← 狄摩西尼

驳勒普提奈斯

§97-104

替代法律的合理性与梭伦立法精神的对照

演说者指出替代法律确保了正当程序与个案审查,针对莱普提涅斯称该法仅为欺骗手段的说辞,演说者以自身性命担保必将立案,并进一步援引梭伦关于遗嘱自由及禁止毁谤死者的立法精神,痛斥莱普提涅斯的法令背离梭伦之道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§97

οὔκουν ἐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ κυρίας εἶναι τὰς δωρειάς, ὅσας ὁ δῆμος ἔδωκε, τὸ μηδένʼ εἶναι ἀτελῆ τούτων οἷς ὁ δῆμος ἔδωκεν;1 σαφῶς γʼ οὑτωσί. ἀλλʼ οὐκ ἐν ᾧ νῦν ὅδʼ ἀντεισφέρει νόμῳ, ἀλλʼ ἅ τʼ ἐδώκατε, κύρια, καὶ πρόφασις δικαία κατὰ τῶν ἢ παρακρουσαμένων ἢ μετὰ ταῦτʼ ἀδικούντων ἢ ὅλως ἀναξίων, διʼ ἣν ὃν ἂν ὑμῖν δοκῇ κωλύσετʼ ἔχειν τὴν δωρειάν. λέγε τὸν νόμον. ΝΟΜΟΣ. ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καταμανθάνετε, ὅτι ἐνταῦθʼ ἔνι καὶ τοὺς ἀξίους ἔχειν τὰ δοθέντα καὶ τοὺς μὴ τοιούτους κριθέντας, ἐὰν ἀδίκως τι λάβωσιν, ἀφαιρεθῆναι, καὶ τὸ λοιπὸν ἐφʼ ὑμῖν εἶναι πάνθʼ, ὥσπερ ἐστὶ δίκαιον, καὶ δοῦναι καὶ μή. ὡς μὲν τοίνυν οὐχὶ καλῶς οὗτος ἔχει καὶ δικαίως ὁ νόμος, οὔτʼ ἐρεῖν οἴομαι Λεπτίνην οὔτʼ, ἐὰν λέγῃ, δεῖξαι δυνήσεσθαι· ἃ δὲ πρὸς τοῖς θεσμοθέταις ἔλεγεν, ταῦτʼ ἴσως λέγων παράγειν ὑμᾶς ζητήσει. ἔφη γὰρ ἐξαπάτης εἵνεκα παραγεγράφθαι τοῦτον τὸν νόμον, ἐὰν δʼ ὃν αὐτὸς ἔθηκεν λυθῇ, τοῦτον οὐ τεθήσεσθαι.

雅典的男人们,在“凡人民所赐予的一切奖赏均属有效”的规定与“在人民所赐予的人中,任何人不得享有免役”的条文之间,难道不是相互冲突的吗?显然是如此。然而在现在这个人所提出的替代法律中却并非如此,而是:你们所赐予的均属有效;同时,对于那些欺骗了你们的人、或者在此之后为非作歹的人、或者根本不配领受的人,都有一项公正的理由,依此你们将阻止任何你们认为应当〔阻止〕的人保有奖赏。请朗读法律。 〔法律〕雅典的男人们,你们听到了并且明了,在这部法律中既包含了让配享者保留所获之物,又包含了让那些被判定为不配者——如果他们不义地获得了什么——被剥夺这些奖赏,并且今后一切事情都在你们的掌握之中,正如公正所要求的那样,既可赐予也可不赐予。因此,关于这部法律并非优良和公正这一点,我认为莱普提涅斯既不会说,即使说了也无法证明;但是他或许会试图通过重复他在司法官面前所说的那番话来误导你们。因为他声称,这部法律被并列登记仅仅是为了行骗,如果他自己所制定的法律被废除,这部替代法律也不会被颁布。

§99

ἐγὼ δʼ, ὅτι μὲν τῇ ὑμετέρᾳ ψήφῳ τοῦ τούτου νόμου λυθέντος τὸν παρεισενεχθέντα κύριον εἶναι σαφῶς ὁ παλαιὸς κελεύει νόμος, καθʼ ὃν οἱ θεσμοθέται τοῦτον ὑμῖν παρέγραψαν, ἐάσω, ἵνα μὴ περὶ τούτου τις ἀντιλέγῃ μοι, ἀλλʼ ἐπʼ ἐκεῖνʼ εἶμι. ὅταν ταῦτα λέγῃ δήπου, ὁμολογεῖ μὲν εἶναι βελτίω καὶ δικαιότερον τόνδε τὸν νόμον οὗ τέθεικεν αὐτός, ὑπὲρ δὲ τοῦ πῶς τεθήσεται ποιεῖται τὸν λόγον.

