← 狄摩西尼

论使职不称职

§95-101

驳斥以和平为掩护与惩处受贿叛国

狄摩西尼揭露埃斯基涅斯企图将受审焦点偷换为辩护“和平”本身,以此掩盖自己的罪行,并要求陪审法庭将审理限制在其使节期间的实际叛国行为上;他主张若是出于单纯无知尚可宽恕,但若是受贿出卖城邦则必须处以极刑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§95

εἶτʼ ἐπειδὴ δεῖ λόγον καὶ δίκην ὑπέχειν τῶν πεπραγμένων, ὤν, οἶμαι, πανοῦργος οὗτος καὶ θεοῖς ἐχθρὸς καὶ γραμματεύς, ὡς ὑπὲρ εἰρήνης κρινόμενος ἀπολογήσεται, οὐχ ἵνα πλειόνων ἢ κατηγορεῖ τις αὐτοῦ δῷ λόγον· μανία γὰρ τοῦτό γε· ἀλλʼ ὁρᾷ τοῦθʼ ὅτι ἐν μὲν τοῖς ὑφʼ αὑτοῦ πεπραγμένοις ἀγαθὸν μὲν οὐδέν ἐστιν, ἅπαντα δὲ τἀδικήματα, ἡ δʼ ὑπὲρ τῆς εἰρήνης ἀπολογία, καὶ εἰ μηδὲν ἄλλο, τοὔνομα γοῦν ἔχει φιλάνθρωπον.

随后,当他应当为自己的所作所为交代账目并接受审判时,这个人——我想,他本是个恶棍、为诸神所弃之人以及抄写员出身——便会以仿佛在就和平本身接受审理那般进行辩护。这并不是为了交代比指控他的更多的罪名(因为那纯属疯狂),而是因为他看清了这一点:在他自己所做的事情中没有任何善行,全都是罪行,而为和平所作的辩解,即便没有其他好处,至少名义上是招人喜欢的。

§96

ἣν δέδοικα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, δέδοικα, μὴ λελήθαμεν ὥσπερ οἱ δανειζόμενοι ἐπὶ πολλῷ ἄγοντες·1 τὸ γὰρ ἀσφαλὲς αὐτῆς καὶ τὸ βέβαιον οὗτοι προὔδοσαν, Φωκέας καὶ Πύλας· οὐ μὴν διὰ τοῦτόν γʼ ἐξ ἀρχῆς ἐποιησάμεθα, ἀλλʼ ἄτοπον μέν ἐστιν ὃ μέλλω λέγειν, ἀληθὲς δὲ πάνυ· εἰ γάρ τις ὡς ἀληθῶς χαίρει τῇ εἰρήνῃ, τοῖς στρατηγοῖς, ὧν κατηγοροῦσιν ἅπαντες, χάριν αὐτῆς ἐχέτω· εἰ γὰρ ἐκεῖνοι ὡς ὑμεῖς ἐβούλεσθʼ ἐπολέμουν, οὐδʼ ὄνομʼ εἰρήνης ἂν ὑμεῖς ἠνέσχεσθε.

雅典人啊,我实在害怕,我害怕我们不知不觉间正像借贷的人那样,以高利享受着这〔和平〕;因为正是和平的安全与稳固保障——福基斯人与隘口(温泉关),被这些人出卖了。诚然,我们当初缔结和平并不是因为这个人;然而我将要说的话虽然看似离奇,却完全属实:如果有人真心为和平感到高兴,那就让他把和平归功于人人都指责的将军们吧;因为如果他们曾按照你们的意愿去作战,你们连和平的名头都容忍不了。

