← 狄摩西尼

论使职不称职

§75-81

福基斯五日内覆亡与驳斥埃斯基涅斯的借口

德摩斯梯尼指出使节团虚假报告后仅五天福基斯便告沦亡,追究埃斯基涅斯的罪责,并驳斥了对方企图以保全切尔索尼斯为辩护理由以及借口没有福基斯人出面告发的说辞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§75

μὴ τοίνυν ἃ πρὸ τοῦ τοῦτον ἀπαγγεῖλαι ταῦτʼ ἐπέπρακτʼ ἢ Λακεδαιμονίοις ἢ Φωκεῦσιν ἀκούετε μηδʼ ἀνέχεσθε, μηδὲ κατηγορεῖν ἐᾶτε Φωκέων ὡς πονηροί. οὐδὲ γὰρ Λακεδαιμονίους διὰ τὴν ἀρετὴν αὐτῶν ποτʼ ἐσώσατε, οὐδὲ τοὺς καταράτους Εὐβοέας τουτουσί, οὐδʼ ἄλλους πολλούς, ἀλλʼ ὅτι συμφέρον ἦν σῶς εἶναι τῇ πόλει, ὥσπερ Φωκέας νυνί. καὶ τί τῶν Φωκέων ἢ τῶν Λακεδαιμονίων ἢ ὑμῶν ἢ ἄλλου τινὸς ἀνθρώπων μετὰ τοὺς παρὰ τούτου λόγους ἐξαμαρτόντος οὐκ ἀπέβη τὰ πρὸς ὑμᾶς ὑπὸ τούτου τότε ῥηθέντα;1 τοῦτʼ ἐρωτᾶτε· οὐ γὰρ ἕξει δεῖξαι.

因此,在这个人作出报告之前,斯巴达人或福基斯人所做过的那些事情,你们切不可听信,也不可容忍,更不要允许指责福基斯人邪恶。因为你们过去拯救斯巴达人,并不是因为他们的美德,拯救那些该死的尤伯亚人以及许多其他人也不是因为美德,而是因为他们的保全对城邦有利,正如现在的福基斯人一样。而且,在这个人发表那番言论之后,福基斯人、斯巴达人、你们自己或任何其他人犯下了什么过错,才导致他当时对你们所说的事情未能实现?请向他质问这一点,因为他是绝对指不出来的。

§76

πέντε γὰρ ἡμέραι γεγόνασι μόναι, ἐν αἷς οὗτος ἀπήγγειλε τὰ ψευδῆ, ὑμεῖς ἐπιστεύσατε, οἱ Φωκεῖς ἐπύθοντο, ἐνέδωκαν ἑαυτούς, ἀπώλοντο. ὅθεν οἶμαι καὶ δῆλόν ἐστι σαφῶς, ὅτι πᾶσʼ ἀπάτη καὶ τέχνη συνεσκευάσθη τοῦ περὶ Φωκέας ὀλέθρου.2 ὃν μὲν γὰρ χρόνον οὐχ οἷός τʼ ἦν ἐλθεῖν ὁ Φίλιππος διὰ τὴν εἰρήνην, ἀλλʼ ἦν ἐν παρασκευῇ, τοὺς Λακεδαιμονίους μετεπέμπετο, πάντα τὰ πράγμαθʼ ὑποσχόμενος πράξειν ἐκείνοις, ἵνα μὴ διʼ ὑμῶν αὐτοὺς οἱ Φωκεῖς ὑποποιήσωνται.

事实上,从这个人作虚假报告、你们轻信、福基斯人得知消息、开城投降到惨遭毁灭,前后仅仅经历了五天。因此我认为,事实极其清楚:所有诡计和手段都是为了消灭福基斯人而精心策划的。因为在腓力由于和约而无法进军、正做准备的那段时间里,他不断召请斯巴达人,向他们许诺包办一切,以免福基斯人通过你们将斯巴达人拉拢过去。

§77

ἐπειδὴ δʼ ἧκεν εἰς Πύλας, οἱ Λακεδαιμόνιοι δʼ αἰσθόμενοι τὴν ἐνέδραν ὑπεχώρησαν, τοῦτον αὖ προκαθῆκεν ἐξαπατᾶν ὑμᾶς, ἵνα μὴ πάλιν, ὑμῶν αἰσθομένων ὅτι Θηβαίοις τὰ πράγματα πράττει, εἰς χρόνους καὶ πόλεμον καὶ τριβὴν ἐμπέσῃ, τῶν μὲν Φωκέων ἀμυνομένων, ὑμῶν δὲ βοηθούντων, ἀλλʼ ἀκονιτεὶ πάνθʼ ὑφʼ ἑαυτῷ ποιήσηται· ὅπερ καὶ γέγονεν. μὴ οὖν ὅτι καὶ Λακεδαιμονίους καὶ Φωκέας ἐξηπάτησε Φίλιππος, διὰ ταῦθʼ ὧν ὑμᾶς οὗτος ἐξηπάτησε μὴ δότω δίκην· οὐ γὰρ δίκαιον.

