- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:15-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼详述了埃斯基涅斯在批准和平的民众大会上突然转变立场支持菲洛克拉特斯,以及在主持立誓归来后,尽管德摩斯梯尼已向议事会揭露真相,埃斯基涅斯仍在随后的民众大会上用虚假的宏大许诺彻底迷惑了民众。
ὁ δὲ ταῦτʼ εἰπὼν τῇ προτεραίᾳ πάντων ἀκουόντων ὑμῶν, εἰς τὴν ὑστεραίαν, ἐν ᾗ τὴν εἰρήνην ἔδει κυροῦσθαι, ἐμοῦ τῷ τῶν συμμάχων συνηγοροῦντος δόγματι καὶ τὴν εἰρήνην ὅπως ἴση καὶ δικαία γενήσεται πράττοντος, καὶ ὑμῶν βουλομένων ταῦτα καὶ οὐδὲ φωνὴν ἐθελόντων ἀκούειν τοῦ καταπτύστου Φιλοκράτους, ἀναστὰς ἐδημηγόρει καὶ συνηγόρει ʼκείνῳ πολλῶν ἀξίους, ὦ Ζεῦ καὶ πάντες θεοί, θανάτων λόγους,1 ὡς οὔτε τῶν προγόνων ὑμᾶς μεμνῆσθαι δέοι οὔτε τῶν τὰ τρόπαια καὶ τὰς ναυμαχίας λεγόντων ἀνέχεσθαι, νόμον τε θήσειν καὶ γράψειν μηδενὶ τῶν Ἑλλήνων ὑμᾶς βοηθεῖν, ὃς ἂν μὴ πρότερος βεβοηθηκὼς ὑμῖν ᾖ. καὶ ταῦθʼ ὁ σχέτλιος καὶ ἀναιδὴς οὗτος ἐτόλμα λέγειν ἐφεστηκότων τῶν πρέσβεων καὶ ἀκουόντων, οὓς ἀπὸ τῶν Ἑλλήνων μετεπέμψασθε ὑπὸ τούτου πεισθέντες, ὅτʼ οὔπω πεπρακὼς αὑτὸν ἦν.
然而,这个前一天当着你们所有人的面说了那番话的人,在翌日——即本应批准和平的日子里,正当我支持盟邦的决议并致力于使和平公正对等,而你们也正期望如此甚至不愿听那可鄙的菲洛克拉特斯的一句声音时,他站起身来发表演说,附和那个人,说出了——宙斯和诸神啊!——理应处死多次的言论。他声称你们既不应记念祖先,也不应容忍那些谈论战胜纪念碑和海战的人,并扬言他将制定并提议一项法律,规定你们不得援助任何事先未曾援助过你们的希腊人。而这个凶顽无耻之徒竟敢当着那些使节的面说出这些话,而那些使节正是由于他的劝说,在他尚未出卖自己时由你们从希腊各地召来的,他们此刻正站在一旁听着。
ὃν μὲν οὖν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, χειροτονησάντων ὑμῶν ἐπὶ τοὺς ὅρκους αὐτὸν πάλιν τούς τε χρόνους κατέτριψε καὶ τὰ πράγματα πάντʼ ἐλυμήνατο τὰ τῆς πόλεως, καὶ ὅσαι περὶ τούτων ἐμοὶ πρὸς τοῦτον ἀπέχθειαι συνέβησαν βουλομένῳ κωλύειν, αὐτίκʼ ἀκούσεσθε. ἀλλʼ ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν αἱ νῦν εὔθυναι, οὔτε μικρὸν οὔτε μέγʼ οὐδʼ ὁτιοῦν εὑρημένοι τῶν ὅτε τὴν εἰρήνην ἐποιεῖσθε λεχθέντων καὶ προσδοκηθέντων, ἀλλὰ πάντʼ ἐξηπατημένοι, καὶ τούτων ἕτερʼ αὖθις αὖ πεπραχότων καὶ παρʼ αὐτὸ τὸ ψήφισμα πεπρεσβευκότων, προσῇμεν τῇ βουλῇ. καὶ ταυτὶ πολλοὶ συνίσασιν ἃ μέλλω λέγειν· τὸ γὰρ βουλευτήριον μεστὸν ἦν ἰδιωτῶν.
雅典人啊,当你们再次投票选任他去主持立誓时,他是以何种方式虚耗时日并彻底破坏了城邦的所有大局,而我为了阻止他,我们之间又因这些事产生了多少敌意,你们马上就会听到。但是,当我们从这次去主持立誓的出使(也正是目前接受审查的出使)归来时,在你们媾和时所言及和期望的一切之中,我们既没有得到丁点微小的利益,也没有得到任何重大的收获,反而彻底受骗;而且当这些人又做出了其他勾当、完全违背决议本身出使之后,我们来到了议事会前。许多人都深知我将要说的事情,因为议事大厅当时挤满了寻常市民。
παρελθὼν δʼ ἐγὼ πάντα τἀληθῆ πρὸς τὴν βουλὴν ἀπήγγειλα, καὶ κατηγόρησα τούτων, καὶ ἀνηριθμησάμην ἀπὸ τῶν πρώτων ἐλπίδων ἐκείνων ὧν ὁ Κτησιφῶν καὶ ὁ Ἀριστόδημος ἀπήγγειλαν πρὸς ὑμᾶς, καὶ μετὰ ταῦτα, ὅτε τὴν εἰρήνην ἐποιεῖσθε, ἃ οὗτος ἐδημηγόρησε καὶ εἰς ἃ προήχασι τὴν πόλιν, καὶ περὶ τῶν ὑπολοίπων (ταῦτα δʼ ἦν Φωκεῖς καὶ Πύλαι) μὴ προέσθαι συνεβούλευον, μηδὲ ταὐτὰ παθεῖν, μηδʼ ἀναρτωμένους ἐλπίσιν ἐξ ἐλπίδων καὶ ὑποσχέσεσιν εἰς τοὔσχατον ἐλθεῖν τὰ πράγματʼ ἐᾶσαι. καὶ ἔπεισα ταῦτα τὴν βουλήν.
