← 狄摩西尼

论使职不称职

§102-114

埃斯基涅斯受贿的证据及其与菲洛克拉特斯的同罪

演说者指出埃斯基涅斯绝非受骗而是收受了贿赂,其证据在于他从未指责腓力,反而在腓力使节面前为之辩护,因此他与菲洛克拉特斯一样受贿确凿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§102

ἀνάγκη δή που τοὺς λόγους τούτους Αἰσχίνην πρὸς ὑμᾶς εἰπεῖν τουτονί, τοὺς περὶ τῶν Φωκέων καὶ τῶν Θεσπιῶν καὶ τῆς Εὐβοίας, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἑκὼν ἐξηπάτα, δυοῖν θάτερον,1 ἢ διαρρήδην ἀκούσανθʼ ὑποσχομένου Φιλίππου ὅτι πράξει ταῦτα καὶ ποιήσει, ἢ εἰ μὴ τοῦτο, γοητευθέντα καὶ φενακισθέντα τῇ περὶ τἄλλα φιλανθρωπίᾳ καὶ ταῦτʼ ἐλπίσαντα παρʼ αὐτοῦ. οὐκ ἔνεστι τούτων οὐδὲ ἓν χωρίς.

因此,如果不是这个人出卖了自己并故意欺骗你们,那么这个埃斯基涅斯向你们发表这些关于福基斯人、忒斯庇埃和优卑亚的言论,必然是出于两个原因之一:要么是明确听到了腓力的承诺,保证他将切实实行并做到这些事;要么若非如此,则是被腓力在其他方面的仁慈所蛊惑和欺骗,因而从他那里抱有这些指望。在这两点之外绝无其他可能。

§103

ἐκ τοίνυν τούτων ἀμφοτέρων μάλιστα πάντων ἀνθρώπων μισεῖν αὐτῷ προσήκει Φίλιππον. διὰ τί; ὅτι τὸ μὲν ἐκείνου μέρος2 πάντʼ αὐτῷ γέγονεν τὰ δεινότατα καὶ τὰ αἴσχιστα. ὑμᾶς ἐξηπάτηκεν, ἀδοξεῖ, κρίνεται· καὶ εἴ γέ τι τῶν προσηκόντων ἐγίγνετο, ἐν εἰσαγγελίᾳ πάλαι ἂν ἦν· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πραότητʼ εὐθύνας δίδωσι, καὶ ταύτας ὁπηνίκα βούλεται. ἔστιν οὖν ὅστις ὑμῶν φωνὴν ἀκήκοεν Αἰσχίνου κατηγοροῦντος Φιλίππου; τί δʼ; ἐξελέγχοντʼ ἢ λέγοντά τι τοῦτον ἑόρακεν;

因此,无论从这两者中的哪一种情况来看,他在所有人当中都理应最痛恨腓力。为什么呢?因为在那个人的作为中,发生在他身上的全都是最可怕、最可耻的事情。他欺骗了你们,声名狼藉,正在受审;而且如果按照应有的规矩办事,他早就该被弹劾了;然而眼下由于你们的敦厚与温和,他正在接受账目审查,而且是在他自己愿意的时候。那么,你们当中有谁听见过埃斯基涅斯控告腓力的声音吗?怎么,有人见过这个人去揭发腓力或者说他一句坏话吗?

§109

οὐδὲ εἷς· ἀλλὰ πάντες Ἀθηναῖοι πρότερον κατηγοροῦσι Φιλίππου, καὶ ὁ τυχὼν ἀεί, ὧν οὐδὲν οὐδεὶς ἠδίκηται, ἰδίᾳ δήπου. ἐγὼ δʼ ἐκείνους τοὺς λόγους ἐζήτουν παρὰ τούτου, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἦν, ἄνδρες Ἀθηναῖοι, ἐμοὶ μὲν χρήσασθʼ ὅ τι βούλεσθε· ἐπίστευσʼ, ἐξηπατήθην, ἥμαρτον, ὁμολογῶ. τὸν δʼ ἄνθρωπον, ἄνδρες Ἀθηναῖοι, φυλάττεσθε· ἄπιστος, γόης, πονηρός. οὐχ ὁρᾶθʼ οἷα πεποίηκεν ἐμέ; οἷʼ ἐξηπάτηκεν; τούτων οὐδένʼ ἀκούω τῶν λόγων, οὐδʼ ὑμεῖς.

