- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:67-74
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出腓力最大的幸运在于得到了比其所求更为邪恶的使节,论证埃斯基涅斯因欺骗公民同胞而理应承受公民大会例行诅咒的严惩,并揭露了他企图以发生在先的事由归咎他人来进行自我辩护的无耻行径。
πολλὰ τοίνυν ἄν τις, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον εὐδαιμονίσας τῆς τύχης εἰκότως, τοῦτο μάλιστʼ ἂν εὐδαιμονίσειεν ἁπάντων,1 ὃ μὰ τοὺς θεοὺς καὶ τὰς θεὰς οὐκ ἔχω λέγειν ἔγωγʼ ἄλλον ὅστις ηὐτύχηκεν ἐφʼ ἡμῶν. τὸ μὲν γὰρ πόλεις μεγάλας εἰληφέναι καὶ χώραν πολλὴν ὑφʼ ἑαυτῷ πεποιῆσθαι καὶ πάντα τὰ τοιαῦτα ζηλωτὰ μέν ἐστιν, οἶμαι, καὶ λαμπρά· πῶς γὰρ οὔ; ἔχοι δʼ ἄν τις εἰπεῖν πεπραγμένα καὶ ἑτέροις πολλοῖς.
雅典的男人们,一个人固然可以在许多事情上合情合理地赞叹腓力的幸运,但最值得赞叹的莫过于这一件了——凭着诸位男女神明起誓,在我们的时代,我不能说有任何其他人曾享有过这种福分。因为攻取大城、将辽阔疆土收归己有,以及一切此类功业,依我看固然令人艳羡且光辉灿烂;怎么会不是呢?但人们可以说许多其他人也曾做到过这些。
ἀλλʼ ἐκεῖνʼ ἴδιον καὶ οὐδενὶ τῶν πάντων ἄλλῳ γεγονὸς εὐτύχημα. τὸ ποῖον; τὸ ἐπειδὴ πονηρῶν ἀνθρώπων εἰς τὰ πράγματʼ αὐτῷ ἐδέησεν, πονηροτέρους εὑρεῖν ἢ ἐβούλετο. πῶς γὰρ οὐχ οὗτοι τοιοῦτοι δικαίως ὑποληφθεῖεν ἄν, οἵ γε, ἃ ὑπὲρ αὑτοῦ Φίλιππος τηλικούτων ὄντων αὐτῷ τῶν διαφόρων οὐκ ἐτόλμα ψεύσασθαι, οὐδʼ ἔγραψεν οὔτʼ εἰς ἐπιστολὴν οὐδεμίαν, οὔτε πρεσβευτὴς οὐδεὶς εἶπε τῶν παρʼ ἐκείνου, ἐπὶ ταῦτα μισθώσαντες ἑαυτοὺς ὑμᾶς ἐξηπάτων;
然而那另一桩幸运,则是他独有的,是全人类中其他任何人都不曾有过的。那是怎样的幸运呢?那就是:当他为了推进自己的事业而需要邪恶之徒时,他竟然找到了比他所希望的还要更加邪恶的人。因为这些人难道不应当被公正地看作正是这类人吗?对于那些事,即腓力本人在自身利害关系如此重大的情况下,都不敢为自己的利益说谎,既未写在任何信函中,他的使节中也没有一人说过,他们却为了这些谎言而出卖自己,前来蒙骗你们!