但是,当他抵达皮莱(温泉关),而斯巴达人察觉到陷阱而撤退时,他又派这个人出来欺骗你们,以免你们察觉他是在为底比斯人效力之后,他再次陷入拖延、战争和消耗之中——因为福基斯人会奋起自卫,而你们会出兵相救——从而让他能够不战而屈人之兵,将一切收归己有;而事实正是如此。因此,绝不能因为腓力同样欺骗了斯巴达人和福基斯人,就让这个人因为欺骗了你们而免受惩罚;因为这绝不公正。

§78

ἂν τοίνυν ἀντὶ Φωκέων καὶ Πυλῶν καὶ τῶν ἄλλων τῶν ἀπολωλότων Χερρόνησος ὡς περίεστι τῇ πόλει λέγῃ, πρὸς Διὸς καὶ θεῶν μὴ ἀποδέξησθʼ, ὦ ἄνδρες δικασταί, μηδʼ ὑπομείνητε, πρὸς οἷς ἐκ τῆς πρεσβείας ἠδίκησθε, καὶ ἐκ τῆς ἀπολογίας ὄνειδος προσκατασκευασθῆναι τῇ πόλει, ὡς ἄρʼ ὑμεῖς τῶν ἰδίων τι κτημάτων ὑπεξαιρούμενοι τὴν τῶν συμμάχων σωτηρίαν προήκασθε. οὐ γὰρ ἐποιήσατε τοῦτο, ἀλλʼ ἤδη τῆς εἰρήνης γεγονυίας καὶ τῆς Χερρονήσου σῴας οὔσης τέτταρας μῆνας ὅλους ἐσῴζονθʼ οἱ Φωκεῖς τοὺς ὕστερον, ἡ δὲ τούτου ψευδολογία μετὰ ταῦθʼ ὕστερον αὐτοὺς ἀπώλεσεν, ἐξαπατήσασʼ ὑμᾶς.

如果他辩称,为了换取福基斯人、皮莱以及其他沦陷的领地,城邦至少保全了切尔索尼斯,那么凭着宙斯和诸神起誓,陪审官们,你们绝不要接受,也不要容许在你们从出使中所遭受的损害之外,城邦再从他的辩解中蒙受耻辱,仿佛你们是为了保全自己的某些领地而背弃了盟友的安全。因为你们并没有这样做:和约早已缔结,切尔索尼斯也已安然无恙,此后福基斯人还完整地保全了整整四个月,而正是这个人后来的虚假言论通过欺骗你们才毁灭了他们。

§79

εἶτα καὶ νῦν ἐν μείζονι κινδύνῳ τὴν Χερρόνησον οὖσαν εὑρήσετʼ ἢ τότε. πότερον γὰρ εὐπορώτερον ἂν δίκην ἔδωκε Φίλιππος ἐξαμαρτὼν εἰς αὐτὴν πρὶν τούτων τι τῆς πόλεως προλαβεῖν, ἢ νυνί; ἐγὼ μὲν οἶμαι, τότε πολλῷ. τίς οὖν ἡ ταύτης περιουσία, τῶν φόβων ἀφῃρημένων καὶ τῶν κινδύνων τῶν τοῦ βουληθέντος ἂν αὐτὴν ἀδικῆσαι;

况且,你们会发现如今切尔索尼斯所处境地的危险性甚至超过了当时。因为如果腓力侵犯该地,是在他预先夺取城邦的这些据点之前更容易受到惩处,还是在如今?依我看,当时显然容易得多。既然那些足以慑止想要侵犯该地者的恐惧与危险都已被消除,那么保留这一领土又有何益处可言呢?

