(τάττοι ... οὐκ ἂν ... δόξαι),而由 οὕτως 引出的后半主句则转换为 ἄν + 虚拟法搭配将来时直陈式(ἀναιρῇ ... δόξει)的预定条件句。前者提出一种普遍性的假设类比,后者则直接推导莱普提涅斯当下的废赏行为所必然带来的定论。
- 144ἐξῆλθον οἱ χρόνοι
雅典法律中指追诉时效(prothesmia)届满的专门惯用语。在违宪/不当立法公诉中,立法提案人在通过后的一年内须承担个人刑事责任(hypeuthynos);满一年后,审理对象仅限法律本身是否应当废除,提案人不再面临个人人身惩罚风险(ἀκίνδυνος)。
- 145διεγράψατο
中动语态的司法术语,指原告向法官申请撤回起诉,从而将案由从公诉名册中注销。主动语态 διαγράφω 通常指审判官或行政官注销/驳回诉讼,而中动语态 διαγράφομαι 则专门表示起诉人自身“撤回起诉”的手续。
