← 狄摩西尼

驳勒普提奈斯

§119-125

保留施恩者荣誉与祭祀开支辩驳

演说者强调维持赐予行善者之荣誉的正当性,论证剥夺其中一部分将动摇城邦一切名誉赏赐的公信力。他还预先驳斥了对手企图以“祭祀开支”为借口废除免役权的狡黠论调。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§119

ἆρʼ οὖν δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς εὐεργέτας τιμᾶν; δίκαιον. τί δέ; ὅσʼ ἂν δῷ τις ἅπαξ, δίκαιον ἔχειν ἐᾶν; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνʼ εὐορκῆτε, καὶ τοὺς προγόνους ὀργίζεσθʼ ἂν μή τις φῇ ποιεῖν,1 καὶ τοὺς τὰ τοιαῦτα λέγοντας παραδείγματα, ὡς ἄρʼ ἐκεῖνοι μεγάλʼ εὖ παθόντες οὐδένʼ ἐτίμησαν, καὶ πονηροὺς καὶ ἀπαιδεύτους ἡγεῖσθʼ εἶναι, πονηροὺς μὲν διότι καταψεύδονται τῶν προγόνων ὑμῶν ὡς ἀχαρίστων, ἀμαθεῖς δὲ διότι ἐκεῖνʼ ἀγνοοῦσιν, ὅτι εἰ τὰ μάλιστα ταῦθʼ οὕτως εἶχεν, ἀρνεῖσθαι μᾶλλον ἢ λέγειν αὐτοῖς προσῆκεν.

那么,雅典的男人们,尊崇行善者是正当的吗?是正当的。那么,凡是一旦赐予某人的东西,允许其继续保有是正当的吗?是正当的。那么,你们自己既要这样做以恪守誓言,又要对声称先辈们没有这样做的人感到愤怒,并且将那些列举此类先例——说什么先辈们受了莫大恩惠却未曾尊崇任何人——的人,视为既邪恶又缺乏教养之徒。说他们邪恶,是因为他们诬蔑你们的祖先忘恩负义;说他们无知,是因为他们不明了这一点:即便事实在极大程度上确是如此,对他们而言,否认它也远比讲出它更为合适。

§120

οἴομαι τοίνυν καὶ τοῦτον τὸν λόγον Λεπτίνην ἐρεῖν, ὡς τὰς εἰκόνας καὶ τὴν σίτησιν οὐκ ἀφαιρεῖται τῶν εἰληφότων ὁ νόμος, οὐδὲ τῆς πόλεως τὸ τιμᾶν τοὺς ὄντας ἀξίους, ἀλλʼ ἔσται χαλκοῦς ἱστάναι καὶ σίτησιν διδόναι καὶ ἄλλʼ ὅ τι ἂν βούλησθε, πλὴν τούτου. ἐγὼ δʼ ὑπὲρ ὧν μὲν τῇ πόλει καταλείπειν φήσει, τοσοῦτο λέγω· ὅταν ὧν ἐδώκατέ τῳ πρότερόν τι, τοῦτʼ ἀφέλησθε, καὶ τὰς ὑπολοίπους ἀπίστους ποιήσετε πάσας δωρειάς. τί γὰρ ἔσται πιστότερον τὸ τῆς εἰκόνος ἢ τῆς σιτήσεως ἢ τὸ τῆς ἀτελείας, ἣν πρότερόν τισι δόντες ἀφῃρημένοι φανεῖσθε;

随后,我认为莱普提涅斯还会抛出这样的论调:法律并没有从获得者手中剥夺雕像和公膳,也没有剥夺城邦对配享之人的尊崇,而是仍然可以树立青铜像、赐予公膳以及你们所期望的任何其他荣誉,唯独这项免役权除外。但是,对于他声称留给城邦的那些事物,我只想说这么多:无论何时,只要你们从先前赐予某人的赏赐中剥夺了某一部分,你们就会使所有剩余的赏赐都变得不可信任。因为雕像或公膳的待遇,又凭什么比免役权更加牢靠呢?——而对于这项免役权,你们将被看到是先前赐予了某些人随后又将其剥夺。

