- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:89-94
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼预先驳斥了埃斯基涅斯企图借和平之利为己辩护的说辞,并明确澄清自己的指控并非针对战争或缔结和平本身,而是针对埃斯基涅斯在审议条约条件时的受贿,以及在宣誓使团中的背信与谎报。
τί δʼ; οὐ τριήρεις τριακόσιαι καὶ σκεύη ταύταις καὶ χρήμαθʼ ὑμῖν περίεστι καὶ περιέσται διὰ τὴν εἰρήνην; ἴσως ἂν εἴποι. πρὸς δὴ ταῦτʼ ἐκεῖνʼ ὑμᾶς ὑπολαμβάνειν δεῖ, ὅτι καὶ τὰ Φιλίππου πράγματʼ ἐκ τῆς εἰρήνης γέγονεν εὐπορώτερα πολλῷ, καὶ κατασκευαῖς ὅπλων καὶ χώρας καὶ προσόδων αἳ γεγόνασιν ἐκείνῳ μεγάλαι.
“怎么?难道三百艘三列桨座战船和它们的装备以及钱财,不正是由于和平而留给你们,并且将来也将由于和平而继续保留的吗?” 他或许会这样说。对此,你们应当这样理解:腓力的势力也同样从和平中变得富足得多,无论是在军备、领土,还是在他变得极其庞大的岁入准备方面。
γεγόνασι δὲ καὶ ἡμῖν τινές. ἡ δέ γε τῶν πραγμάτων κατασκευὴ καὶ τῶν συμμάχων, διʼ ἣν ἢ αὑτοῖς ἢ τοῖς κρείττοσι τἀγαθὰ πάντες κέκτηνται,1 ἡ μὲν ἡμετέρα πραθεῖσʼ ὑπὸ τούτων ἀπόλωλε καὶ γέγονεν ἀσθενής, ἡ δʼ ἐκείνου φοβερὰ καὶ μείζων πολλῷ. οὐ δὴ δίκαιον ἐκείνῳ μὲν ἀμφότερʼ ηὐξῆσθαι διὰ τούτους καὶ τὰ τῶν συμμάχων καὶ τὰ τῶν προσόδων, ἃ δʼ ἡμῖν καὶ ὣς ἂν ὑπῆρχεν ἐκ τῆς εἰρήνης, ταῦτʼ ἀνθʼ ὧν ἀπέδοντʼ αὐτοὶ λογίζεσθαι.2 οὐ γὰρ ταῦτʼ ἀντʼ ἐκείνων γέγονεν, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ ταῦτα μὲν ἦν ἂν ὁμοίως ἡμῖν, ἐκεῖνα δὲ τούτοις ἂν προσῆν εἰ μὴ διὰ τούτους.
我们确实也有了一些岁入。但是,至于决定了所有人都要么为自己、要么为强者保有利益的局势与盟友的布局,我们这一方由于被这些人出卖而丧失殆尽、变得孱弱,而他那一方却变得令人畏惧、强大得多。因此,由这些人造成他那一方在盟友和岁入两方面都得到了增长,却把我们无论如何也能从和平中获得的收益,算作他们自己出卖掉的事物的抵偿,这绝不公正。因为前者绝不是用来替代后者的,差得远呢;如果不是因为这些人,前者本来同样会属于我们,而后者更会附加在前者的基础上。
ὅλως δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον δήπου φήσαιτʼ ἂν εἶναι, μήτʼ εἰ πολλὰ καὶ δεινὰ τὰ συμβεβηκότʼ ἐστὶ τῇ πόλει, μηδενὸς δʼ Αἰσχίνης αἴτιος τούτων, εἰς τοῦτον ἐλθεῖν τὴν ὀργήν, μήτʼ εἴ τι τῶν δεόντων πέπρακται διʼ ἄλλον τινά, τοῦτο σῶσαι τουτονί· ἀλλʼ ὅσων οὗτος αἴτιος σκεψάμενοι καὶ χάριν, ἂν ταύτης ἄξιος ᾖ, καὶ τοὐναντίον ὀργήν, ἂν τοιαῦτα φαίνηται, ποιεῖσθε.