一个人也没有;相反,所有的雅典人,以及无论碰巧是谁,都比他更早指责腓力,尽管他们个人当然没有遭受过那个人的任何不公对待。但就我而言,如果他没有出卖自己,我本指望从他口中听到这样的话: “雅典人啊,对我你们爱怎么处置就怎么处置吧:我相信了他,受了骗,犯了错,我承认。但是雅典人啊,你们要提防那个人:他是不可信的、骗子、恶棍。难道你们看不出他是怎样对待我的吗?他是怎样欺骗我的吗?” 这类话我一句也没听到,你们也没听到。

§110

διὰ τί; ὅτι οὐ παρακρουσθεὶς οὐδʼ ἐξαπατηθείς, ἀλλὰ μισθώσας αὑτὸν καὶ λαβὼν ἀργύριον ταῦτʼ εἶπε καὶ προὔδωκεν ἐκείνῳ, καὶ γέγονεν καλὸς κἀγαθὸς καὶ δίκαιος μισθωτὸς ἐκείνῳ, πρεσβευτὴς μέντοι καὶ πολίτης ὑμῖν προδότης καὶ τρίς, οὐχ ἅπαξ, ἀπολωλέναι δίκαιος.

为什么呢?因为他既不是被误导,也不是受了骗,而是受雇于人并拿了银钱才说了这些话,并把你们出卖给那个人;对于那个人来说,他成了一个优秀而忠诚的受雇者,但对于你们来说,作为一个使节和公民,他却是一个叛徒,理应死上三次,而不是仅仅一次。

§111

οὐ τοίνυν ἐκ τούτων μόνον δῆλός ἐσθʼ ὅτι χρημάτων ἅπαντʼ εἶπεν ἐκεῖνα· ἀλλʼ ἧκον ὡς ὑμᾶς ἔναγχος Θετταλοὶ καὶ Φιλίππου πρέσβεις μετʼ αὐτῶν, ἀξιοῦντες ὑμᾶς Φίλιππον Ἀμφικτύονʼ εἶναι ψηφίσασθαι. τῷ προσῆκεν οὖν ἀντειπεῖν τούτοις μάλιστα πάντων ἀνθρώπων; Αἰσχίνῃ τουτῳί. διὰ τί; ὅτι οἷς οὗτος ἀπήγγειλε πρὸς ὑμᾶς, τούτοις τἀναντίʼ ἐποίησεν ἐκεῖνος.

不仅从这些事情可以清楚地看出他是为了金钱才说出那一切的;不久前,色萨利人以及与他们同行的腓力的使节们来到你们这里,要求你们投票赞成承认腓力为近邻同盟成员。那么,在所有人类当中,最应当挺身反对他们的是谁呢?正是这里的埃斯基涅斯。为什么呢?因为那个人所做的事,与这个人向你们报告的恰恰相反。

§112

οὗτος μὲν γὰρ ἔφη Θεσπιὰς καὶ Πλαταιὰς αὐτὸν τειχιεῖν, καὶ τοὺς μὲν Φωκέας οὐκ ἀπολεῖν, τὴν δὲ Θηβαίων ὕβριν καταλύσειν· ὁ δὲ τοὺς μὲν Θηβαίους μείζους ἢ προσῆκε πεποίηκε, τοὺς δὲ Φωκέας ἄρδην ἀπολώλεκε, καὶ τὰς μὲν Θεσπιὰς καὶ Πλαταιὰς οὐ τετείχικε, τὸν δʼ Ὀρχομενὸν καὶ τὴν Κορώνειαν προσεξηνδραπόδισται. πῶς ἂν ἐναντιώτερα πράγμαθʼ ἑαυτοῖς τούτων γένοιτο; οὐ τοίνυν ἀντεῖπεν, οὐδὲ διῆρε τὸ στόμα, οὐδʼ ἐφθέγξατʼ ἐναντίον οὐδέν.