然而,尽管古老的法律——即司法官据以将这部法案并列登记给你们的法律——明确命令,一旦这个家伙的法律经你们投票被废除,替代提出的法律就具有效力,但我姑且放下这一点,免得有人在这点上与我争辩,而转去讨论那一点。当他这样说时,他显然承认了这部法律比起他自己所立的法更为优越、更为公正,而只是就它将如何被颁布展开争辩。

§100

πρῶτον μὲν τοίνυν εἰσὶν αὐτῷ κατὰ τοῦ παρεισφέροντος πολλοὶ τρόποι, διʼ ὧν, ἂν βούληται, θεῖναι τὸν νόμον αὐτὸν ἀναγκάσει. ἔπειτʼ ἐγγυώμεθʼ ἡμεῖς, ἐγώ, Φορμίων, ἄλλον εἴ τινα βούλεται, θήσειν τὸν νόμον. ἔστι δὲ δήπου νόμος ὑμῖν, ἐάν τις ὑποσχόμενός τι τὸν δῆμον ἢ τὴν βουλὴν ἢ δικαστήριον ἐξαπατήσῃ, τὰ ἔσχατα πάσχειν. ἐγγυώμεθα, ὑπισχνούμεθα· οἱ θεσμοθέται ταῦτα γραφόντων, ἐπὶ τούτοις τὸ πρᾶγμα γιγνέσθω.

那么,首先,他有许多针对替代法案提出者的法律手段,只要他愿意,就可以通过这些手段强迫对方去制定这部法律。其次,我们亲自提供担保——我、福尔米昂,以及任何他愿意指定的其他人——担保一定会制定这部法律。而且你们城邦显然有一项法律:如果有人作出许诺而欺骗了人民、议事会或法庭,他将受到极刑惩罚。我们担保,我们许诺;让司法官们将这些记录在案,让事情在这些条件之下进行吧。

§101

μήθʼ ὑμεῖς ποιήσητε μηδὲν ἀνάξιον ὑμῶν αὐτῶν, μήτε, εἴ τις φαῦλός ἐστι τῶν εὑρημένων τὴν δωρειάν, ἐχέτω, ἀλλʼ ἰδίᾳ κατὰ τόνδε κριθήτω τὸν νόμον. εἰ δὲ ταῦτα λόγους καὶ φλυαρίας εἶναι φήσει, ἐκεῖνό γʼ οὐ λόγος· αὐτὸς θέτω, καὶ μὴ λεγέτω τοῦθʼ, ὡς οὐ θήσομεν ἡμεῖς. κάλλιον δὲ δήπου τὸν ὑφʼ ὑμῶν κριθέντα καλῶς ἔχειν νόμον εἰσφέρειν ἢ ὃν νῦν ἀφʼ αὑτοῦ τίθησιν.

请你们既不要做出任何有辱你们自身声誉的事,也不要让获得奖赏的人中如果有品行恶劣者继续保留它,而是依据这部法律单独审理他。如果他硬说这些不过是空话和废话,那么至少那一件事绝不是空话:让他自己来制定它吧,而不要说什么我们不会去制定它。而提出一部经由你们裁定为优良的法律,比起提出一部他现在凭自己一意孤行订立的法律,显然要高尚得多。

