- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:112-118
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者驳斥了对手关于祖先未曾奖赏功臣的论调,援引曾赐予吕西马科斯大量土地与金钱的法令作为反证。他进一步指出,即便往昔的荣誉有所不同,剥夺已经赐予的奖赏也是前所未有的不义之举,并敦促审判员依据现行法律与公正的良知进行裁决。
ἔστι τοίνυν τις πρόχειρος λόγος, ὡς ἄρα καὶ παρʼ ἡμῖν ἐπὶ τῶν προγόνων πόλλʼ ἀγάθʼ εἰργασμένοι τινὲς οὐδενὸς ἠξιοῦντο τοιούτου, ἀλλʼ ἀγαπητῶς ἐπιγράμματος ἐν τοῖς Ἑρμαῖς ἔτυχον· καὶ ἴσως τοῦθʼ ὑμῖν ἀναγνώσεται τοὐπίγραμμα. ἐγὼ δʼ ἡγοῦμαι τοῦτον τὸν λόγον, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ πόλλʼ ἀσύμφορον εἶναι τῇ πόλει λέγεσθαι, πρὸς δὲ καὶ οὐδὲ δίκαιον.
顺便提一下,有一种现成的论调声称,即使在我们这里,在祖先的时代,某些立下了丰功伟绩的人也没有被认为配得上获得任何此类荣誉,而仅仅勉强在赫尔墨斯像上获得了一段铭文;也许他还会向你们宣读这段铭文。但我认为,雅典的男人们,讲出这种论调在许多方面对城邦都是不利的,而且也绝不公正。
εἰ μὲν γὰρ ἀναξίους εἶναί τις φήσει κἀκείνους τιμᾶσθαι, τίς ἄξιος, εἰπάτω, εἰ μήτε τῶν προτέρων μηδεὶς μήτε τῶν ὑστέρων· εἰ δὲ μηδένα φήσει, συναχθεσθείην ἂν ἔγωγε τῇ πόλει, εἰ μηδεὶς ἐν ἅπαντι τῷ χρόνῳ γέγονʼ ἄξιος εὖ παθεῖν. καὶ μὴν εἴ γʼ ὁμολογῶν ἐκείνους εἶναι σπουδαίους μὴ τετυχηκότας δείξει μηδενός, τῆς πόλεως ὡς ἀχαρίστου δήπου κατηγορεῖ. ἔστι δʼ οὐχ οὕτω ταῦτʼ ἔχοντα, οὐδʼ ὀλίγου δεῖ· ἀλλʼ ἐπειδάν τις οἶμαι κακουργῶν ἐπὶ μὴ προσήκοντα πράγματα τοὺς λόγους μεταφέρῃ, δυσχερεῖς ἀνάγκη φαίνεσθαι.
因为如果有人声称那些人也不配受到褒奖,那么请他说说看,如果无论前人还是后人都没有人配得上,究竟谁才配得上;如果他说谁都不配,那么我个人真要为城邦感到痛心了,因为竟然在整个历史时期中都不曾有过哪怕一个人配得上领受恩惠。再者,如果他承认那些人是卓越之士,却表明他们什么也没有得到,那他分明是在指控城邦忘恩负义。然而事实并非如此,甚至相去甚远;而是我想,当有人出于恶意将论调移用到不相适宜的事情上时,那些言论必然会显得刺耳且令人不快。
ὡς δὲ τἀληθές τʼ ἔχει καὶ δίκαιόν ἐστι λέγειν, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ. ἦσαν, ὦ ἄνδρες Ἀθηναῖοι, πολλοὶ τῶν πρότερον σπουδαῖοι, καὶ ἡ πόλις ἡμῶν ἐτίμα καὶ τότε τοὺς ἀγαθούς· αἱ μέντοι τιμαὶ καὶ τἄλλα πάντα τὰ μὲν τότʼ ἦν ἐπὶ τοῖς τότʼ ἔθεσιν, τὰ δὲ νῦν ἐπὶ τοῖς νῦν. πρὸς οὖν τί τοῦτο λέγω; ὅτι φήσαιμʼ ἂν ἔγωγʼ ἐκείνους οὐκ ἔσθʼ ὅτου παρὰ τῆς πόλεως οὐ τυχεῖν ὧν ἐβουλήθησαν.1