因为这个人声称腓力将为忒斯庇埃和普拉提亚筑墙,不会灭绝福基斯人,并且会摧毁底比斯人的傲慢;然而那个人却让底比斯人变得比应有的更加强大,将福基斯人彻底灭绝,不仅没有为忒斯庇埃和普拉提亚筑墙,反而进一步将奥尔科迈农和科罗内亚沦为奴隶。世上还有比这更截然相反的事情吗?然而,他非但没有反对,甚至没有张嘴,也没有发出任何反对的言语。

§113

καὶ οὐχὶ τοῦτό πω δεινόν, τηλικοῦτον ὄν. ἀλλὰ καὶ συνεῖπε μόνος τῶν ἐν τῇ πόλει πάντων ἀνθρώπων. καίτοι τοῦτό γʼ οὐδὲ Φιλοκράτης ἐτόλμησε ποιῆσαι ὁ μιαρός, ἀλλʼ Αἰσχίνης οὑτοσί. καὶ θορυβούντων ὑμῶν καὶ οὐκ ἐθελόντων ἀκούειν αὐτοῦ, καταβαίνων ἀπὸ τοῦ βήματος, ἐνδεικνύμενος τοῖς πρέσβεσι τοῖς παρὰ τοῦ Φιλίππου παροῦσι, πολλοὺς ἔφη τοὺς θορυβοῦντας εἶναι, ὀλίγους δὲ τοὺς στρατευομένους ὅταν δέῃ, (μέμνησθε γὰρ δήπου,) αὐτὸς ὤν, οἶμαι, θαυμάσιος στρατιώτης, ὦ Ζεῦ.

而且,虽然这已经极其恶劣,但还不算最可怕的。相反,在全城所有的人当中,唯独他一人发言支持他们!然而,就连卑劣的菲洛克拉特斯都不敢做这件事,唯独这里的埃斯基涅斯做了。当你们喧哗吵闹、不愿听他讲话时,他走下讲台,向腓力派来的在场使节们炫耀般地宣称:喧哗的人固然多,但必要时出征服役的人却很少(想必你们还记得吧)——凭宙斯起誓,我想他自己倒成了一名了不起的士兵!

§114

ἔτι τοίνυν, εἰ μὲν μηδένα μηδὲν ἔχοντʼ εἴχομεν δεῖξαι τῶν πρέσβεων, μηδʼ ἦν ὥστʼ ἰδεῖν ἅπαντας, βασάνους καὶ τὰ τοιαῦθʼ ὑπόλοιπον ἂν ἦν σκοπεῖν. εἰ δὲ Φιλοκράτης μὴ μόνον ὡμολόγει παρʼ ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ἀλλὰ καὶ ἐδείκνυεν ὑμῖν, πυροπωλῶν, οἰκοδομῶν, βαδιεῖσθαι φάσκων κἂν μὴ χειροτονῆθʼ ὑμεῖς, ξυληγῶν, τὸ χρυσίον καταλλαττόμενος φανερῶς ἐπὶ ταῖς τραπέζαις, οὐκ ἔνι δήπου τοῦτον εἰπεῖν ὡς οὐκ εἴληφε,3 τὸν αὐτὸν ὁμολογοῦντα καὶ δεικνύντα.

再者,如果我们无法证明使节们中有任何人得到了东西,大家也无法亲眼目睹,那么留下的就只有拷问以及诸如此类的审查手段了。然而,如果菲洛克拉特斯不仅在公民大会上屡次当着你们的面承认,而且通过倒卖粮食、修建房屋、宣称即便你们不选举他也照去不误、运送木材、在钱庄柜台上公然兑换黄金等行为向你们展示,那么对于一个自己承认并亲身展示的人,绝不可能说他没有受贿。

语法注3 条
  1. 102δυοῖν θάτερον

    副词性宾格(同位语),用以引出后文由 ἢ διαρρήδην ἀκούσανθʼ ... ἢ εἰ μὴ τοῦτο, γοητευθέντα ... 所构成的二选一结构。

  2. 103τὸ μὲν ἐκείνου μέρος

    副词性宾格(关系宾格),意为“就那个人(腓力)而言”或“在那个人的方面”。

  3. 114οὐκ ἔνι δήπου τοῦτον εἰπεῖν ὡς οὐκ εἴληφε

    οὐκ ἔνι 即 οὐκ ἔνεστι,为无人称结构,意为“不可能”。τοῦτον 为先取构文(prolepsis),从属句 ὡς οὐκ εἴληφε 的逻辑主语被提前作为主句不定词 εἰπεῖν 的宾格对象(即“不可能就这个人声称他没有收受”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:102-114