§80

ἔτι τοίνυν τοιοῦτό τι μέλλειν αὐτὸν ἀκούω λέγειν, ὅτι θαυμάζει τί δήποτε Δημοσθένης αὐτοῦ κατηγορεῖ, Φωκέων δʼ οὐδείς. ὡς δὴ τοῦτʼ ἔχει, βέλτιον προακοῦσαι παρʼ ἐμοῦ. Φωκέων τῶν ἐκπεπτωκότων οἱ μὲν οἶμαι βέλτιστοι καὶ μετριώτατοι φυγάδες γεγενημένοι καὶ τοιαῦτα πεπονθότες ἡσυχίαν ἄγουσι, καὶ οὐδεὶς ἂν αὐτῶν ἐθελήσειεν ὑπὲρ τῶν κοινῶν συμφορῶν ἰδίαν ἔχθραν ἀνελέσθαι· οἱ δʼ ὁτιοῦν ἂν ἀργυρίου ποιήσαντες τὸν δώσοντʼ οὐκ ἔχουσιν αὑτοῖς.

再者,我听说他打算说这样的话:他奇怪究竟为什么德摩斯梯尼告发他,而福基斯人中却没有一个人出来告发。对此事的实情,你们最好先听我说明。在流亡的福基斯人中,我认为最优秀、最安分的人在成为难民并遭受如此苦难后,都保持着沉默,他们中没有一个人愿意为了公众的灾难而承担个人的仇怨;而那些为了钱什么都肯做的人,却没有给他们钱的人。

§81

οὐ γὰρ ἔγωγʼ ἂν ἔδωκʼ οὐδενὶ οὐδὲν ὥστε μοι παραστάντας ἐνταυθὶ βοᾶν οἷα πεπόνθασιν· ἡ γὰρ ἀλήθεια καὶ τὰ πεπραγμένʼ αὐτὰ βοᾷ. ἀλλὰ μὴν ὅ γε δῆμος ὁ τῶν Φωκέων οὕτω κακῶς καὶ ἐλεινῶς διάκειται ὥστε μὴ περὶ τοῦ κατηγορεῖν ἑκάστῳ τὰς Ἀθήνησιν εὐθύνας εἶναι τὸν λόγον, ἀλλὰ δουλεύειν καὶ τεθνάναι τῷ φόβῳ Θηβαίους καὶ τοὺς Φιλίππου ξένους,3 οὓς ἀναγκάζονται τρέφειν, διῳκισμένοι κατὰ κώμας καὶ παρῃρημένοι τὰ ὅπλα.

因为我绝不会给任何人任何钱,让他们站在我身边在这里哭诉他们的遭遇;因为真相和事实本身就在大声呼喊。至于福基斯民众,他们的处境更是悲惨凄凉到了极点,以至于他们每个人根本谈不上在雅典的账目审查中去进行告发,他们被拆散流放到各个村庄,被解除了武装,不得不供养底比斯人和腓力的外邦雇佣兵,沦为奴隶并对他们吓得要死。

语法注3 条
  1. 75καὶ τί τῶν Φωκέων ἢ τῶν Λακεδαιμονίων ἢ ὑμῶν ἢ ἄλλου τινὸς ἀνθρώπων μετὰ τοὺς παρὰ τούτου λόγους ἐξαμαρτόντος οὐκ ἀπέβη τὰ πρὸς ὑμᾶς ὑπὸ τούτου τότε ῥηθέντα;

    短语 τί ... ἐξαμαρτόντος 构成了一个独立属格结构,其中疑问代词中性单数宾格 τί 作为分词 ἐξαμαρτόντος 的内在宾语。前面的属格名词列(τῶν Φωκέων ἢ ...)作为分词的逻辑主语,构成修辞反问:“究竟是这些人犯了何种过错,才导致当时承诺的事情没有实现?”

  2. 76τοῦ περὶ Φωκέας ὀλέθρου

    该属格修饰 συνεσκευάσθη πᾶσʼ ἀπάτη καὶ τέχνη 中所含的动词动作,充当表示目的的属格(或表示意图的宾格性属格),意为“为了达到毁灭福基斯人的目的”。

  3. 81τεθνάναι τῷ φόβῳ Θηβαίους καὶ τοὺς Φιλίππου ξένους

    短语 τεθνάναι τῷ φόβῳ(“吓得要死”)属于夸张用法,后接的宾格 Θηβαίους καὶ τοὺς Φιλίππου ξένους 作为表示恐惧对象的直接宾语,相当于扩展了及物恐惧动词的支配功能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:75-81