总而言之,雅典人啊,你们一定会说这是公正的:既不能因为城邦遭遇了许多可怕的灾祸,而埃斯基涅斯对此毫无责任,就把愤怒加在他头上;也不能因为某项应当做的事是通过别人办成的,这件事就该拯救此人;而应当考察哪些事是由这个人造成的,如果他配得上感激,你们就施以感激,相反,如果这些事显得是〔招致愤怒的〕那一类,你们就宣泄愤怒。
πῶς οὖν εὑρήσετε ταῦτα δικαίως; ἐὰν μὴ πάνθʼ ἅμʼ ἐᾶτε ταράττειν αὐτόν, τὰ τῶν στρατηγῶν ἀδικήματα, τὸν πόλεμον τὸν πρὸς Φίλιππον, τἀπὸ τῆς εἰρήνης ἀγαθά, ἀλλʼ ἕκαστον ἐφʼ αὑτοῦ σκοπῆτε. οἷον, ἦν ἡμῖν πόλεμος πρὸς Φίλιππον; ἦν. ἐνταῦθʼ ἐγκαλεῖ τις Αἰσχίνῃ; βούλεταί τις τούτου κατηγορεῖν περὶ τῶν ἐν τῷ πολέμῳ πραχθέντων; οὐδὲ εἷς. οὐκοῦν περὶ τούτων γʼ ἀφεῖται καὶ οὐδὲν αὐτὸν δεῖ λέγειν· περὶ γὰρ τῶν ἀμφισβητουμένων καὶ τοὺς μάρτυρας παρέχεσθαι καὶ τὰ τεκμήρια δεῖ λέγειν τὸν φεύγοντα, οὐ τὰ ὁμολογούμενʼ ἀπολογούμενον ἐξαπατᾶν. ὅπως τοίνυν περὶ τοῦ πολέμου μηδὲν ἐρεῖς· οὐδεὶς γὰρ οὐδὲν αἰτιᾶται περὶ αὐτοῦ σε.
那么,你们怎样才能公正地弄清这一点呢?只要你们不容许他把所有事情——将军们的过失、对腓力的战争、来自和平的益处——混为一谈,而是就事论事地审查每一项。例如:我们曾与腓力发生过战争吗?发生过。在这方面有人归咎于埃斯基涅斯吗?有人想就战争中发生的事指控这个人吗?一个人也没有。那么关于这些事,他已经无需担责,也不必多言;因为被告应当就争议之点提供证人并陈述证据,而不是在公认的事实上为自己辩解以行欺瞒。因此,注意别在战争上饶舌;因为关于战争,没有人在任何事上责怪你。
μετὰ ταῦτʼ εἰρήνην τινὲς ἡμᾶς ἔπειθον ποιήσασθαι· ἐπείσθημεν· πρέσβεις ἐπέμψαμεν· ἤγαγον οὗτοι δεῦρο τοὺς ποιησομένους τὴν εἰρήνην. πάλιν ἐνταῦθα περὶ τούτου μέμφεταί τις Αἰσχίνην; φησί τις εἰσηγήσασθαι τοῦτον εἰρήνην, ἢ ἀδικεῖν ὅτι δεῦρʼ ἤγαγε τοὺς ποιησομένους; οὐδὲ εἷς. οὔκουν οὐδʼ ὑπὲρ αὐτοῦ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην οὐδὲν αὐτῷ λεκτέον· οὐ γὰρ οὗτος αἴτιος.
