- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:82-88
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼阐明审查使节的核心在于报告的真实性与实际成果,指出失去皮莱导致防线瓦解以及加深与底比斯仇怨的严重危害,宣读了相关法令,并预先驳斥了埃斯基涅斯企图借颂扬和平来转移焦点的辩解。
μὴ δὴ ταῦτα λέγειν αὐτὸν ἐᾶτε, ἀλλʼ ὡς οὐκ ἀπολώλασι Φωκεῖς δεικνύναι, ἢ ὡς οὐχ ὑπέσχετο σώσειν αὐτοὺς Φίλιππον. τοῦτο γάρ εἰσι πρεσβείας εὔθυναι,1 τί πέπρακται; τί ἀπήγγειλας; εἰ μὲν ἀληθῆ, σῴζου· εἰ δὲ ψευδῆ, δίκην δός. εἰ δὲ μὴ πάρεισι Φωκεῖς, τί τοῦτο; οὕτω γὰρ διέθηκας αὐτούς, οἶμαι, τὸ μέρος σύ, ὥστε μήτε τοῖς φίλοις βοηθεῖν μήτε τοὺς ἐχθροὺς ἀμύνεσθαι δύνασθαι.
因此,切不要容许他说这些话,而要责令他证明福基斯人并没有灭亡,或者证明他并没有许诺腓力会保全他们。因为使节的审查内容正是如此:“办成了什么?你报告了什么?”如果是真话,你就宣告无罪;如果是谎言,就接受惩罚。即使福基斯人没有到庭,那又怎么样?因为依我看,就你所起的作用而言,正是你把他们置于既无法援助朋友、又无法抵御敌人的境地。
καὶ μὴν ὅτι χωρὶς τῆς ἄλλης αἰσχύνης καὶ ἀδοξίας, ἣν τὰ πεπραγμένʼ ἔχει, καὶ μεγάλοι κίνδυνοι περιεστᾶσιν ἐκ τούτων τὴν πόλιν, ῥᾴδιον δεῖξαι. τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας ἥ τʼ ἀπὸ Θηβαίων ἄδειʼ ὑπῆρχεν ἡμῖν, καὶ τὸ μηδέποτʼ ἐλθεῖν ἂν εἰς Πελοπόννησον μηδʼ εἰς Εὔβοιαν μηδʼ εἰς τὴν Ἀττικὴν Φίλιππον;2
再者,除了这些行径本身所带有的其他羞耻与恶名之外,它们还给城邦带来了巨大的危险,这一点很容易证明。因为你们当中谁不知道,通过福基斯战争以及福基斯人对皮莱(温泉关)的控制,我们不仅享有免受底比斯人威胁的安全,而且腓力也绝无可能进入伯罗奔尼撒、尤伯亚或阿提卡?
ταύτην μέντοι τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν πραγμάτων αὐτῶν ἀσφάλειαν ὑπάρχουσαν τῇ πόλει ταῖς τούτων ἀπάταις καὶ ψευδολογίαις πεισθέντες προήκασθʼ ὑμεῖς, καὶ τετειχισμένην ὅπλοις καὶ πολέμῳ συνεχεῖ καὶ πόλεσιν μεγάλαις συμμάχων ἀνδρῶν καὶ χώρᾳ πολλῇ περιείδετʼ ἀνασταθεῖσαν.3 καὶ ματαία μὲν ἡ πρότερον βοήθειʼ εἰς Πύλας ὑμῖν γέγονεν, ἣν μετὰ πλειόνων ἢ διακοσίων ταλάντων ἐποιήσασθε, ἂν λογίσησθε τὰς ἰδίας δαπάνας τὰς τῶν στρατευσαμένων, μάταιαι δὲ καὶ αἱ κατὰ Θηβαίων ἐλπίδες.
