- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:8-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼宣称以自身信誉担保来证实埃斯基涅斯的受贿背叛并要求定其重罪,进而提醒陪审团注意埃斯基涅斯最初积极反马其顿、被委以监视使节重任的历史,以揭露其背信弃义的彻底变节。
ἂν μὲν τοίνυν ἐξελέγξω καὶ δείξω σαφῶς Αἰσχίνην τουτονὶ καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ κεκωλυκότʼ ἐμοῦ τὸν δῆμον ἀκοῦσαι τἀληθῆ,1 καὶ πάντα τἀναντία τῶν συμφερόντων συμβεβουλευκότα, καὶ μηδὲν ὧν προσετάξατʼ ἐν τῇ πρεσβείᾳ πεποιηκότα, καὶ ἀνηλωκότα τοὺς χρόνους ἐν οἷς πολλῶν καὶ μεγάλων πραγμάτων καιροὶ προεῖνται τῇ πόλει, καὶ πάντων τούτων δῶρα καὶ μισθοὺς εἰληφότα μετὰ Φιλοκράτους, καταψηφίσασθʼ αὐτοῦ καὶ δίκην ἀξίαν τῶν ἀδικημάτων λάβετε· ἂν δὲ μὴ δείξω ταῦτα, ἢ μὴ πάντα, ἐμὲ μὲν φαῦλον ἡγεῖσθε τοῦτον δʼ ἄφετε.
因此,如果我彻底揭发并清楚证明此处的埃斯基涅斯不仅毫无实情地进行汇报,而且阻止民众从我这里听到真话,并且提出了完全违背你们利益的一切建议,在出使期间未曾履行你们吩咐他的任何事情,虚耗了城邦坐失诸多重大良机的宝贵时间,并与菲洛克拉特斯一同为此一切收受了礼物和报酬,那么你们就投票定他的罪,并施以与其恶行相称的惩罚;但如果我未能证明这些,或未能证明这一切,那么就把我当作无能之辈,而将他开释罢。
πολλὰ δὲ καὶ δεινὰ κατηγορεῖν ἔχων ἔτι πρὸς τούτοις ἕτερʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐξ ὧν οὐκ ἔσθʼ ὅστις ἂν οὐκ εἰκότως μισήσειεν αὐτόν, βούλομαι πρὸ πάντων ὧν μέλλω λέγειν μνημονεύοντας ὑμῶν οἶδʼ ὅτι τοὺς πολλοὺς ὑπομνῆσαι, τίνα τάξιν ἑαυτὸν ἔταξεν Αἰσχίνης ἐν τῇ πολιτείᾳ τὸ πρῶτον, καὶ τίνας λόγους κατὰ τοῦ Φιλίππου δημηγορεῖν ᾤετο δεῖν, ἵνʼ εἰδῆθʼ ὅτι τοῖς ὑφʼ ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μάλιστʼ ἐξελεγχθήσεται δῶρʼ ἔχων.
雅典人啊,除了这些之外,我还有许多其他骇人听闻的事情要控告他,任何人都理所当然会因此而憎恨他;但在我要说的一切事情之前,尽管我知道你们多数人都记得,我仍想提醒你们,埃斯基涅斯起初在城邦政治中将自己置于何种阵营,他又认为应当发表何种反对腓力的演说,以便你们知晓,正是凭借他起初所做的事和所发表的演说,他收受贿赂一事才最能得到确凿证实。
ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησι καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ προεστηκότων, καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων, καὶ πείσας ὑμᾶς πανταχοῖ πρέσβεις πέμψαι τοὺς συνάξοντας δεῦρο τοὺς βουλευσομένους περὶ τοῦ πρὸς Φίλιππον πολέμου, καὶ ἀπαγγέλλων μετὰ ταῦθʼ ἥκων ἐξ Ἀρκαδίας τοὺς καλοὺς ἐκείνους καὶ μακροὺς λόγους, οὓς ἐν τοῖς μυρίοις ἐν Μεγάλῃ πόλει πρὸς Ἱερώνυμον τὸν ὑπὲρ Φιλίππου λέγοντα ὑπὲρ ὑμῶν ἔφη δεδημηγορηκέναι, καὶ διεξιὼν ἡλίκα τὴν Ἑλλάδα πᾶσαν, οὐχὶ τὰς ἰδίας ἀδικοῦσι μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου.
正是这个人,正如他当时在演说中所宣称的那样,是雅典人中第一个察觉到腓力正图谋危害希腊人、并收买阿卡迪亚某些首领的人;他带着尼奥普托勒莫斯的配角演员伊斯坎德罗斯,就这些事走访了议事会,又走访了民众大会,并说服你们向各地派遣使节,将那些将就对腓力作战之事进行商议的人召集到这里来;在此之后,他从阿卡迪亚归来,汇报了那些优美而冗长的演说——他声称自己在麦加洛波利斯的“万人大会”上代表你们针对代表腓力发言的希厄罗纽摩斯发表了这些演说,并详述了那些收受贿赂、从腓力那里拿钱的人不仅危害自己的祖国,而且危害整个希腊到了何等严重的程度。
ἐπειδὴ τοίνυν ταῦτα πολιτευομένου τούτου τότε καὶ τοῦτο τὸ δεῖγμʼ ἐξενηνοχότος περὶ αὑτοῦ, τοὺς περὶ τῆς εἰρήνης πρέσβεις πέμπειν ὡς Φίλιππον ἐπείσθητε ὑπʼ Ἀριστοδήμου καὶ Νεοπτολέμου καὶ Κτησιφῶντος καὶ τῶν ἄλλων τῶν ἐκεῖθεν ἀπαγγελλόντων οὐδʼ ὁτιοῦν ὑγιές, γίγνεται τῶν πρέσβεων τούτων εἷς καὶ οὗτος, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα,2 οὐδʼ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, ἀλλʼ ὡς τῶν φυλαξόντων τοὺς ἄλλους· διὰ γὰρ τοὺς προειρημένους λόγους καὶ τὴν πρὸς τὸν Φίλιππον ἀπέχθειαν ταύτην εἰκότως περὶ αὐτοῦ πάντες εἴχετε τὴν δόξαν.