§97

εἰρήνη μὲν οὖν διʼ ἐκείνους, ἐπικίνδυνος δὲ καὶ σφαλερὰ καὶ ἄπιστος διὰ τούτους γέγονεν δωροδοκήσαντας. εἴργετʼ οὖν, εἴργετʼ αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων, εἰς δὲ τοὺς ὑπὲρ τῶν πεπραγμένων ἐμβιβάζετε. οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ, ἀλλʼ ἡ εἰρήνη διʼ Αἰσχίνην διαβέβληται. σημεῖον δέ· εἰ γὰρ ἡ μὲν εἰρήνη ἐγεγόνει, μηδὲν δʼ ὕστερον ἐξηπάτησθʼ ὑμεῖς μηδʼ ἀπωλώλει τῶν συμμάχων μηδείς, τίνʼ ἀνθρώπων ἐλύπησεν ἂν ἡ εἰρήνη, ἔξω τοῦ ἄδοξος γεγενῆσθαι;2 καίτοι καὶ τούτου συναίτιος οὗτος συνειπὼν Φιλοκράτει. ἀλλʼ ἀνήκεστόν γʼ οὐδὲν ἂν ἦν γεγονός. νῦν δʼ, οἶμαι, πόλλʼ, ὧν αἴτιος οὗτος.

因此,和平是归功于他们的,但和平变得危险、脆弱且不可信,却是由于这些人收受了贿赂。所以,阻止他,阻止他谈论和平,把他逼入交代其所作所为的发言之中!因为埃斯基涅斯并不是因和平而受审,绝非如此,而是和平因埃斯基涅斯而蒙受了污名。这就是证明:如果和平缔结之后,你们随后没有受到任何欺骗,盟友中也没有任何人丧生,那么除了变得不光彩之外,和平还会令哪一个人痛苦呢?尽管对于变得不光彩这一点,他也是同谋,因为他曾支持菲洛克拉特斯。但毕竟不会发生任何无可挽回的事。然而在眼下,我想,已经发生了许多无可挽回的事,而罪魁祸首正是这个人。

§98

ὅτι μὲν τοίνυν αἰσχρῶς καὶ κακῶς πάντα ταῦθʼ ὑπὸ τούτων ἀπόλωλε καὶ διέφθαρται, οἶμαι πάντας ὑμᾶς εἰδέναι. ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, τοσοῦτʼ ἀπέχω τοῦ συκοφαντίαν τινὰ τοῖς πράγμασι τούτοις προσάγειν ἢ ὑμᾶς ἀξιοῦν, ὥστʼ3 εἰ ταῦθʼ ὑπʼ ἀβελτερίας ἢ διʼ εὐήθειαν ἢ διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν οὕτω πέπρακται, αὐτός τʼ ἀφίημʼ Αἰσχίνην καὶ ὑμῖν συμβουλεύω.

因此,所有这些局势都是由这些人以可耻和卑劣的方式毁灭并败坏的,我想你们大家全都知道。但审判官们啊,我绝无意对这些事实进行任何诬告,也绝无意要求你们这样做,以至于如果这些事是出于愚昧、由于单纯或者其他任何无知而落到这般地步,我自己就会放过埃斯基涅斯,并且我也建议你们这样做。

§99

καίτοι τῶν σκήψεων τούτων οὐδεμίʼ ἐστὶ πολιτικὴ οὐδὲ δικαία. οὐδένα γὰρ τὰ κοινὰ πράττειν ὑμεῖς κελεύετε οὐδʼ ἀναγκάζετε· ἀλλʼ ἐπειδάν τις ἑαυτὸν πείσας δύνασθαι προσέλθῃ, πρᾶγμα ποιοῦντες ἀνθρώπων χρηστῶν καὶ φιλανθρώπων, εὐνοϊκῶς δέχεσθε καὶ οὐ φθονερῶς, ἀλλὰ καὶ χειροτονεῖτε καὶ τὰ ὑμέτερʼ αὐτῶν ἐγχειρίζετε.