καὶ ὁ μὲν Ἀντίπατρος καὶ ὁ Παρμενίων, δεσπότῃ διακονοῦντες καὶ οὐ μέλλοντες ὑμῖν μετὰ ταῦτʼ ἐντεύξεσθαι, ὅμως τοῦθʼ εὕροντο, μὴ διʼ αὐτῶν ὑμᾶς ἐξαπατηθῆναι·2 οἱ δέ, Ἀθηναῖοι, τῆς ἐλευθερωτάτης πόλεως, πρέσβεις ταχθέντες ὑμᾶς, οἷς ἀπαντῶντας ἐμβλέπειν, οἷς συζῆν ἀνάγκη τὸν λοιπὸν βίον καὶ ἐν οἷς εὐθύνας ἔμελλον δώσειν τῶν πεπραγμένων, τούτους ἐξαπατᾶν ὑπέστησαν. πῶς ἂν ἄνθρωποι κακίους ἢ μᾶλλον ἀπονενοημένοι τούτων γένοιντο;
安提帕特和帕梅尼翁虽然是在侍奉一位君主,而且此后也不打算再与你们打交道,却依然做到了这一点,即不让你们经由他们之手受到欺骗;然而这些人——雅典人、最自由城邦的公民,受命担任使节——对于你们,他们本必须同你们迎面相视、共度余生,且必须在你们面前为所行之事接受账目审查,却竟然承担起欺骗你们这些人的勾当!世上怎会有比他们更恶劣、更丧心病狂的人呢?
ἵνα τοίνυν εἰδῆθʼ ὅτι καὶ κατάρατός ἐστιν ὑφʼ ὑμῶν, καὶ οὐδʼ ὅσιον ὑμῖν οὐδʼ εὐσεβές ἐστι τοιαῦτʼ ἐψευσμένον αὐτὸν ἀφεῖναι, λέγε τὴν ἀρὰν καὶ ἀνάγνωθι λαβὼν τὴν ἐκ τοῦ νόμου ταυτηνί. ΑΡΑ. ταῦθʼ ὑπὲρ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καθʼ ἑκάστην τὴν ἐκκλησίαν ὁ κῆρυξ εὔχεται νόμῳ προστεταγμένα, καὶ ὅταν ἡ βουλὴ καθῆται, παρʼ ἐκείνῃ πάλιν. καὶ ταῦτʼ οὐκ ἔνεστιν εἰπεῖν τούτῳ ὡς οὐκ εὖ ᾔδει· ὑπογραμματεύων γὰρ ὑμῖν καὶ ὑπηρετῶν τῇ βουλῇ αὐτὸς ἐξηγεῖτο τὸν νόμον τοῦτον τῷ κήρυκι.
那么,为了让你们知道他已经被你们所诅咒,而且将这样一个满口谎言的人予以开释,对你们而言既非神圣亦非敬神,请拿起法律中的这一条诅咒并宣读它。 诅咒词 雅典的男人们,每逢公民大会,传令官便按照法律规定为你们祈求这些;每逢五百人议事会开会,又在议事会前重述这些。关于这些,这个人不可能说他并不熟知;因为他在担任你们的助理书记并协助议事会时,曾亲自向传令官朗诵指点这条法律。
πῶς οὖν οὐκ ἄτοπον καὶ ὑπερφυὲς ἂν πεποιηκότες ὑμεῖς εἴητε, εἰ ἃ προστάττετε, μᾶλλον δʼ ἀξιοῦτε ποιεῖν ὑπὲρ ὑμῶν τοὺς θεούς, ταῦτʼ αὐτοὶ κύριοι γεγενημένοι τήμερον μὴ ποιήσαιτε,3 ἀλλʼ ὃν ἐκείνοις εὔχεσθʼ ἐξώλη ποιεῖν αὐτὸν καὶ γένος καὶ οἰκίαν, τοῦτον ἀφείητʼ αὐτοί; μηδαμῶς· ὃς γὰρ ἂν ὑμᾶς λάθῃ, τοῦτον ἀφίετε τοῖς θεοῖς κολάζειν· ὃν δʼ ἂν αὐτοὶ λάβητε, μηκέτʼ ἐκείνοις περὶ τούτου προστάττετε.
