← 狄摩西尼

驳勒普提奈斯

§133-139

卡布里亚斯的荣誉与对受益人的个案审理

演说者指出,假借奴隶出身的代理保护人为由剥夺功臣卡布里亚斯的荣誉是极其荒谬的,并警告雅典人不可犯下欺骗恩人的耻辱,尤其考虑到城邦自身有一条将欺骗民众者处以死刑的古老法律。他主张,若有任何不称职的受益人,应当依据替代法律逐一提起公诉并接受审判,而一揽子取消特权只会被世人视为出于嫉妒而非匡扶正义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§133

πῶς γὰρ οὐχὶ καὶ κατὰ τοῦτο δεινότατʼ ἂν πεπονθὼς ὁ Χαβρίας φανείη, εἰ μὴ μόνον ἐξαρκέσει τοῖς τὰ τοιαῦτα πολιτευομένοις τὸν ἐκείνου δοῦλον Λυκίδαν πρόξενον ὑμέτερον πεποιηκέναι, ἀλλʼ εἰ διὰ τοῦτον πάλιν καὶ τῶν ἐκείνῳ τι δοθέντων ἀφέλοιντο, καὶ ταῦτʼ αἰτίαν λέγοντες ψευδῆ; οὐ γάρ ἐστιν οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς πρόξενος ὢν ἀτελής, ὅτῳ μὴ διαρρήδην ἀτέλειαν ἔδωκεν ὁ δῆμος. τούτοις δʼ οὐ δέδωκεν, οὐδʼ ἕξουσιν οὗτοι δεικνύναι, λόγῳ δʼ ἂν ἀναισχυντῶσιν, οὐχὶ καλῶς ποιήσουσιν.

因为如果在这一方面,那些从事此类政务的人不仅不以将卡布里亚斯从前的奴隶吕基达斯立为你们的代理保护人为满足,反而由于此人又企图剥夺赐予卡布里亚斯的某份酬赏,而且是在提出虚假借口的情况下这么做,那卡布里亚斯岂不是显得遭受了极度不公的待遇吗?因为无论是这个人还是任何其他身为代理保护人的人,除非民众明确授予免除权,否则概不享有免除权。而对这些人,民众从未授予过,他们也无法出示凭证;如果他们在言语上厚颜无耻,那是极不妥当的。

§134

ὃ τοίνυν μάλιστα πάντων οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φυλάξασθαι, τοῦτʼ εἰπεῖν ἔτι βούλομαι. εἰ γάρ τις πάνθʼ ὅσα Λεπτίνης ἐρεῖ περὶ τοῦ νόμου διδάσκων ὑμᾶς ὡς καλῶς κεῖται, συγχωρήσειεν ἀληθῆ λέγειν αὐτόν, ἕν γʼ αἰσχρὸν οὐδʼ ἂν εἴ τι γένοιτʼ ἀναιρεθείη, ὃ συμβήσεται διὰ τοῦ νόμου κυρίου γενομένου τῇ πόλει. τί οὖν τοῦτʼ ἔστιν;

雅典的男人们,在我看来你们最应当警惕的事,我现在还想予以陈说。因为即便有人承认,莱普提涅斯就该法律所说以向你们阐明其制定得当的一切都是真话,但无论如何也无法消除那唯一一件可耻之事,即通过该法律获得效力而将降临于城邦的恶名。那么,这究竟是什么呢?

§135

τὸ δοκεῖν ἐξηπατηκέναι τοὺς ἀγαθόν τι ποιήσαντας. ὅτι μὲν τοίνυν τοῦθʼ ἕν τι τῶν αἰσχρῶν ἐστιν πάντας ἂν ἡγοῦμαι φῆσαι, ὅσῳ δʼ ὑμῖν αἴσχιον τῶν ἄλλων, ἀκούσατέ μου. ἔστιν ὑμῖν νόμος ἀρχαῖος, τῶν καλῶς δοκούντων ἔχειν, ἄν τις ὑποσχόμενός τι τὸν δῆμον ἐξαπατήσῃ, κρίνειν, κἂν ἁλῷ, θανάτῳ ζημιοῦν. εἶτʼ οὐκ αἰσχύνεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ἐφʼ ᾧ τοῖς ἄλλοις θάνατον ζημίαν ἐτάξατε, τοῦτʼ αὐτοὶ ποιοῦντες φανήσεσθε; καὶ μὴν πάντα μὲν εὐλαβεῖσθαι δεῖ ποιεῖν τὰ δοκοῦντα καὶ ὄντʼ αἰσχρά, μάλιστα δὲ ταῦτʼ ἐφʼ οἷς τοῖς ἄλλοις χαλεπῶς τις ἔχων ὁρᾶται· οὐδὲ γὰρ ἀμφισβήτησις καταλείπεται τὸ μὴ ταῦτα ποιεῖν1 ἃ πονήρʼ αὐτὸς ἔκρινεν εἶναι πρότερον.

