← 狄摩西尼

论使职不称职

§1-7

陪审官的誓言与审查使节的五项标准

德摩斯梯尼敦促审判官排除私情与恐吓、坚守誓言与正义,并提出审查使节责任的五项标准:汇报、建议、指令、时机与受贿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ περὶ τουτονὶ τὸν ἀγῶνα καὶ παραγγελία γέγονε, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι, ἑορακότας ἄρτι τοὺς ὅτʼ ἐκληροῦσθʼ ἐνοχλοῦντας καὶ προσιόντας ὑμῖν. δεήσομαι δὲ πάντων ὑμῶν, ἃ καὶ τοῖς μὴ δεηθεῖσι δίκαιόν ἐστιν ὑπάρχειν, μηδεμίαν μήτε χάριν μήτʼ ἄνδρα ποιεῖσθαι περὶ πλείονος ἢ τὸ δίκαιον1 καὶ τὸν ὅρκον ὃν εἰσελήλυθεν ὑμῶν ἕκαστος ὀμωμοκώς, ἐνθυμουμένους ὅτι ταῦτα μέν ἐσθʼ ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως, αἱ δὲ τῶν παρακλήτων αὗται δεήσεις καὶ σπουδαὶ τῶν ἰδίων πλεονεξιῶν εἵνεκα γίγνονται, ἃς ἵνα κωλύηθʼ οἱ νόμοι συνήγαγον ὑμᾶς, οὐχ ἵνα κυρίας τοῖς ἀδικοῦσι ποιῆτε.

雅典人啊,关于这场诉讼,进行了多么大的奔走与请托活动,我想你们几乎全都觉察到了,因为你们刚才都看见了在你们抽签时纠缠并接近你们的那些人。我将向你们全员提出一个即便对未曾提出请求者而言也理应获得满足的要求:绝不要把任何私情或任何个人置于正义以及你们每个人入庭宣誓所立的誓言之上,且要牢记,誓言与正义是为了你们和整个城邦,而辩护者们的这些哀求与奔走则是为了他们个人的私利;法律将你们召集在一起,是为了阻止这种私利,而不是为了让作恶者得到得逞的权力。

§2

τοὺς μὲν οὖν ἄλλους, ὅσοι πρὸς τὰ κοινὰ δικαίως προσέρχονται, κἂν δεδωκότες ὦσιν εὐθύνας, τὴν ἀειλογίαν ὁρῶ προτεινομένους, τουτονὶ δʼ Αἰσχίνην πολὺ τἀναντία τούτου· πρὶν γὰρ εἰσελθεῖν εἰς ὑμᾶς καὶ λόγον δοῦναι τῶν πεπραγμένων τὸν μὲν ἀνῄρηκε τῶν ἐπὶ τὰς εὐθύνας ἐλθόντων, τοῖς δʼ ἀπειλεῖ περιιών, δεινότατον πάντων ἔθος εἰς τὴν πολιτείαν εἰσάγων καὶ ἀσυμφορώτατον ὑμῖν· εἰ γὰρ ὁ πράξας τι τῶν κοινῶν καὶ διοικήσας τῷ καθʼ ἑαυτὸν φόβῳ καὶ μὴ τῷ δικαίῳ κατασκευάσει μηδένʼ εἶναι κατήγορον αὑτοῦ, παντάπασιν ἄκυροι πάντων ὑμεῖς γενήσεσθε.

其他那些公正地参与公共事务的人,即使已经通过了账目审计,我见他们也总是随时准备交待言行;然而这个埃斯基涅斯所做的却与之截然相反。因为在来到你们面前交代其所作所为之前,他已经除掉了那些来到审计现场的人中的一个,又四处威胁其他人,从而将最可怕也是对你们最不利的恶习引入了城邦政制。因为如果掌管和处理公共事务的人凭借自身制造的恐惧而非凭借正义,便能使自己免受任何控告,那么你们将彻底失去对一切事务的裁决权。

