← 狄摩西尼

驳勒普提奈斯

§105-111

与斯巴达及底比斯的政制对比与奖赏制度

演说者驳斥了对方以斯巴达和底比斯不授予荣誉为例的论点,指出各邦政制与价值观念有着根本的不同,主张必须坚持维系雅典繁荣与民主自由的自身恩赏制度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§105

πάνυ τοίνυν σπουδῇ τις ἀπήγγελλέ μοι περὶ τοῦ μηδενὶ δεῖν μηδὲν διδόναι, μηδʼ ἂν ὁτιοῦν πράξῃ, τοιοῦτόν τι λέγειν αὐτοὺς παρεσκευάσθαι, ὡς ἄρʼ1 οἱ Λακεδαιμόνιοι καλῶς πολιτευόμενοι καὶ Θηβαῖοι οὐδενὶ τῶν παρʼ ἑαυτοῖς διδόασι τοιαύτην οὐδεμίαν τιμήν· καίτοι καὶ παρʼ ἐκείνοις τινές εἰσιν ἴσως ἀγαθοί. ἐμοὶ δὲ δοκοῦσιν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντες οἱ τοιοῦτοι λόγοι παροξυντικοὶ μὲν εἶναι πρὸς τὸ τὰς ἀτελείας ὑμᾶς ἀφελέσθαι πεῖσαι, οὐ μέντοι δίκαιοί γʼ οὐδαμῇ. οὐ γὰρ ἀγνοῶ τοῦθʼ ὅτι Θηβαῖοι καὶ Λακεδαιμόνιοι καὶ ἡμεῖς οὔτε νόμοις οὔτʼ ἔθεσιν χρώμεθα τοῖς αὐτοῖς οὔτε πολιτείᾳ.

顺便提一下,有人极其恳切地向我报告说,关于不论任何人建立何等功勋都不应当给予其任何赏赐这一论点,他们准备了这样一套说辞:治理良好的拉刻代蒙人和底比斯人未曾给予他们内部的任何人任何此类荣誉,尽管在他们那里或许也有些许杰出人士。但在我看来,雅典的男人们,所有这类言论固然旨在挑动并说服你们废除免役权,却绝非公正。因为我深知,底比斯人、拉刻代蒙人和我们所使用的既非相同的法律,亦非相同的习俗,更非相同的政制。

§106

αὐτὸ γὰρ τοῦτο πρῶτον, ὃ νῦν οὗτοι ποιήσουσιν, ἐὰν ταῦτα λέγωσιν, οὐκ ἔξεστι ποιεῖν παρὰ τοῖς Λακεδαιμονίοις, τὰ τῶν Ἀθηναίων ἐπαινεῖν νόμιμα οὐδὲ τὰ τῶν δείνων, πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ἃ τῇ παρʼ ἐκείνοις πολιτείᾳ συμφέρει, ταῦτʼ ἐπαινεῖν ἀνάγκη. εἶτα καὶ Λακεδαιμόνιοι τῶν μὲν τοιούτων ἀφεστᾶσιν, ἄλλαι δέ τινες παρʼ ἐκείνοις εἰσὶ τιμαί, ἃς ἀπεύξαιτʼ ἂν ἅπας ὁ δῆμος ἐνταυθοῖ γενέσθαι.

首先正是他们若是说出这番话便要做出的举动本身,在拉刻代蒙人那里是不被允许的:去赞美雅典人的典章,或者赞美某某人的典章,那是断断不可的,而必须只赞美有利于他们自身政制的事物。再者,拉刻代蒙人虽然对此类荣誉敬而远之,但在他们那里存在着另一些荣誉,是这里的全体人民都会祈求绝不要降临于此处的。

§107

τίνες οὖν εἰσιν αὗται; τὰς μὲν καθʼ ἕκαστον ἐάσω, μίαν δʼ ἣ συλλαβοῦσα τὰς ἄλλας ἔχει, δίειμι. ἐπειδάν τις εἰς τὴν καλουμένην γερουσίαν ἐγκριθῇ παρασχὼν αὑτὸν οἷον χρή, δεσπότης ἐστὶ τῶν πολλῶν. ἐκεῖ μὲν γάρ ἐστι τῆς ἀρετῆς ἆθλον τῆς πολιτείας κυρίῳ γενέσθαι μετὰ τῶν ὁμοίων,2 παρὰ δʼ ἡμῖν ταύτης μὲν ὁ δῆμος κύριος, καὶ ἀραὶ καὶ νόμοι καὶ φυλακαὶ ὅπως μηδεὶς ἄλλος κύριος γενήσεται, στέφανοι δὲ καὶ ἀτέλειαι καὶ σιτήσεις καὶ τοιαῦτʼ ἐστίν, ὧν ἄν τις ἀνὴρ ἀγαθὸς ὢν τύχοι.