在此之后,有人劝说我们缔结和平;我们被说服了;我们派出了使节;这些人把将要订立和平的人引到了这里。在这里又有人在这方面责备埃斯基涅斯吗?有人说这个人提议了和平,或者因为他把订立和平的人引到这里而犯罪了吗?一个人也没有。因此,即使关于城邦缔结和平这件事本身,他也毫无必要多说什么;因为他并不是其始作俑者。
τί οὖν, ἄνθρωπε, λέγεις, εἴ τις ἔροιτό με, καὶ πόθεν ἄρχει κατηγορεῖν; ὅθεν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλευομένων ὑμῶν,3 οὐ περὶ τοῦ εἰ ποιητέον εἰρήνην ἢ μή (ἐδέδοκτο γὰρ ἤδη τοῦτό γε) ἀλλʼ ὑπὲρ τοῦ ποίαν τινά, τοῖς τὰ δίκαια λέγουσιν ἀντειπὼν τῷ μισθοῦ γράφοντι συνεῖπε δῶρα λαβών, καὶ μετὰ ταῦτʼ ἐπὶ τοὺς ὅρκους αἱρεθείς, ὧν μὲν ὑμεῖς προσετάξατε, οὐδʼ ὁτιοῦν ἐποίησε, τοὺς δʼ ἐπὶ τοῦ πολέμου διασωθέντας ἀπώλεσε τῶν συμμάχων, καὶ τηλικαῦτα καὶ τοιαῦτʼ ἐψεύσαθʼ ἡλίκʼ οὐδεὶς πώποτʼ ἄλλος ἀνθρώπων οὔτε πρότερον οὔθʼ ὕστερον. τὸ μὲν γὰρ ἐξ ἀρχῆς ἄχρι τοῦ λόγου τυχεῖν Φίλιππον ὑπὲρ τῆς εἰρήνης, Κτησιφῶν καὶ Ἀριστόδημος τὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ, ἐπειδὴ δʼ εἰς τὸ πράττειν ἤδη τὰ πράγμαθʼ ἧκεν, Φιλοκράτει καὶ τούτῳ παρέδωκαν, δεξάμενοι δʼ οὗτοι πάντʼ ἀπώλεσαν.
“那么,你这家伙究竟在说什么,”如果有人问我,“你从哪里开始指控呢?” 雅典人啊,我的指控正是从这里开始的:当你们商议的不是应否缔结和平(因为这一点早已决定了),而是缔结怎样的和平时,他反驳那些主持正义的发言者,收受贿赂而与那收钱起草议案的人穿一条裤子;随后当他被选派去监督宣誓时,凡是你们吩咐的事他一件也没做,却把在战争中幸存下来的盟友毁灭殆尽,并撒下了无论是先前还是后来其他任何人都从未撒过的弥天大谎。因为起初,直到腓力获得就和平进行交涉的机会为止,克特西丰和阿里斯托得谟扮演了欺骗的第一幕;但当事情到了实际付诸行动的阶段,他们就交给了菲洛克拉特斯和这个人,而这两个人接手之后,把一切都彻底毁灭了。
- 90διʼ ἣν ἢ αὑτοῖς ἢ τοῖς κρείττοσι τἀγαθὰ πάντες κέκτηνται
短语 ἢ αὑτοῖς ἢ τοῖς κρείττοσι 含有利益/不利与格,意为“要么为了自己,要么为了更强者(主人)”。它表明如果地缘与盟友体制(κατασκευή)健全,城邦就能自主保有利益;一旦被毁,就只能任由强权支配。
- 90ἃ δʼ ἡμῖν καὶ ὣς ἂν ὑπῆρχεν ἐκ τῆς εἰρήνης, ταῦτʼ ἀνθʼ ὧν ἀπέδοντʼ αὐτοὶ λογίζεσθαι
属于由 οὐ δὴ δίκαιον [ἐστί] 统领的带不定式对格结构的一部分。ταῦτα 是不定式 λογίζεσθαι 的直接宾语,指代前置关系分句 ἃ δʼ ... ἂν ὑπῆρχεν(“无论如何也本属于我们的事物”)。ἀνθʼ ὧν 是 ἀντὶ τούτων ἅ 的缩合,意为“作为他们所出卖之物的折抵/补偿”。
- 94ὅθεν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλευομένων ὑμῶν
关系副词 ὅθεν(“从……地方/时候[我开始]”)直接呼应前文假设的提问“πόθεν ἄρχει κατηγορεῖν;”(“你从哪里开始指控?”),主动词 ἄρχομαι 承前省略。βουλευομένων ὑμῶν 则是表示时间的情态属格独立结构。