§3

τὸ μὲν οὖν ἐξελέγξειν πολλὰ καὶ δεινὰ πεποιηκότα τουτονὶ καὶ τῆς ἐσχάτης ὄντα τιμωρίας ἄξιον θαρρῶ καὶ πάνυ πιστεύω· ὃ δὲ καίπερ ὑπειληφὼς ταῦτα φοβοῦμαι, φράσω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι, ὅτι μοι δοκοῦσιν ἅπαντες οἱ παρʼ ὑμῖν ἀγῶνες οὐχ ἧττον, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν καιρῶν ἢ τῶν πραγμάτων εἶναι, καὶ τὸ χρόνον γεγενῆσθαι μετὰ τὴν πρεσβείαν πολὺν δέδοικα, μή τινα λήθην ἢ συνήθειαν τῶν ἀδικημάτων ὑμῖν ἐμπεποιήκῃ.

至于证实这个人犯下了许多骇人听闻的恶行、理应受到极刑,我是充满信心并深信不疑的;但我虽有这一信念却仍有所担忧的事情,我也会向你们直言,绝不隐瞒:雅典人啊,在我看来,在你们面前进行的一切审判,不仅取决于事实,也同样取决于时机;我担心出使之后时隔已久,会在你们心中对他的罪行产生淡忘或麻木。

§4

ὡς δή μοι δοκεῖτʼ ἂν ὅμως ἐκ τούτων καὶ γνῶναι τὰ δίκαια καὶ δικάσαι νυνί, τοῦθʼ ὑμῖν λέξω·2 εἰ σκέψαισθε παρʼ ὑμῖν αὐτοῖς, ὦ ἄνδρες δικασταί, καὶ λογίσαισθε τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν. πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δʼ ὧν ἔπεισε, τρίτον δʼ ὧν προσετάξατʼ αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων, ἐφʼ ἅπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως ἢ μὴ πάντα ταῦτα πέπρακται.

尽管如此,依我之见,你们怎样才能在此情形下看清正义并于此刻作出判决呢?我这就告诉你们:审判官们,如果你们扪心自问并仔细考量,究竟应当就哪些事项向使节问责。首先是他所汇报的,其次是他所促成的劝导,第三是你们嘱咐他去办的,其后是关于时机,而在这一切之上,则是这一切事情究竟是在没有受贿的情况下完成的,还是受了贿。

§5

τί δήποτε τούτων; ὅτι ἐκ μὲν τῶν ἀπαγγελιῶν τὸ βουλεύσασθαι περὶ τῶν πραγμάτων ὑμῖν ἐστίν· ἂν μὲν οὖν ὦσιν ἀληθεῖς, τὰ δέοντʼ ἔγνωτε, ἂν δὲ μὴ τοιαῦται, τἀναντία. τὰς δὲ συμβουλίας πιστοτέρας ὑπολαμβάνετʼ εἶναι τὰς τῶν πρέσβεων· ὡς γὰρ εἰδότων περὶ ὧν ἐπέμφθησαν ἀκούετε· οὐδὲν οὖν ἐξελέγχεσθαι δίκαιός ἐστιν ὁ πρεσβευτὴς φαῦλον οὐδʼ ἀσύμφορον ὑμῖν συμβεβουλευκώς.3

究竟为何是这些呢?因为根据他的汇报,你们才得就各项事务进行商议;因此,若汇报属实,你们便作出了恰当的决定;若不然,则恰恰相反。此外,你们认为使节们的建议更加可靠,因为你们是把他们当作熟知所受委派之事的人来倾听的。因此,使节绝不应被证实向你们提出过任何卑劣或有害的建议。

§6

καὶ μὴν περὶ ὧν γε προσετάξατʼ εἰπεῖν ἢ πρᾶξαι καὶ διαρρήδην ἐψηφίσασθε ποιῆσαι, προσήκει διῳκηκέναι. εἶεν· τῶν δὲ δὴ χρόνων διὰ τί; ὅτι πολλάκις, ὦ ἄνδρες Ἀθηναῖοι, συμβαίνει πολλῶν πραγμάτων καὶ μεγάλων καιρὸν ἐν βραχεῖ χρόνῳ γίγνεσθαι, ὃν ἄν τις ἑκὼν καθυφῇ τοῖς ἐναντίοις καὶ προδῷ, οὐδʼ ἂν ὁτιοῦν ποιῇ πάλιν οἷός τʼ ἔσται σῶσαι.

