← 狄摩西尼

驳勒普提奈斯

§126-132

公役与祭祀免除之辨及对不合格受赠者论的反驳

辩者指出对手企图通过混淆免除公役与免除祭祀圣事来蒙骗民众,并援引哈尔摩狄奥斯后裔特权石碑及莱普提涅斯自身的法条予以反驳。针对对手声称不合格的外邦人和奴隶享有免役权的说法,他要求出示法令证据,告诫众人切勿以此为借口剥夺真正配享者的正当赐赏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§126

εἰ γὰρ ἃ μηδένʼ ἄλλον ἔχουσι τρόπον δεῖξαι δίκαιον ὑμᾶς ἀφελέσθαι,1 ταῦτʼ ἐπὶ τῷ τῶν θεῶν ὀνόματι ποιεῖν ζητήσουσιν, πῶς οὐκ ἀσεβέστατον ἔργον καὶ δεινότατον πράξουσιν; χρὴ γάρ, ὡς γοῦν ἐμοὶ δοκεῖ, ὅσα τις πράττει τοὺς θεοὺς ἐπιφημίζων, τοιαῦτα φαίνεσθαι οἷα μηδʼ ἂν ἐπʼ ἀνθρώπου πραχθέντα πονηρὰ φανείη. ὅτι δʼ οὐκ ἔστι ταὐτὸν ἱερῶν ἀτέλειαν ἔχειν καὶ λῃτουργιῶν, ἀλλʼ οὗτοι τὸ τῶν λῃτουργιῶν ὄνομʼ ἐπὶ τὸ τῶν ἱερῶν μεταφέροντες ἐξαπατᾶν ζητοῦσι, Λεπτίνην ὑμῖν αὐτὸν ἐγὼ παρασχήσομαι μάρτυρα.

因为如果关于那些他们别无他法向你们证明予以剥夺是正当的事物,他们却企图假借诸神的名义去实行,那他们岂不是在做一件极其不敬且最为骇人听闻的事吗?因为至少在我看来,凡是人假借诸神之名所做的事情,必须表现为即便在对待凡人时行之也不会显得卑劣的样子。至于说免除祭祀圣事与免除公役绝非一回事,而是这些人企图通过将公役的名义转移到圣事名义上来欺骗你们,我将向你们举出莱普提涅斯本人作为证人。

§127

γράφων γὰρ ἀρχὴν τοῦ νόμου Λεπτίνης εἶπεν φησίν, ὅπως ἂν οἱ πλουσιώτατοι λῃτουργῶσιν, ἀτελῆ μηδένʼ εἶναι πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος. καίτοι εἰ ἦν ἱερῶν ἀτέλειαν ἔχειν ταὐτὸ καὶ λῃτουργιῶν, τί τοῦτο μαθὼν προσέγραψεν;2 οὐδὲ γὰρ τούτοις ἀτέλεια τῶν γʼ ἱερῶν ἐστιν δεδομένη. ἵνα δʼ εἰδῆθʼ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, λαβέ μοι πρῶτον μὲν τῆς στήλης τἀντίγραφα, εἶτα τὴν ἀρχὴν τοῦ νόμου τοῦ Λεπτίνου. λέγε. ΑΝΤΙΓΡΑΦΑ ΣΤΗΛΗΣ. ἀκούετε τῶν ἀντιγράφων τῆς στήλης, ὦ ἄνδρες Ἀθηναῖοι, ἀτελεῖς αὐτοὺς εἶναι κελευόντων πλὴν ἱερῶν. λέγε δὴ τὴν ἀρχὴν τοῦ νόμου τοῦ Λεπτίνου. ΝΟΜΟΣ. καλῶς· κατάθες. γράψας ὅπως ἂν οἱ πλουσιώτατοι λῃτουργῶσι, μηδένʼ εἶναι προσέγραψεν ἀτελῆ πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος. τίνος ἕνεκα, εἴ γε τὸ τῶν ἱερῶν τέλος ἐστὶ λῃτουργεῖν; αὐτὸς γὰρ οὑτωσὶ τἀναντία τῇ στήλῃ γεγραφώς, ἂν τοῦτο λέγῃ, φανήσεται.