那就是显得欺骗了那些对城邦立下善功之人。对于这是一件可耻之事,我认为所有人都会承认;但对于这在你们身上比在他人身上还要可耻多少,请听我说。你们有一条古老的法律,属于被公认为优良的法律之一:凡许诺某事而欺骗民众者,将受到审判,若被定罪,处以死刑。那么,雅典的男人们,当你们被发现自己正在做着你们对他人规定为死刑之罪的事情时,难道不感到羞耻吗?确实,凡是看起来可耻且实际上可耻的事,人都必须谨防去犯,但尤其要警惕那些被人看见因之而严厉对待他人的事;因为对于自己正在做此前亲自断定为邪恶的事这一事实,连狡辩的余地都不会剩下。

§136

ἔτι τοίνυν ὑμᾶς κἀκεῖνʼ εὐλαβεῖσθαι δεῖ, ὅπως μηδὲν ὧν ἰδίᾳ φυλάξαισθʼ ἄν, τοῦτο δημοσίᾳ ποιοῦντες φανήσεσθε. ὑμῶν τοίνυν οὐδʼ ἂν εἷς οὐδὲν ὧν ἰδίᾳ τινὶ δοίη, τοῦτʼ ἀφέλοιτο πάλιν, ἀλλʼ οὐδʼ ἐπιχειρήσειεν ἄν. μὴ τοίνυν μηδὲ δημοσίᾳ τοῦτο ποιήσητε, ἀλλὰ κελεύετε τούτους τοὺς ἐροῦντας ὑπὲρ τοῦ νόμου, εἴ τινα τῶν εὑρημένων τὴν δωρειὰν ἀνάξιον εἶναί φασιν ἢ μὴ πεποιηκότʼ ἐφʼ οἷς εὕρετʼ ἔχειν, ἢ ἄλλʼ ὁτιοῦν ἐγκαλοῦσίν τινι, γράφεσθαι κατὰ τὸν νόμον ὃν παρεισφέρομεν νῦν ἡμεῖς, ἢ θέντων ἡμῶν, ὥσπερ ἐγγυώμεθα καὶ φαμὲν θήσειν, ἢ θέντας αὐτούς,2 ὅταν πρῶτον γένωνται νομοθέται. ἔστι δʼ ἑκάστῳ τις αὐτῶν, ὡς ἔοικεν, ἐχθρός, τῷ μὲν Διόφαντος, τῷ δʼ Εὔβουλος, τῷ δʼ ἴσως ἄλλος τις.

此外,你们还必须警惕,切勿在公共事务中被发现做任何你们在私生活中都会加以防范的事。你们当中没有任何一个人会把私下送给别人的东西再夺回来,甚至连尝试都不会去尝试。因此,在公共事务中也绝不要做这种事,而是命令那些要为该法律辩护的人:如果他们声称获得赏赐者中有谁是不相配的,或者没有做出获得该项赏赐所依据的功绩却占有之,抑或他们对任何人有任何其他指控,就让他们依照我们现在所附带提出的替代法律提起公诉——或者在我们通过该法之后(正如我们担保并承诺将要通过的那样),或者在他们自己通过该法之后(当首次任命立法委员会时)。而且他们每个人似乎都有一个私敌:有的敌对狄奥梵托斯,有的敌对欧布洛斯,有的或许敌对其他人。