再者,关于你们吩咐他说或做的、并且明确通过决议让他执行的事务,他理应予以办理。好罢,那么为何要考察时机呢?因为,雅典人啊,许多重大事件的机遇往往出现在极为短暂的时间内;如果有人故意将其拱手让给敌人并出卖它,那么无论他后来做什么,都绝不可能再挽回它了。

§7

ἀλλὰ μὴν ὑπέρ γε τοῦ προῖκʼ ἢ μή, τὸ μὲν ἐκ τούτων λαμβάνειν, ἐξ ὧν ἡ πόλις βλάπτεται, πάντες οἶδʼ ὅτι φήσαιτʼ ἂν εἶναι δεινὸν καὶ πολλῆς ὀργῆς ἄξιον· ὁ μέντοι τὸν νόμον τιθεὶς οὐ διώρισεν τοῦτο, ἀλλʼ ἁπλῶς εἶπε μηδαμῶς δῶρα λαμβάνειν, ἡγούμενος, ὡς ἐμοὶ δοκεῖ, τὸν ἅπαξ λαβόντα καὶ διαφθαρένθʼ ὑπὸ χρημάτων οὐδὲ κριτὴν ἔτι τῶν συμφερόντων ἀσφαλῆ μένειν τῇ πόλει.

至于是否未取报酬:从使城邦受损的事情中获取报酬,我知道你们所有人都会说这是极其可怕且理应激起极大愤怒的;然而立法者并未对此作出区分,而是断然规定决不可接受礼物,依我之见,这是因为他认为,一旦接受贿赂并被金钱腐蚀的人,就再也不能成为对城邦有利之事的稳妥裁决者了。

语法注3 条
  1. 1δεήσομαι δὲ πάντων ὑμῶν, ἃ καὶ τοῖς μὴ δεηθεῖσι δίκαιόν ἐστιν ὑπάρχειν, μηδεμίαν μήτε χάριν μήτʼ ἄνδρα ποιεῖσθαι περὶ πλείονος ἢ τὸ δίκαιον

    动词 δέομαι 支配表示人的属格(πάντων ὑμῶν),以及表示内容的内在宾格关系代词(ἃ),后者由同格说明的不定词短语 μηδεμίαν μήτε χάριν μήτʼ ἄνδρα ποιεῖσθαι... 予以具体展开。关系代词 ἃ 的先行成分即指代该不定词短语所表达的内容。

  2. 4ὡς δή μοι δοκεῖτʼ ἂν ὅμως ἐκ τούτων καὶ γνῶναι τὰ δίκαια καὶ δικάσαι νυνί, τοῦθʼ ὑμῖν λέξω

    主句的主干为 τοῦθʼ ὑμῖν λέξω(“我将把这告诉你们”),置于句首的 ὡς 引导的分句作为间接疑问/方式从句对 τοῦτο 作出说明(“依我看你们怎样才能够……”)。小辞 ἄν 与不定词(γνῶναι / δικάσαι)或 δοκεῖτε 结合,承接后文的希求法条件从句 εἰ σκέψαισθε...,构成潜在假设的归结句。

  3. 5οὐδὲν οὖν ἐξελέγχεσθαι δίκαιός ἐστιν ὁ πρεσβευτὴς φαῦλον οὐδʼ ἀσύμφορον ὑμῖν συμβεβουλευκώς

    此处使用了人称结构(δίκαιός ἐστι + 不定词),取代了无人称结构(δίκαιόν ἐστι + 宾格加不定词),主语为 ὁ πρεσβευτής。否定词 οὐδὲν 与分词 συμβεβουλευκώς 以及形容词 φαῦλον οὐδʼ ἀσύμφορον 搭配,表达“使节绝不应被查出向你们提出过任何拙劣或有害的建议”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:1-7