§121

ἔτι δʼ εἰ μηδὲν ἔμελλε τοῦτʼ ἔσεσθαι δυσχερές, οὐδʼ ἐκεῖνο καλῶς ἔχειν ἡγοῦμαι, εἰς τοιαύτην ἄγειν ἀνάγκην τὴν πόλιν διʼ ἧς ἅπαντας ἐξ ἴσου τῶν αὐτῶν ἀξιώσει τοῖς τὰ μέγιστʼ εὐεργετοῦσιν,2 ἢ μὴ τοῦτο ποιοῦσα χάριν τισὶν οὐκ ἀποδώσει. μεγάλων μὲν οὖν εὐεργεσιῶν οὔθʼ ὑμῖν συμφέρει συμβαίνειν πολλάκις καιρόν, οὔτʼ ἴσως ῥᾴδιον αἰτίῳ γενέσθαι· μετρίων δὲ καὶ ὧν ἂν ἐν εἰρήνῃ τις καὶ πολιτείᾳ δύναιτʼ ἐφικέσθαι, εὐνοίας, δικαιοσύνης, ἐπιμελείας, τῶν τοιούτων, καὶ συμφέρειν ἔμοιγε δοκεῖ καὶ χρῆναι διδόναι τὰς τιμάς. δεῖ τοίνυν μεμερίσθαι καὶ τὰ τῶν δωρειῶν, ἵνʼ ἧς ἂν ἄξιος ὢν ἕκαστος φαίνηται, ταύτην παρὰ τοῦ δήμου λαμβάνῃ τὴν δωρειάν.

此外,纵使这不会带来任何恶劣后果,我也认为把城邦逼入如下困境是极不妥当的:城邦要么必须将所有人同等视作配享与立下最伟大功绩者相同的待遇,要么由于不这么做而无法对某些人回报恩德。事实上,对于重大的恩惠而言,对你们来说既不宜频繁出现立功的时机,而且要成为这种功绩的创造者或许也并非易事;然而,对于适度的、一个人在和平与政治生活中所能做到的善行——善意、正义、勤勉以及诸如此类的品质——依我之见,赐予荣誉既是有益的也是应当的。因此,赏赐的项目也必须加以区分,以便每个人在被认为配享何种赏赐时,就能从民众那里获得那一种赏赐。

§123

ἀλλὰ μὴν ὑπὲρ ὧν γε τοῖς εὑρημένοις τὰς τιμὰς καταλείπειν φήσει, οἱ μὲν ἁπλᾶ πάνυ καὶ δίκαιʼ ἂν εἴποιεν, πάνθʼ ὅσα τῶν αὐτῶν ἕνεκʼ αὐτοῖς ἔδοτʼ εὐεργεσιῶν ἀξιοῦντες ἔχειν, οἱ δὲ φενακίζειν τὸν ὡς καταλείπεται λέγοντά τι αὐτοῖς. ὁ γὰρ ἄξια τῆς ἀτελείας εὖ πεποιηκέναι δόξας καὶ ταύτην παρʼ ὑμῶν λαβὼν τὴν τιμὴν μόνην, ἢ ξένος ἢ καί τις πολίτης, ἐπειδὰν ἀφαιρεθῇ ταύτην, τίνʼ ἔχει λοιπὴν δωρειάν, Λεπτίνη; οὐδεμίαν δήπου. μὴ τοίνυν διὰ μὲν τοῦ τῶνδε κατηγορεῖν ὡς φαύλων ἐκείνους ἀφαιροῦ, διʼ ἃ δʼ αὖ καταλείπειν ἐκείνοις φήσεις, τούσδʼ ὃ μόνον λαβόντες ἔχουσι, τοῦτʼ ἀφέλῃ.

再者,关于他声称留给那些已获荣誉者之物,有些人会非常坦率且正当地指出,他们理应保有你们因同一功绩而赐予他们的一切;另一些人则会说,那个声称给他们留下了什么的人是在欺骗行诈。因为一个人若被认为立下了配得上免役权的善功,并且从你们那里仅仅获得了这一项荣誉——无论他是外邦人还是本邦公民——当他被剥夺了这项荣誉后,莱普提涅斯啊,他还剩下什么赏赐呢?分明毫无剩余。因此,切勿一方面通过指责这些人卑劣来剥夺那些人的荣誉,另一方面又借口你将声称留给那些人的事物,而剥夺这些人所领受并持有的唯一之物。