我走上前去,向议事会汇报了全部真相,并指控了这些人,从克特西丰和阿里斯托德摩斯向你们报告的最初希望逐一列举,之后,当你们缔结和平时,列举了这个人发表演说了什么,以及他们将城邦引向了何种境地;至于余下的问题(即福基斯人和温泉关),我建议不要放弃它们,不要重蹈覆辙,也不要在层出不穷的希望和许诺中被悬置,从而任由局势走向不可收拾的绝境。我以此说服了议事会。
ἐπειδὴ δʼ ἧκεν ἡ ἐκκλησία καὶ πρὸς ὑμᾶς ἔδει λέγειν, παρελθὼν Αἰσχίνης οὑτοσὶ πρῶτος ἡμῶν ἁπάντων (καὶ πρὸς Διὸς καὶ θεῶν πειρᾶσθε συνδιαμνημονεύειν ἂν ἀληθῆ λέγω· τὰ γὰρ πάντα τὰ πράγματα λυμηνάμενʼ ὑμῶν καὶ διαφθείρανθʼ ὅλως ταῦτʼ ἐστὶν ἤδη) τοῦ μὲν ἀπαγγέλλειν τι τῶν πεπρεσβευμένων ἢ περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων, εἰ ἄρʼ ἠμφεσβήτει μὴ ἀληθῆ λέγειν ἐμέ, μνησθῆναι πάμπληθες ἀπέσχεν, εἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοσαῦτʼ ἔχοντας ἀγαθά, ὥσθʼ ἅπαντας ὑμᾶς λαβὼν ᾤχετο.2
可是,当民众大会到来、需要向你们讲话时,这里的埃斯基涅斯在我们所有人中第一个走上前来(以宙斯和诸神的名义,如果我说的是实情,请努力同我一起回忆,因为正是这些事彻底败坏并全盘毁灭了你们的大局),他对于汇报出使中所履行的任何公务,或者提及在议事会中所说的话(如果他果真质疑我说的是假话),完全避开了,反而发表了如此一番言论,许诺了如此重大、如此丰厚的利益,以致把你们所有人都彻底俘获了。
ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον ἅπανθʼ ὅσα συμφέρει τῇ πόλει, καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ διεξῆλθε λόγον μακρὸν ὑμῖν, ὃν κατὰ Θηβαίων εἰπεῖν πρὸς Φίλιππον ἔφη, καὶ τὰ κεφάλαιʼ ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ ἀπελογίζετʼ ἐκ τῶν αὑτῷ πεπρεσβευμένων δυοῖν ἢ τριῶν ἡμερῶν3 ὑμᾶς, μένοντας οἴκοι καὶ οὐ στρατευομένους οὐδʼ ἐνοχλουμένους, Θήβας μὲν πολιορκουμένας αὐτὰς καθʼ αὑτὰς χωρὶς τῆς ἄλλης Βοιωτίας ἀκούσεσθαι, Θεσπιὰς δὲ καὶ Πλαταιὰς οἰκιζομένας, τῷ θεῷ δὲ τὰ χρήματʼ εἰσπραττόμενʼ οὐ παρὰ Φωκέων, ἀλλὰ παρὰ Θηβαίων τῶν βουλευσάντων τὴν κατάληψιν τοῦ ἱεροῦ· διδάσκειν γὰρ αὐτὸς ἔφη τὸν Φίλιππον ὅτι οὐδὲν ἧττον ἠσεβήκασιν οἱ βεβουλευκότες τῶν ταῖς χερσὶ πραξάντων, καὶ διὰ τοῦτο χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι.
因为他声称,自己已经说服了腓力接受一切对城邦有益的事归来,无论关于近邻同盟的事还是其他所有事;他向你们详述了自己声称对腓力发表的一篇反对底比斯人的长篇大论,并向你们报告了其要点,还根据自己的出使经历向你们推算:你们只需留在家中,无需出征也无需受累,在两三天之内就会听到底比斯本身被孤立于波奥提亚其余地区之外而受到围攻,塞斯庇埃和普拉提亚正在重建,而赔还神明的财物不是向福基斯人征收,而是向策划占领圣所的底比斯人征收。因为他声称自己曾开导腓力:策划者与亲自动手的人同样不敬神,正因如此,底比斯人才对他的项上人头悬赏通缉。
- 15πολλῶν ἀξίους, ὦ Ζεῦ καὶ πάντες θεοί, θανάτων λόγους
短语 πολλῶν ἀξίους ... θανάτων 作 λόγους 的定语,整体作为动词 ἐδημηγόρει 的内在宾格(同源宾格)。复数形式 θανάτων 是修辞上的强调表达,意为“死不足惜的”或“理应被处死多次的”。
- 19λαβὼν ᾤχετο
这是 οἴχομαι 与补充成分分词(此处为 λαβών)连用的习惯句式,字面意为“拿走并离去”,引申为“彻底俘获了/玩弄了”,强调其欺骗性演说完全控制并迷住了所有听众的结果。
- 20δυοῖν ἢ τριῶν ἡμερῶν
表时间的属格(范围时间属格),意为“在两三天之内”,用来限定其后宾格不定式结构(ὑμᾶς ... ἀκούσεσθαι)所预期发生事件的时间范围。