因此,当他当时推行这种政策并展示出自身的这种表率时,你们受到阿里斯托德摩斯、尼奥普托勒莫斯、克特西丰以及其他从那里汇报了毫无可靠之言的人的劝说,决定向腓力派遣关于媾和的使节,这个人也成了这些使节中的一员,但并非作为出卖你们利益的人,也非作为信任腓力的人,而是作为监视其他人之人;因为由于前述的言论以及对腓力的那种敌意,你们所有人理所当然对他抱有这种看法。
προσελθὼν τοίνυν ἐμοὶ μετὰ ταῦτα συνετάττετο κοινῇ πρεσβεύειν, καὶ ὅπως τὸν μιαρὸν καὶ ἀναιδῆ φυλάξομεν ἀμφότεροι, τὸν Φιλοκράτην, πολλὰ παρεκελεύσατο. καὶ μέχρι τοῦ δεῦρʼ ἐπανελθεῖν ἀπὸ τῆς πρώτης πρεσβείας ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς ἑαυτὸν ἐλάνθανε. χωρὶς γὰρ τῶν ἄλλων ὧν, ὅπερ εἶπον, εἰρήκει πρότερον, ἀναστὰς τῇ προτέρᾳ τῶν ἐκκλησιῶν ἐν αἷς περὶ τῆς εἰρήνης ἐβουλεύεσθε, ἤρξατʼ ἀρχήν, ἣν ἐγὼ καὶ τοῖς ῥήμασιν οἶμαι τοῖς αὐτοῖς οἷσπερ οὗτος εἶπεν ἐν ὑμῖν ἀπομνημονεύσειν.
随后,他来到我面前,商定共同出使,并多次敦促我们双方应当监视那个可鄙而无耻的菲洛克拉特斯。直到从第一次出使归来这里之前,雅典人啊,至少对我而言,他已被腐蚀并将自己出卖一事一直未被察觉。因为除了正如我所说他先前讲过的那些话之外,在你们商议和平的两次大会中的前一次大会上,他站起身来,发表了一段开场白,我想我甚至可以用他当时在你们面前所说的原话来复述:
εἰ πάνυ πολὺν ἔφη χρόνον ἐσκόπει Φιλοκράτης, ὦ ἄνδρες Ἀθηναῖοι, πῶς ἂν ἄριστʼ ἐναντιωθείη τῇ εἰρήνῃ, οὐκ ἂν αὐτὸν ἄμεινον εὑρεῖν οἶμαι ἢ τοιαῦτα γράφοντα.3 ἐγὼ δὲ ταύτην μὲν τὴν εἰρήνην, ἕως ἂν εἷς Ἀθηναίων λείπηται, οὐδέποτʼ ἂν συμβουλεύσαιμι ποιήσασθαι τῇ πόλει, εἰρήνην μέντοι φημὶ δεῖν ποιεῖσθαι. καὶ τοιούτους τινὰς εἶπε βραχεῖς καὶ μετρίους λόγους.
“如果在极长的时间里, 他说, 雅典人啊,菲洛克拉特斯一直在考虑如何才能最好地反对和平,我想他不可能找到比提出这样的条款更好的办法了。然而至于我,只要还有一个雅典人活着,我就决不会建议城邦缔结这种和平;不过,我主张必须缔结和平。” 他就说了诸如此类的简短而节制的话。
- 8κεκωλυκότʼ ἐμοῦ τὸν δῆμον ἀκοῦσαι τἀληθῆ
动词 κωλύω 支配宾格与不定式(τὸν δῆμον ἀκοῦσαι,阻止民众听取),而属格 ἐμοῦ 并不作 κωλύω 的分离属格,而是依附于不定式 ἀκοῦσαι,作表示消息来源或讲话者的属格(ἀκούειν τινός,听取某人之言),意为“阻止民众从我这里听到实情”。
- 12οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα
该结构承接前文的述语 γίγνεται τῶν πρέσβεων τούτων εἷς(“成为这些使节中的一员”)。由 ὡς 引导的带冠词属格分词(τῶν ἀποδωσομένων、τῶν πεπιστευκότων、τῶν φυλαξόντων)作表示使节类别的部分属格,而 ὡς 则表示主观意图或被任命时的身份定性(“并非作为出卖……之人”)。
- 14οὐκ ἂν αὐτὸν ἄμεινον εὑρεῖν οἶμαι ἢ τοιαῦτα γράφοντα
非真实条件句(εἰ... ἐσκόπει)的主句结论(原为 οὐκ ἂν εὗρεν)在动词 οἶμαι 的间接引语下转化为“ἄν+不定式(εὑρεῖν ἄν)”。在比较级 ἄμεινον 之后,ἢ τοιαῦτα γράφοντα 中的分词 γράφοντα 为宾格,与不定式的逻辑主语 αὐτόν 一致,表示方式或手段:“比通过提出这样的条款(能找到更好的方式)”。