那么,这些荣誉是什么呢?且容我略过个别的荣誉,只谈论那一项统摄了其余所有荣誉的制度。当一个人表现出应有的品德而被选入所谓的长老会议时,他便成了大众的主人。因为在他们那里,德行的报偿乃是与同等身份之人一起成为政制的主人;但在我们这里,民众乃是政制的主人,并且设立了咒诅、法律和戒备,以防任何其他人成为主权者;而冠冕、免税权、公食以及诸如此类的事物,才是一个人在成为良善之士时所能获得的赏赐。

§108

καὶ ταῦτʼ ἀμφότερʼ ὀρθῶς ἔχει, καὶ τἀκεῖ καὶ τὰ παρʼ ἡμῖν. διὰ τί; ὅτι τὰς μὲν διὰ τῶν ὀλίγων πολιτείας τὸ πάντας ἔχειν ἴσον ἀλλήλοις τοὺς τῶν κοινῶν κυρίους ὁμονοεῖν ποιεῖ, τὴν δὲ τῶν δήμων ἐλευθερίαν ἡ τῶν ἀγαθῶν ἀνδρῶν ἅμιλλα, ἣν ἐπὶ ταῖς παρὰ τοῦ δήμου δωρειαῖς πρὸς αὑτοὺς ποιοῦνται, φυλάττει.

这两者都是正确的,无论那里的制度还是我们这里的制度。为何如此呢?因为在寡头政体中,让所有公共事务的掌权者彼此处于平等的地位,能促成内部的团结;而民主政体的自由,则是由善人们在竞逐人民所赐予的奖赏时彼此之间展开的竞争所维系和捍卫的。

§109

καὶ μὴν περὶ τοῦ γε μηδὲ Θηβαίους μηδένα τιμᾶν, ἐκεῖνʼ ἂν ἔχειν εἰπεῖν ἀληθὲς οἴομαι. μεῖζον, ὦ ἄνδρες Ἀθηναῖοι, Θηβαῖοι φρονοῦσιν ἐπʼ ὠμότητι καὶ πονηρίᾳ ἢ ὑμεῖς ἐπὶ φιλανθρωπίᾳ καὶ τῷ τὰ δίκαια βούλεσθαι. μήτʼ οὖν ἐκεῖνοί ποτε παύσαιντο, εἰ ἄρʼ εὔξασθαι δεῖ, τοὺς μὲν ἑαυτοὺς ἀγαθόν τι ποιοῦντας μήτε τιμῶντες μήτε θαυμάζοντες, τοὺς δὲ συγγενεῖς (ἴστε γὰρ ὃν τρόπον Ὀρχομενὸν διέθηκαν) οὕτω μεταχειριζόμενοι, μήθʼ ὑμεῖς τἀναντία τούτοις τοὺς μὲν εὐεργέτας τιμῶντες, παρὰ δὲ τῶν πολιτῶν λόγῳ μετὰ τῶν νόμων τὰ δίκαια λαμβάνοντες.

再者,关于底比斯人也绝不奖赏任何人的论调,我想我可以道出这一实情:雅典的男人们,底比斯人因残暴与恶毒而自豪的程度,远超过你们因人道情怀与向往正义而自豪的程度。因此,如果真当祈愿的话,但愿他们永远不要停止既不奖赏也不赞叹为他们造福之人,并永远不要停止以那种方式对待同族(因为你们知道他们是如何处置奥戈梅诺斯的);但也愿你们永远不要停止与他们背道而驰,继续褒奖恩人,并依法通过言论从本邦公民那里获取公道。

§110

ὅλως δʼ οἶμαι τότε δεῖν τοὺς ἑτέρων ἐπαινεῖν τρόπους καὶ ἔθη τοῖς ὑμετέροις ἐπιτιμῶντας, ὅταν ᾖ δεῖξαι βέλτιον ἐκείνους πράττοντας ὑμῶν. ὅτε δʼ ὑμεῖς, καλῶς ποιοῦντες, καὶ κατὰ τὰς κοινὰς πράξεις καὶ κατὰ τὴν ὁμόνοιαν καὶ κατὰ τἄλλα πάντʼ ἄμεινον ἐκείνων πράττετε, τοῦ χάριν ἂν τῶν ὑμετέρων αὐτῶν ἐθῶν ὀλιγωροῦντες ἐκεῖνα διώκοιτε; εἰ γὰρ καὶ κατὰ τὸν λογισμὸν ἐκεῖνα φανείη βελτίω, τῆς γε τύχης ἕνεχʼ ᾗ παρὰ ταῦτʼ ἀγαθῇ κέχρησθε, ἐπὶ τούτων ἄξιον μεῖναι.