§138

εἰ δὲ τοῦτο φεύξονται καὶ μὴ ʼθελήσουσι ποιεῖν, σκοπεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ καλῶς ὑμῖν ἔχει, ἃ τούτων ἕκαστος ὀκνεῖ τοὺς ἐχθροὺς ἀφαιρούμενος ὀφθῆναι, ταῦθʼ ὑμᾶς τοὺς εὐεργέτας ἀφῃρημένους φαίνεσθαι, καὶ τοὺς εὖ τι πεποιηκότας ὑμᾶς, οἷς οὐδεὶς ἂν ἐγκαλέσαι, νόμῳ τὰ δοθέντʼ ἀπολωλεκέναι διʼ ὑμῶν ἁθρόους, παρόν,3 εἴ τις ἄρʼ ἐστὶν ἀνάξιος, εἷς ἢ δύʼ ἢ πλείους, γραφῇ διὰ τούτων ταὐτὸ τοῦτο παθεῖν κατʼ ἄνδρα κριθέντας. ἐγὼ μὲν γὰρ οὐχ ὑπολαμβάνω ταῦτα καλῶς ἔχειν οὐδέ γʼ ἀξίως ὑμῶν.

如果他们回避这一点且不愿照此实行,雅典的男人们,请考虑这对你们是否合适:这些人中每个人顾忌被人看见亲自剥夺私敌的东西,却要由你们出面显得剥夺了恩人的东西;并且,那些曾为你们立下善功、无人能够加以指责的人,竟然因为你们的缘故而通过一条法律被一网打尽地剥夺了所赐予的报偿,而在明明可能的情况下——若是真有一两个或更多不相配的人,完全可以通过这些人提起公诉,在经过逐一审判后让他们遭受同样的惩处。就我而言,我认为这既不妥当,也绝不配于你们。

§139

Καὶ μὴν οὐδʼ ἐκείνου γʼ ἀποστατέον τοῦ λόγου, ὅτι τῆς μὲν ἀξίας, ὅτʼ ἐδώκαμεν, ἦν δίκαιον τὴν ἐξέτασιν λαμβάνειν, ὅτε τούτων οὐδεὶς ἀντεῖπεν, μετὰ ταῦτα δʼ ἐᾶν, εἴ τι μὴ πεπόνθαθʼ ὑπʼ αὐτῶν ὕστερον κακόν. εἰ δʼ οὗτοι τοῦτο φήσουσι (δεῖξαι μὲν γὰρ οὐκ ἔχουσιν), δεῖ κεκολασμένους αὐτοὺς παρʼ αὐτὰ τἀδικήματα φαίνεσθαι. εἰ δὲ μηδενὸς ὄντος τοιούτου τὸν νόμον ποιήσετε κύριον, δόξετε φθονήσαντες, οὐχὶ πονηροὺς λαβόντες ἀφῃρῆσθαι.

再者,绝不能放弃这样一种论点:在给予之时审查其配享资格才是正当的,当时这些人并无一人提出异议;在此之后则应当听任其保有,除非你们随后从他们那里遭受了某种恶害。如果他们声称有此恶害(因为他们根本无法证明),那么就应当显明那些人在罪行发生之时便已受到惩罚。但如果在此类事实全无的情况下你们却使该法律生效,人们就会认为你们是因为嫉妒才行剥夺,绝非因为发现他们是恶人。

语法注3 条
  1. 135οὐδὲ γὰρ ἀμφισβήτησις καταλείπεται τὸ μὴ ταῦτα ποιεῖν

    紧随含有否定意义的表达(οὐδὲ ... καταλείπεται)之后的带定冠词不定式(τὸ μὴ + 不定式)结构。其含义为“对于自己没有在做此前判定为邪恶的事,连争辩/反驳的余地都不复存在(即毫无疑问正是在做此事)”。其中的 μή 为否定含义动词/名词后常见的冗余否定词,强调无可推卸其做下恶行之责。

  2. 137ἢ θέντων ἡμῶν, ὥσπερ ἐγγυώμεθα καὶ φαμὲν θήσειν, ἢ θέντας αὐτούς

    从属格独立结构(θέντων ἡμῶν)转换到与不定式 γράφεσθαι 的逻辑主语一致的宾格分词(θέντας αὐτούς)的句法交替(variatio)。前者作为属格独立结构表示时间或条件(“在我们通过该法之后”),而由 ἢ... ἤ 并列连接的后者则转为宾格,与主节动词 κελεύετε 的宾语兼不定式的逻辑主语 τούτους 保持格的一致。

  3. 138παρόν

    非人称动词(此处指 πάρεστι,“有可能、被允许”)的中性单数现在分词所构成的独立宾格(accusative absolute)。它引导一个表示让步或背景情况的状语从句,意为“在明明可能……的情况下”或“尽管理应可以……”,下接不定式 ταὐτὸ τοῦτο παθεῖν(遭受同样的惩处)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:133-139