但是实情如何以及怎样谈论才是正当的,我将向你们说明。雅典的男人们,在先辈中曾有许多卓越之人,我们的城邦在当时也同样尊崇善人;然而,荣誉以及其余一切事物,当时是依循当时的习俗,现在则是依循现在的习俗。那么,我为何要说这番话呢?因为我可以断言,凡是他们所期望得到的事物,没有一样是没有从城邦那里获得的。
τίνι χρώμενος τεκμηρίῳ; ὅτι Λυσιμάχῳ δωρειάν, ἑνὶ τῶν τότε χρησίμων, ἑκατὸν μὲν ἐν Εὐβοίᾳ πλέθρα γῆς πεφυτευμένης ἔδοσαν, ἑκατὸν δὲ ψιλῆς, ἔτι δʼ ἀργυρίου μνᾶς ἑκατόν, καὶ τέτταρας τῆς ἡμέρας δραχμάς. καὶ τούτων ψήφισμʼ ἔστιν Ἀλκιβιάδου, ἐν ᾧ ταῦτα γέγραπται. τότε μὲν γὰρ ἡ πόλις ἡμῶν καὶ γῆς ηὐπόρει καὶ χρημάτων, νῦν δʼ εὐπορήσει· δεῖ γὰρ οὕτω λέγειν καὶ μὴ βλασφημεῖν. καίτοι τίνʼ οὐκ ἂν οἴεσθε νῦν τὸ τρίτον μέρος τούτων ἀντὶ τῆς ἀτελείας ἑλέσθαι; ὅτι τοίνυν ἀληθῆ λέγω, λαβέ μοι τὸ ψήφισμα τουτί. ΨΗΦΙΣΜΑ. ὅτι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῖς προγόνοις ὑμῶν ἔθος ἦν τοὺς χρηστοὺς τιμᾶν, δηλοῖ τὸ ψήφισμα τουτί· εἰ δὲ μὴ τοῖς αὐτοῖς οἷσπερ ἡμεῖς νῦν, ἕτερόν τι τοῦτʼ ἂν εἴη. εἰ τοίνυν μήτε Λυσίμαχον μήτʼ ἄλλον μηδένα μηδὲν εὑρῆσθαι παρὰ τῶν προγόνων ἡμῶν συγχωρήσαιμεν, τί μᾶλλον, οἷς ἔδομεν νῦν ἡμεῖς, διὰ τοῦτο δικαίως ἂν ἀφαιρεθεῖεν;2
我是凭借什么证据呢?因为对于当时一位有功之人吕西马科斯,他们赐予他在优卑亚岛上一百普勒特隆的种植地和一百普勒特隆无树木的土地,此外还有一百明纳白银,以及每天四德拉克马。关于这些赏赐,有阿尔基比亚德的一项法令,其中便记载了这些内容。因为当时我们的城邦在土地和财富上都很充裕,而现在也必将充裕起来——因为应当这样讲,而不应说出不吉之言。然而,你们以为如今有谁会不愿意选择这些赏赐的三分之一来替代免役权呢?为了证明我说的是实话,请书记替我把这份法令拿来。 〔法令〕那么,雅典的男人们,你们的祖先同样有尊崇贤能之人的习俗,这一份法令已表明得很清楚了;即使那不是以我们现在所用的同等荣誉,那也是另一回事。因此,纵使我们承认吕西马科斯或任何其他人都不曾从我们的祖先那里获得任何赏赐,那么凭什么根据这一点,我们现在所赏赐的人就更应当正当地被剥夺呢?
οὐ γὰρ οἱ μὴ δόντες ἃ μὴ ʼδόκει δεινόν εἰσιν οὐδὲν εἰργασμένοι, ἀλλʼ οἱ δόντες μέν, πάλιν δʼ ὕστερον μηδὲν ἐγκαλοῦντες ἀφαιρούμενοι. εἰ μὲν γάρ τις ἔχει δεῖξαι κἀκείνους ὧν ἔδοσάν τῴ τι, τοῦτʼ ἀφῃρημένους, συγχωρῶ καὶ ὑμᾶς ταὐτὸ τοῦτο ποιῆσαι, καίτοι τοῦτό γʼ αἰσχρὸν ὁμοίως· εἰ δὲ μηδʼ ἂν εἷς ἐν ἅπαντι τῷ χρόνῳ τοῦτʼ ἔχοι δεῖξαι γεγονός, τίνος εἵνεκʼ ἐφʼ ἡμῶν πρώτων καταδειχθῇ τοιοῦτον ἔργον;
因为那些未曾赐予其认为不相宜之物的人,并没有做出任何可怖的恶行,相反,是那些已经赐予、随后在没有任何指控的情况下又予以剥夺的人,才犯下了恶行。因为如果有人能够证明那些先辈也曾从某人那里剥夺过他们所赐予的任何东西,那我同意你们也可以照样这么做(尽管这同样是一件可耻的事);但是如果在所有历史时期中,没有一个人能够证明曾发生过这种事,凭什么要在我们这一代人身上首先创设这种恶例呢?
χρὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνʼ ἐνθυμεῖσθαι καὶ ὁρᾶν, ὅτι νῦν ὀμωμοκότες κατὰ τοὺς νόμους δικάσειν ἥκετε, οὐχὶ τοὺς Λακεδαιμονίων οὐδὲ Θηβαίων, οὐδʼ οἷς ποτʼ ἐχρήσανθʼ οἱ πρῶτοι τῶν προγόνων, ἀλλὰ καθʼ οὓς ἔλαβον τὰς ἀτελείας οὓς ἀφαιρεῖται νῦν οὗτος τῷ νόμῳ, καὶ περὶ ὧν ἂν νόμοι μὴ ὦσι, γνώμῃ τῇ δικαιοτάτῃ κρινεῖν. καλῶς. τὸ τοίνυν τῆς γνώμης πρὸς ἅπαντʼ ἀνενέγκατε τὸν νόμον.3
因此,雅典的男人们,你们还必须考虑并看到这一点:你们现在前来,是立下了誓言要依照法律审判,既不是依照拉刻代蒙人或底比斯人的法律,也不是依照我们最早的先辈们曾经使用的法律,而是依照那些被此人现在通过法律剥夺免役权的人当初获得免役权所依据的法律,并且在没有法律规定的事项上,依照最公正的见解做出裁决。很好。那么,就请把这项“见解”条款应用到这整部法律上吧。
- 114οὐκ ἔσθʼ ὅτου παρὰ τῆς πόλεως οὐ τυχεῖν ὧν ἐβουλήθησαν
由双重否定习语 οὐκ ἔστιν ὅστις οὐ 的属格形式 οὐκ ἔσθʼ ὅτου ... οὐ 与依附于主动词 φήσαιμʼ ἄν 的不定式 τυχεῖν 构成的句式,意为“凡是他们所期望的事物,城邦无一不曾赐予他们”。关系代词 ὧν 吸收了先行词 τούτων,并因动词 τυγχάνω 支配属格而由宾格(ἅ)被同化吸引(attractio relativi)为属格。
- 116τί μᾶλλον, οἷς ἔδομεν νῦν ἡμεῖς, διὰ τοῦτο δικαίως ἂν ἀφαιρεθεῖεν;
这是一个修辞疑问句,表达“凭什么更应当……(即绝不应当)”之意。动词 ἀφαιρέω 通常带双宾格(剥夺某人的某物),但在本句中采用被动语态,以“人”作为主语:ἀφαιρεθεῖεν(第三人称复数希求语气搭配潜在质词 ἄν)。作为主语的指示代词 οὗτοι 在关系从句 οἷς ἔδομεν νῦν ἡμεῖς 之前被省略,关系代词 οἷς 则受从句动词 ἔδομεν 支配作与格。其基本骨架可理顺为:“τί μᾶλλον [οὗτοι], οἷς ἔδομεν νῦν ἡμεῖς, διὰ τοῦτο δικαίως ἂν ἀφαιρεθεῖεν;”。
- 118τὸ τοίνυν τῆς γνώμης πρὸς ἅπαντʼ ἀνενέγκατε τὸν νόμον
由中性单数冠词 τὸ 搭配属格 τῆς γνώμης 构成的名词化短语,实质上指代前文刚引述的审判员誓词中的规定“γνώμῃ τῇ δικαιοτάτῃ κρινεῖν”(依最公正的裁量/良知做出审判)。动词 ἀνενέγκατε(ἀναφέρω 的不定过去式祈使语气)意为“照合、应用”,全句意即“因此,请将誓词中这‘公正裁决(良知)’的原则应用到这整部[莱普提涅斯的]法律上”。