§124

ὡς δʼ ἁπλῶς εἰπεῖν, οὐκ, εἰ τῶν πάντων ἀδικήσομέν τινʼ ἢ μείζονʼ ἢ ἐλάττονα, δεινόν ἐστιν, ἀλλʼ εἰ τὰς τιμάς, αἷς ἂν ἀντʼ εὖ ποιήσωμέν τινας, ἀπίστους καταστήσομεν· οὐδʼ ὁ πλεῖστος ἔμοιγε λόγος περὶ τῆς ἀτελείας ἐστίν, ἀλλʼ ὑπὲρ τοῦ πονηρὸν ἔθος τὸν νόμον εἰσάγειν καὶ τοιοῦτον διʼ οὗ πάντʼ ἄπισθʼ ὅσʼ ὁ δῆμος δίδωσιν ἔσται.

简而言之,如果我们让所有人当中的某个人遭受了大大小小的不公,这本身并非最可怕的;但如果我们使回报他人善行所用的荣誉变得不可信赖,这才是可怕的。对我来说,最重要的论述并非关乎免役权本身,而是关乎该法律引入了一种恶劣的先例,一种会导致民众所赐予的一切都变得不可信任的先例。

§125

ὃν τοίνυν κακουργότατον οἴονται λόγον εὑρηκέναι πρὸς τὸ τὰς ἀτελείας ὑμᾶς ἀφελέσθαι πεῖσαι,3 βέλτιόν ἐστι προειπεῖν, ἵνα μὴ λάθητʼ ἐξαπατηθέντες. ἐροῦσʼ ὅτι ταῦθʼ ἱερῶν ἐστιν ἅπαντα τἀναλώματα· δεινὸν οὖν, εἰ τῶν ἱερῶν ἀτελής τις ἀφεθήσεται. ἐγὼ δὲ τὸ μέν τινας, οἷς ὁ δῆμος ἔδωκεν, ἀτελεῖς εἶναι τούτων δίκαιον ἡγοῦμαι, ὃ δὲ νῦν οὗτοι ποιήσουσιν, ἐὰν ἄρα ταῦτα λέγωσι, τοῦτʼ εἶναι δεινὸν νομίζω.

因此,为了让你们不致在不知不觉中受骗,最好将他们自以为精心炮制出来用以说服你们剥夺免役权的那个最狡黠的论调预先揭露出来。他们会说,所有这些开支都属于祭祀圣事;因此,若有人被免除圣事开支,那将是骇人听闻的。然而我认为,民众赐予免役权的特定人员能够免除这些费用是正当的;但若是他们真敢这么说,这些人现在所要做的事,那才真正是骇人听闻的。

语法注3 条
  1. 119καὶ τοὺς προγόνους ὀργίζεσθʼ ἂν μή τις φῇ ποιεῖν

    τοὺς προγόνους 属于先期出现结构(prolepsis),在语法上实为条件从句 ἂν μή τις φῇ 之后的定式不定词 ποιεῖν 的逻辑主语,而非直接作 ὀργίζεσθε 的宾语。整句句意为:“如果有人声称祖先们没有做(这些事),你们便要感到愤怒”。

  2. 121διʼ ἧς ἅπαντας ἐξ ἴσου τῶν αὐτῶν ἀξιώσει τοῖς τὰ μέγιστʼ εὐεργετοῦσιν

    在由 διʼ ἧς 引导的关系从句中,ἀξιώσει 的主语需补出 ἡ πόλις。与格 τοῖς τὰ μέγιστʼ εὐεργετοῦσιν 与副词短语 ἐξ ἴσου(同等地)搭配,意为“与立下最伟大功绩者同等”;τῶν αὐτῶν 则是动词 ἀξιόω 所支配的价值属格(视作配享……)。

  3. 125ὃν τοίνυν κακουργότατον οἴονται λόγον εὑρηκέναι πρὸς τὸ τὰς ἀτελείας ὑμᾶς ἀφελέσθαι πεῖσαι

    先行词 λόγον 被同化吸收到关系从句 ὃν ... εὑρηκέναι 内部。该长句结构在逻辑上作为后文主节 βέλτιόν ἐστι προειπεῖν 所陈述的对象。此外,πρὸς τὸ ... πεῖσαι 为表示目的的冠词定式不定词结构,πεῖσαι 支配宾语 ὑμᾶς,并进一步带领不定词 ἀφελέσθαι(带宾格 τὰς ἀτελείας)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:119-125