§102

ἐμοὶ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ Λεπτίνης (καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ φλαῦρον ἐρῶ σε)2 ἢ οὐκ ἀνεγνωκέναι τοὺς Σόλωνος νόμους ἢ οὐ συνιέναι. εἰ γὰρ ὁ μὲν Σόλων ἔθηκεν νόμον ἐξεῖναι δοῦναι τὰ ἑαυτοῦ ᾧ ἄν τις βούληται, ἐὰν μὴ παῖδες ὦσι γνήσιοι, οὐχ ἵνʼ ἀποστερήσῃ τοὺς ἐγγυτάτω γένει τῆς ἀγχιστείας, ἀλλʼ ἵνʼ εἰς τὸ μέσον καταθεὶς τὴν ὠφέλειαν ἐφάμιλλον ποιήσῃ τὸ ποιεῖν ἀλλήλους εὖ, σὺ δὲ τοὐναντίον εἰσενήνοχας μὴ ἐξεῖναι τῷ δήμῳ τῶν αὑτοῦ δοῦναι μηδενὶ μηδέν, πῶς σέ τις φήσει τοὺς Σόλωνος ἀνεγνωκέναι νόμους ἢ συνιέναι; ὃς ἔρημον ποιεῖς τὸν δῆμον τῶν φιλοτιμησομένων, προλέγων καὶ δεικνὺς ὅτι τοῖς ἀγαθόν τι ποιοῦσιν οὐδʼ ὁτιοῦν ἔσται πλέον.

然而,雅典的男人们,在我看来,莱普提涅斯(请千万不要对我发怒,因为我绝不会对你说什么粗俗之语)要么没有读过梭伦的法律,要么就是没有理解它们。因为如果说梭伦订立了一项法律,规定在没有合法婚生子女的情况下,任何人都可以将自己的财产赠予其所意欲之人,其目的不是为了剥夺最近亲属的继承权,而是为了将利益置于公众之中,从而激发彼此施惠的竞争之心;而你却恰恰相反,提议不准人民将自己的财产赠予任何人任何东西,那么又有谁能说你读过或者理解梭伦的法律呢?你预先宣称并表明行善者绝不会得到任何更多的好处,从而使人民陷入无人愿为之热心奉献的孤立境地。

§104

καὶ μὴν κἀκεῖνος τῶν καλῶς δοκούντων ἔχειν νόμων Σόλωνός ἐστι, μὴ λέγειν κακῶς τὸν τεθνεῶτα, μηδʼ ἂν ὑπὸ τῶν ἐκείνου τις ἀκούῃ παίδων αὐτός· σὺ δὲ ποιεῖς, οὐ λέγεις κακῶς τοὺς τετελευτηκότας τῶν εὐεργετῶν, τῷ δεῖνι μεμφόμενος καὶ τὸν δεῖνʼ ἀνάξιον εἶναι φάσκων, ὧν οὐδὲν ἐκείνοις προσῆκεν.3 ἆρʼ οὐ πολὺ τοῦ Σόλωνος ἀποστατεῖς τῇ γνώμῃ;

再者,那条规定不可诽谤死者——即使一个人自己受到死者子女的恶言相向也不可诽谤死者——的法律,也是梭伦备受赞誉的法律之一;而你却对那些已去世的恩人不是口出恶言,而是实际做出了恶行,你责备某某人,宣称某某人不配,而这些事情与那些恩人毫无关系。难道你不是在思想上与梭伦相去甚远吗?

语法注3 条
  1. 97οὔκουν ἐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ κυρίας εἶναι τὰς δωρειάς... τὸ μηδένʼ εἶναι ἀτελῆ τούτων οἷς ὁ δῆμος ἔδωκεν;

    核心句法框架为“τὸ μηδένʼ εἶναι...(主语)+ ἐναντίον [ἐστίν](表语)+ τῷ κυρίας εἶναι...(与格补足语)”。中性单数定冠词(τῷ 和 τό)分别将两个带不定式的宾格结构(acī)名词化,构成明确的对照。

  2. 102οὐδὲν γὰρ φλαῦρον ἐρῶ σε

    动词 ἐρῶ(λέγω 的将来时)在此接双宾格:表示人的宾格(σε)与表示内容的中性宾格(οὐδὲν φλαῦρον),意为“对你(σε)说出不好的话(οὐδὲν φλαῦρον)”。

  3. 104ὧν οὐδὲν ἐκείνοις προσῆκεν

    非人称动词 προσήκει(未完成过去时 προσῆκεν)支配人的与格(ἐκείνοις,指已故恩人)和事物的属格(由关系代词 ὧν 体现),与主语 οὐδέν 连用,意为“那些与恩人们毫无干系的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:97-104