总而言之,我认为唯有当能够证明他人处境比你们更好时,才应当在指责你们的习俗的同时去赞美他人的做法与习俗。然而,当你们托天之幸,在公共事业上、在同心协力上以及在其余一切方面都比他们处境更为优越时,你们究竟为了什么要忽视自己的习俗而转去追求他们的那一套呢?因为纵使在理论推演上那些制度显得更优越,但仅凭你们在现有习俗下所享有的良好福祉,就值得坚守这些制度。

§111

εἰ δὲ δεῖ παρὰ πάντα ταῦτʼ εἰπεῖν ὃ δίκαιον ἡγοῦμαι, ἐκεῖνʼ ἂν ἔγωγʼ εἴποιμι. οὐκ ἔστι δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς Λακεδαιμονίων νόμους οὐδὲ τοὺς Θηβαίων λέγειν ἐπὶ τῷ τοὺς ἐνθάδε λυμαίνεσθαι,3 οὐδὲ διʼ ὧν μὲν ἐκεῖνοι μεγάλοι, κἂν ἀποκτεῖναι βούλεσθαι τὸν παρʼ ἡμῖν τούτων τι κατασκευάσαντα, διὰ δʼ ὧν ὁ παρʼ ἡμῖν δῆμος εὐδαίμων, ταῦθʼ ὡς ἀνελεῖν δεῖ λεγόντων τινῶν ἐθέλειν ἀκούειν.4

如果撇开这一切,必须说出我认为公正的话,我个人想说的是:雅典的男人们,援引拉刻代蒙人或底比斯人的法律来损害这里的法律,这是不公正的;那些使他人强盛的制度,若是有人想在我们这里推行其中的哪怕一丁点,你们甚至会想处死他,而那些使我们这里的民众繁荣昌盛的制度,你们却愿意听信某些声称必须将其废除的人的言论,这绝非正义之道。

语法注4 条
  1. 105ὡς ἄρʼ

    引导间接引语的连词 ὡς 与小词 ἄρα 连用。在此处用于客观且带有批判性地转述对方所提出的、演说者本人并不赞同的论据(“按他们的说法/所谓的……”)。

  2. 107τῆς ἀρετῆς ἆθλον τῆς πολιτείας κυρίῳ γενέσθαι μετὰ τῶν ὁμοίων

    ἆθλον 用作表语名词,主语是动词不定式短语 τῆς πολιτείας κυρίῳ γενέσθαι。补足成分 κυρίῳ 采用与格,是因为不定式在逻辑上的主体在语境中被设想为与格(τινί,“对于某人而言”),从而在语法上与该隐含成分一致。

  3. 111ἐπὶ τῷ τοὺς ἐνθάδε λυμαίνεσθαι

    由介词 ἐπί 加上中性单数与格定冠词 τῷ 及不定式 λυμαίνεσθαι 构成的名词化不定式短语。此处表示目的或意图(“旨在损害这里的法律”)。

  4. 111οὐδὲ διʼ ὧν μὲν ἐκεῖνοι μεγάλοι , κἂν ἀποκτεῖναι βούλεσθαι τὸν παρʼ ἡμῖν τούτων τι κατασκευάσαντα, διὰ δʼ ὧν ὁ παρʼ ἡμῖν δῆμος εὐδαίμων, ταῦθʼ ὡς ἀνελεῖν δεῖ λεγόντων τινῶν ἐθέλειν ἀκούειν.

    该长句承接前面的 οὐκ ἔστι δίκαιον。在 μεγάλοι 之后省略了动词 εἰσίν。对比的主干结构为:一方面是“διʼ ὧν μὲν... κἂν ἀποκτεῖναι βούλεσθαι [ὑμᾶς]”(对于使他们强大的那些制度,如果有人在我们这里推行,你们甚至会想处死他),另一方面是“διὰ δʼ ὧν... ταῦθʼ... ἐθέλειν ἀκούειν [ὑμᾶς]”(对于使我们的民众繁荣的制度,却愿意倾听要求废除的主张)。ἄν 修饰不定式 ἀποκτεῖναι,表示虚拟或潜在可能性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:105-111