然而,这些借口中没有一条是符合公民原则或公正的。因为你们既不命令也不强迫任何人经办公共事务;相反,每当有人自认为有能力而挺身而出时,你们便以善良而仁厚的人的态度,善意且毫不嫉妒地接纳他,甚至举手表决任用他,将你们自己的事务托付给他。

§100

ἐὰν μὲν οὖν κατορθοῖ τις, τιμήσεται καὶ πλέον ἕξει τῶν πολλῶν κατὰ τοῦτο· ἂν δʼ ἀποτυγχάνῃ, σκήψεις καὶ προφάσεις ἐρεῖ; ἀλλʼ οὐ δίκαιον. οὐ γὰρ ἂν ἐξαρκέσειε τοῖς ἀπολωλόσι συμμάχοις οὐδὲ τοῖς παισὶν αὐτῶν οὐδὲ ταῖς γυναιξὶν οὐδὲ τοῖς ἄλλοις διὰ τὴν ἀβελτερίαν τὴν ἐμήν, ἵνα μὴ τὴν τούτου λέγω, τοιαῦτα πεπονθέναι· πολλοῦ γε καὶ δεῖ.

因此,如果有人成功了,他将受到尊崇,并在这方面超越平民大众;但如果他失败了,他难道还要提出借口和托辞吗?这绝非公正。因为对于那些毁灭了的盟友、他们的孩子、妻子以及其他人来说,由于我的愚蠢(且不说由于他的愚蠢)而遭受这种厄运,绝不足以得到任何抚慰;差得远呢。

§101

ἀλλʼ ὅμως ὑμεῖς ἄφετʼ Αἰσχίνῃ τὰ δεινὰ ταῦτα καὶ ὑπερβάλλοντα, ἂν διʼ εὐήθειαν ἢ διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν λελυμασμένος φανῇ. ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα, καὶ τοῦτʼ ἐξελεγχθῇ σαφῶς ὑπʼ αὐτῶν τῶν πεπραγμένων, μάλιστα μέν, εἰ οἷόν τʼ, ἀποκτείνατε, εἰ δὲ μή, ζῶντα τοῖς λοιποῖς παράδειγμα ποιήσατε. σκοπεῖτε δὴ τὸν ὑπὲρ τούτων ἔλεγχον, ὡς δίκαιος ἔσται, μεθʼ ὑμῶν.4

尽管如此,如果他被证实是由于单纯或其他任何无知而造成了破败,你们就宽恕埃斯基涅斯这些可怕而过分的罪行吧。然而,如果他是出于奸诈,收受了银钱和贿赂,并且这一点被他所做的事情本身清清楚楚地证实了,那么如果可能的话,最好将他处死;如果不行,就让他活着作为给其他人的警戒。现在,请在你们之间审查关于这些事的检验将是多么公正。

语法注4 条
  1. 96ὥσπερ οἱ δανειζόμενοι ἐπὶ πολλῷ ἄγοντες

    ἐπὶ πολλῷ 为 ἐπὶ πολλῷ τόκῳ(以高利)之省略。现在分词 ἄγοντες 作 λελήθαμεν 的补充成分,并以句首关系代词 ἣν(即 τὴν εἰρήνην)为宾语,构成习语 εἰρήνην ἄγειν(维持/享受和平)。

  2. 97ἔξω τοῦ ἄδοξος γεγενῆσθαι

    介词 ἔξω 接冠词属格不定式 τοῦ γεγενῆσθαι 构成排除结构。不定式的表语补足语 ἄδοξος 未用宾格而用主格,是因为它与整句的主语(ἡ εἰρήνη)在格上保持一致。

  3. 98τοσοῦτʼ ἀπέχω τοῦ συκοφαντίαν τινὰ τοῖς πράγμασι τούτοις προσάγειν ἢ ὑμᾶς ἀξιοῦν, ὥστʼ

    固定句式 τοσοῦτον ἀπέχω τοῦ + 不定式 … ὥστε 表示“我绝无意做某事,以至于……”。在此处,冠词属格支配两个并列的不定式(προσάγειν 与 ἀξιοῦν),随后引出由 ὥστε 引导的结果从句。

  4. 101σκοπεῖτε δὴ τὸν ὑπὲρ τούτων ἔλεγχον, ὡς δίκαιος ἔσται, μεθʼ ὑμῶν

    先取结构(prolepsis / anticipation)。从属分句(ὡς δίκαιος ἔσται)在逻辑上的主语名词短语 τὸν ὑπὲρ τούτων ἔλεγχον 被提前抽调,作为主句动词 σκοπεῖτε 的直接宾格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:95-101