然而,由于该地的地理位置和实际局势原本属于城邦的这份安全,你们却在听信了这些人的诡计和谎言之后予以放弃,并坐视由武装力量、持续战争、盟友的大批城邦以及广袤领土所筑起的屏障被彻底摧毁。你们早先派往皮莱的远征——如果算上参战者的私人开销,耗费了两百多塔兰同——化为了泡影,对付底比斯人的希望同样化为了泡影。
ὃ δέ, πολλῶν ὄντων καὶ δεινῶν ὧν οὗτος ὑπηρέτηκε Φιλίππῳ, πλείστην ὕβριν ὡς ἀληθῶς ἔχει κατὰ τῆς πόλεως καὶ ἁπάντων ὑμῶν, τοῦτʼ ἀκούσατέ μου, ὅτι4 τοῖς Θηβαίοις ἐγνωκότος ἐξ ἀρχῆς τοῦ Φιλίππου πάνθʼ ἃ πεποίηκε ποιεῖν, οὗτος ἀπαγγείλας τἀναντία καὶ φανεροὺς ἐπιδείξας ὑμᾶς οὐχὶ βουλομένους, ὑμῖν μὲν τὴν ἔχθραν τὴν πρὸς Θηβαίους μείζω, Φιλίππῳ δὲ τὴν χάριν πεποίηκεν. πῶς ἂν οὖν ὑβριστικώτερον ἄνθρωπος ὑμῖν ἐχρήσατο;
在这个人给腓力效劳的许多令人发指的勾当之中,真正对城邦和你们全体构成最大侮辱的一点,请听我道来:尽管腓力从一开始就决定要把他所做的一切都为底比斯人做,这个人却谎报相反的情况,并公然暴露你们的不情愿,从而加深了你们对底比斯人的仇恨,却使归于腓力的恩情更大了。一个人对待你们,又怎能比这更加肆无忌惮、充满侮辱?
λέγε δὴ τὸ ψήφισμα λαβὼν τὸ τοῦ Διοφάντου καὶ τὸ τοῦ Καλλισθένους, ἵνʼ εἰδῆθʼ ὅτι, ὅτε μὲν τὰ δέοντʼ ἐποιεῖτε, θυσιῶν καὶ ἐπαίνων ἠξιοῦσθε παρʼ ὑμῖν αὐτοῖς καὶ παρὰ τοῖς ἄλλοις, ἐπειδὴ δʼ ὑπὸ τούτων παρεκρούσθητε, παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατεκομίζεσθε καὶ τὰ Ἡράκλειʼ ἐντὸς τείχους θύειν ἐψηφίζεσθε, εἰρήνης οὔσης. ὃ καὶ θαυμάζω, εἰ τὸν μηδὲ τοὺς θεούς, καθʼ ὃ πάτριον ἦν, τιμᾶσθαι ποιήσαντα, τοῦτον ἀτιμώρητον ἀφήσετε. λέγε τὸ ψήφισμα. ΨΗΦΙΣΜΑ. ταῦτα μὲν τότʼ ἄξιʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πεπραγμένων ἐψηφίσασθε. λέγε δὴ τὰ μετὰ ταῦτα. ΨΗΦΙΣΜΑ. ταῦτα τότʼ ἐψηφίζεσθʼ ὑμεῖς διὰ τούτους, οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσιν οὔτε κατʼ ἀρχὰς ποιησάμενοι τὴν εἰρήνην καὶ τὴν συμμαχίαν, οὔθʼ ὕστερον ἐγγράψαι πεισθέντες εἰς αὐτὴν καὶ τοῖς ἐγγόνοις,5 ἀλλʼ ὡς θαυμάσιʼ ἡλίκα πεισόμενοι διὰ τούτους ἀγαθά. καὶ μὴν καὶ μετὰ ταῦθʼ ὁσάκις πρὸς Πορθμῷ ἢ πρὸς Μεγάροις ἀκούοντες δύναμιν Φιλίππου καὶ ξένους ἐθορυβεῖσθε, πάντες ἐπίστασθε. οὐ τοίνυν εἰ μήπω τῆς Ἀττικῆς ἐπιβαίνει, δεῖ σκοπεῖν οὐδὲ ῥᾳθυμεῖν, ἀλλʼ εἰ διὰ τούτους ἐξουσία γέγονεν αὐτῷ τοῦθʼ ὅταν βούληται ποιῆσαι, τοῦθʼ ὁρᾶν, καὶ πρὸς ἐκεῖνο τὸ δεινὸν βλέπειν, καὶ τὸν αἴτιον καὶ παρασκευάσαντα τὴν ἐξουσίαν ταύτην ἐκείνῳ μισεῖν καὶ τιμωρεῖσθαι.