因为他在起草法律的前言时说道: “莱普提涅斯提议:为了让最富裕的人履行公役,任何人皆不得免除,哈尔摩狄奥斯与阿里斯托革顿的后裔除外。” 然而,如果享有圣事免除权与享有公役免除权是同一回事,他是出于何种考虑才加上这句补充条款的呢?因为即便对这些人,也从未给予过祭祀圣事的免除权。为了让你们知道实情确是如此,书记官,请先替我拿取石碑的铭文抄本,然后再拿莱普提涅斯法律的前言。请朗读。 【石碑抄本】雅典的男人们,你们听到了石碑的抄本,它规定除了祭祀圣事之外他们一概免除。现在请朗读莱普提涅斯法律的前言。 【法律】很好;请放下。他写下了: “为了让最富裕的人履行公役,”随后又加上了: “任何人皆不得免除,哈尔摩狄奥斯与阿里斯托革顿的后裔除外。” 如果履行公役真是一项属于圣事的义务,他究竟是为了什么目的才这样写呢?因为若是他坚持这一说法,他自己就会被显明写下了与石碑截然相反的条款。

§129

ἡδέως δʼ ἂν ἔγωγʼ ἐροίμην Λεπτίνην· τίνος αὐτοῖς τὴν ἀτέλειαν ἢ σὺ νῦν καταλείπειν φήσεις ἢ ἐκείνους τότε δοῦναι, τὰς λῃτουργίας ὅταν εἶναι φῇς ἱερῶν; τῶν μὲν γὰρ εἰς τὸν πόλεμον πασῶν εἰσφορῶν καὶ τριηραρχιῶν ἐκ τῶν παλαιῶν νόμων οὐκ εἴσʼ ἀτελεῖς· τῶν δὲ λῃτουργιῶν, εἴπερ εἴσʼ ἱερῶν, οὐδʼ ἔχουσιν.

我倒很想问问莱普提涅斯:当你断言公役属于圣事时,你现在声称留给他们、或者先辈们当年赐予他们的,究竟是对什么的免除权?因为依据古老的法律,他们并没有被免除一切战时特别税和三层桨座战船捐助;至于公役,如果它们真属于圣事,他们甚至根本就不享有其免除权。

§130

ἀλλὰ μὴν γέγραπταί γʼ ἀτελεῖς αὐτοὺς εἶναι. τίνος; ἢ τοῦ μετοικίου; τοῦτο γὰρ λοιπόν. οὐ δήπου, ἀλλὰ τῶν ἐγκυκλίων λῃτουργιῶν, ὡς ἥ τε στήλη δηλοῖ καὶ σὺ προσδιώρισας ἐν τῷ νόμῳ καὶ μαρτυρεῖ πᾶς ὁ πρὸ τοῦ χρόνος γεγονώς, ἐν ᾧ τοσούτῳ τὸ πλῆθος ὄντι οὔτε φυλὴ πώποτʼ ἐνεγκεῖν ἐτόλμησεν οὐδεμίʼ οὐδένα τῶν ἀπʼ ἐκείνων χορηγόν, οὔτʼ ἐνεχθεὶς αὐτοῖς ἄλλος οὐδεὶς ἀντιδοῦναι. οἷς οὐκ ἀκουστέον ἂν ἐναντία τολμᾷ λέγειν.3

然而,确实写着他们享有免除权。免除什么?难道是外侨税吗?因为剩下的就只有这个了。绝非如此,而是免除日常的常规公役,正如石碑所表明的、你自己在法律中进一步规定的、以及此前的一切岁月所证明的那样——在如此漫长的岁月中,从来没有任何一个部落敢于提名他们后裔中的任何人担任歌队领队,也从未有任何被提名的人敢于向他们提出财产置换的诉求。如果他胆敢说出与这些事实相反的话,绝不应当听信。

§131

ἔτι τοίνυν ἴσως ἐπισύροντες4 ἐροῦσιν ὡς Μεγαρεῖς καὶ Μεσσήνιοί τινες εἶναι φάσκοντες, ἔπειτʼ ἀτελεῖς εἰσιν, ἁθρόοι παμπληθεῖς ἄνθρωποι, καί τινες ἄλλοι δοῦλοι καὶ μαστιγίαι, Λυκίδας καὶ Διονύσιος, καὶ τοιούτους τινὰς ἐξειλεγμένοι. ὑπὲρ δὴ τούτων ὡδὶ ποιήσαθʼ ὅταν ταῦτα λέγωσι· κελεύετʼ, εἴπερ ἀληθῆ λέγουσι πρὸς ὑμᾶς, τὰ ψηφίσματʼ ἐν οἷς ἀτελεῖς εἰσιν οὗτοι δεῖξαι. οὐ γάρ ἐστʼ οὐδεὶς ἀτελὴς παρʼ ὑμῖν ὅτῳ μὴ ψήφισμʼ ἢ νόμος δέδωκε τὴν ἀτέλειαν.