拿狄奥潘托斯的法令以及卡利斯梯尼的法令来宣读吧,以便你们明白:当你们尽职尽责的时候,你们在自己内部和在外人面前都配受祭祀与赞扬;而一旦被这些人欺骗,你们甚至不得不把妇孺从乡间撤回城内,并在和平时期通过法令在城墙之内举行赫拉克勒斯节的祭祀。而导致连神灵都无法按祖制受到尊崇的这个人,如果你们竟予以赦免、不加惩处,实在令我惊诧。请宣读法令。 【法令】雅典人啊,这是你们当时认为与所成就的事迹相称而通过的法令。请宣读接下来的法令。 【法令】你们当时正是因为这些人而通过了这些法令;你们当初缔结和平与同盟,以及后来被说服在条约中载入“及其后代”,都绝不是抱着这样的指望,而是以为通过这些人将获得无法估量的莫大福泽。况且此后听说腓力的军队和雇佣兵出现在波特莫斯或墨伽拉时,你们大家曾多少次惶恐不安,每个人都心知肚明。因此,决不能着眼于他尚未踏入阿提卡,也不能麻痹大意,而必须看清,是否正是因为这些人,他才获得了随时可以踏入阿提卡的权力;要正视那一危险,并憎恨和惩罚向他提供并策划了这一权力的罪魁祸首。
οἶδα τοίνυν ὅτι τοὺς μὲν ὑπὲρ τῶν κατηγορημένων αὐτῶν λόγους Αἰσχίνης φεύξεται, βουλόμενος δʼ ὑμᾶς ὡς πορρωτάτω τῶν πεπραγμένων ἀπάγειν διέξεισιν ἡλίκα πᾶσιν ἀνθρώποις ἀγάθʼ ἐκ τῆς εἰρήνης γίγνεται καὶ τοὐναντίον ἐκ τοῦ πολέμου κακά, καὶ ὅλως ἐγκώμιʼ εἰρήνης ἐρεῖ, καὶ τοιαῦτʼ ἀπολογήσεται. ἔστι δὲ καὶ ταῦτα κατηγορήματα τούτου. εἰ γὰρ ἡ τοῖς ἄλλοις ἀγαθῶν αἰτία τοσούτων πραγμάτων καὶ ταραχῆς ἡμῖν αἰτία γέγονε, τί τις εἶναι τοῦτο φῇ πλὴν ὅτι δῶρα λαβόντες οὗτοι καλὸν πρᾶγμα φύσει κακῶς διέθηκαν;
我深知埃斯基涅斯必然会避开针对指控本身的辩护,而企图把你们引得离案件事实越远越好,他将大谈和平给全人类带来何等福泽,而战争反之带来何等灾祸,总之发表一番对和平的颂词,并以此来进行辩解。然而连这些说辞也是对他本人的控诉。因为,如果为他人带来福祉的事物,却成了给我们带来如此多灾难和动荡的根源,那么除了这帮人收受贿赂、将本质上美好的事物败坏无遗之外,还能作何解释呢?
- 82τοῦτο γάρ εἰσι πρεσβείας εὔθυναι
系动词受补足语吸引(数的一致同化):动词 εἰσί 未与中性单数主语 τοῦτο 一致,而是与复数谓语名词 εὔθυναι 一致。句意为“因为使节的审查内容正是如此”。
- 83τὸ μηδέποτʼ ἐλθεῖν ἂν εἰς Πελοπόννησον μηδʼ εἰς Εὔβοιαν μηδʼ εἰς τὴν Ἀττικὴν Φίλιππον
带定冠词的不定式短语与 ἄν 连用,表达潜在或非现实语义(“腓力绝无可能进入……”),与前面的 ἥ τʼ ἀπὸ Θηβαίων ἄδειʼ 并列,共同充当动词 ὑπῆρχεν 的主语;宾格 Φίλιππον 为不定式的逻辑主语。
- 84περιείδετʼ ἀνασταθεῖσαν
动词 περιεῖδον(“坐视”、“放任”)接补充从属分词,表示“放任……发生/坐视……被破坏”。在此处不定过去时被动分词 ἀνασταθεῖσαν 与前面的阴性宾语 ἀσφάλειαν(及其修饰成分 τετειχισμένην)在性数格上一致。
- 85ὃ δέ, πολλῶν ὄντων καὶ δεινῶν ὧν οὗτος ὑπηρέτηκε Φιλίππῳ, πλείστην ὕβριν ὡς ἀληθῶς ἔχει κατὰ τῆς πόλεως καὶ ἁπάντων ὑμῶν, τοῦτʼ ἀκούσατέ μου, ὅτι
前置预取关系代词结构(prolepsis):关系从句 ὃ δέ ... ἔχει(“而那……包含着的事情”)置于句首,被后文主句中的指示代词 τοῦτʼ 所复指,其实际内容则由其后的说明性 ὅτι 从句具体引出。
- 87καὶ τοῖς ἐγγόνοις
直接引用的条约法律套语(“及其后代”),嵌入在句子中,作为前文 ἐγγράψαι πεισθέντες εἰς αὐτήν(“被说服在条约中载入”)的具体载入条文内容。