此外,他们或许还会笼统地宣称,有些自称是墨伽拉人和墨塞尼亚人的人随后享受了免役权,那是成群结队的大批人,还有某些其他的奴隶和该挨鞭子的无赖,诸如吕基达斯和狄奥尼修斯——〔他们〕还挑选出了某些诸如此类的人。当他们说这些话时,关于这些人你们应当这样应对:如果他们对你们说的是实话,就责令他们出示这些人凭以享有免役权的公民大会法令。因为在你们这里,凡未经法令或法律授予免役权的,没有任何人能够享有免役权。

§132

πρόξενοι μέντοι πολλοὶ διὰ τῶν πολιτευομένων γεγόνασι παρʼ ὑμῖν τοιοῦτοι, ὧν εἷς ἐστιν ὁ Λυκίδας. ἀλλʼ ἕτερον πρόξενόν ἐστʼ εἶναι καὶ ἀτέλειαν εὑρῆσθαι. μὴ δὴ παραγόντων ὑμᾶς, μηδʼ, ὅτι δοῦλος ὢν ὁ Λυκίδας καὶ Διονύσιος καί τις ἴσως ἄλλος διὰ τοὺς μισθοῦ τὰ τοιαῦτα γράφοντας ἑτοίμως πρόξενοι γεγόνασι, διὰ τοῦθʼ ἑτέρους ἀξίους καὶ ἐλευθέρους καὶ πολλῶν ἀγαθῶν αἰτίους, ἃς ἔλαβον δικαίως παρʼ ὑμῶν δωρειὰς ἀφελέσθαι ζητούντων.

诚然,通过那些当政的政客,许多这样的人在你们这里成为了代理保护人,吕基达斯就是其中之一。但是,成为代理保护人是一回事,获得免役权则是另一回事。因此,不要让他们误导你们;也绝不能因为吕基达斯和狄奥尼修斯身为奴隶,或许还有其他人,通过那些收受贿赂起草此类法令的人轻而易举地成为了代理保护人,就让他们以此为借口,企图剥夺其他配享荣誉、出身自由且立下诸多功勋之人正当地从你们那里获得的赐予。

语法注4 条
  1. 126εἰ γὰρ ἃ μηδένʼ ἄλλον ἔχουσι τρόπον δεῖξαι δίκαιον ὑμᾶς ἀφελέσθαι

    关系代词 ἃ 用作不定式 ἀφελέσθαι 的直接宾语,该不定式位于 δεῖξαι 所支配的宾语结构中(由非人称形容词 δίκαιον 引导带宾语不定式 ὑμᾶς ἀφελέσθαι)。整个关系从句前置,先行指示条件从句中的代词 ταῦτʼ。

  2. 127τί τοῦτο μαθὼν προσέγραψεν;

    疑问词后接分词 μαθών(μανθάνω 的不定过去时主动分词)构成的固定习语,意为“出于何种考虑 / 究竟根据什么理由”,用于反问并指责对方行为的动机或逻辑,而非字面意义上的“学会了什么”。

  3. 130οἷς οὐκ ἀκουστέον ἂν ἐναντία τολμᾷ λέγειν

    关系代词 οἷς 的先行词是前文所列举的一系列证据(石碑铭文、法律规定及历来的惯例),οἷς 本身是由中性复数副词/宾语 ἐναντία 所支配的与格。主干为非人称动形词 ἀκουστέον(隐含行为者与格 ὑμῖν),并嵌套了条件从句 ἂν [= ἐὰν] ... τολμᾷ λέγειν。

  4. 131ἐπισύροντες

    现在分词 ἐπισύροντες(源自 ἐπισύρω,字面意为“拖带、拉扯”)在此为演说术中的比喻用法,意为“笼统地 / 草率地大肆宣称”,生动刻画了对手不加细致考证与论证、随意罗列不合格者名单以混淆视听的辩论手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:126-132