那么,如果你们所命令的,或者说要求神明为你们所做的事,你们自己在今天大权在握时却不去履行,反而把你们祈求神明将其本人、家族和门户彻底诛灭的人,亲手予以释放,你们的所作所为岂非荒谬透顶、不可理喻?绝不能如此!因为凡是逃脱了你们耳目的人,你们尽可任由神明去惩处;但凡是你们自己抓获的人,就不要再就此人向神明下达指令了。
εἰς τοίνυν τοῦτʼ ἀναιδείας καὶ τόλμης αὐτὸν ἥξειν ἀκούω, ὥστε πάντων τῶν πεπραγμένων ἐκστάντα, ὧν ἀπήγγειλεν, ὧν ὑπέσχετο, ὧν πεφενάκικε τὴν πόλιν, ὥσπερ ἐν ἄλλοις τισὶ κρινόμενον καὶ οὐκ ἐν ὑμῖν τοῖς ἅπαντʼ εἰδόσι, πρῶτον μὲν Λακεδαιμονίων, εἶτα Φωκέων, εἶθʼ Ἡγησίππου κατηγορήσειν. ἔστι δὲ ταῦτα γέλως, μᾶλλον δʼ ἀναισχυντία δεινή.
然而我听说,他竟会无耻和大胆到这种地步:他会完全脱离自己的所有所作所为——他所报告的、他所承诺的、他欺骗城邦的那些事——仿佛是在其他某些人面前受审,而不是在全知全晓的你们面前,他将首先指责斯巴达人,接着指责福基斯人,然后再指责黑格西普斯。但这纯属笑话,更是一种可怕的厚颜无耻。
ὅσα γὰρ νῦν ἐρεῖ περὶ τῶν Φωκέων ἢ τῶν Λακεδαιμονίων ἢ τοῦ Ἡγησίππου, ὡς Πρόξενον οὐχ ὑπεδέξαντο, ὡς ἀσεβεῖς εἰσίν, ὡς—ὅ τι ἂν δήποτʼ αὐτῶν κατηγορῇ, πάντα δήπου ταῦτα πρὸ τοῦ τοὺς πρέσβεις τούτους δεῦρʼ ἥκειν ἐπέπρακτο, καὶ οὐκ ἦν ἐμποδὼν τῷ τοὺς Φωκέας σῴζεσθαι, ὡς τίς φησιν;
因为他现在关于福基斯人、斯巴达人或黑格西普斯所要说的一切——诸如他们没有接纳普罗克塞诺斯、他们不敬神,或者无论对他们加以何种指责——所有这些无疑在这些使节返回这里之前就已经发生了,并且丝毫没有妨碍福基斯人得到拯救。这是谁说的呢?
Αἰσχίνης αὐτὸς οὑτοσί. οὐ γὰρ ὡς εἰ μὴ διὰ Λακεδαιμονίους, οὐδʼ ὡς εἰ μὴ Πρόξενον οὐχ ὑπεδέξαντο, οὐδʼ ὡς εἰ μὴ διʼ Ἡγήσιππον, οὐδʼ ὡς εἰ μὴ διὰ τὸ καὶ τὸ ἐσώθησαν ἂν οἱ Φωκεῖς, οὐχ οὕτω τότʼ ἀπήγγειλεν, ἀλλὰ πάντα ταῦθʼ ὑπερβὰς διαρρήδην ἥκειν πεπεικὼς ἔφη Φίλιππον4 Φωκέας σῴζειν, τὴν Βοιωτίαν οἰκίζειν, ὑμῖν τὰ πράγματʼ οἰκεῖα ποιεῖν· ταῦτα πεπράξεσθαι δυοῖν ἢ τριῶν ἡμερῶν· διὰ ταῦτα χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι.
正是这位埃斯基涅斯本人!因为他当时并不是这样报告的,说什么若不是因为斯巴达人,若不是因为他们拒不接纳普罗克塞诺斯,若不是因为黑格西普斯,或者若不是因为这因为那,福基斯人早就得救了;他当时绝非如此报告,而是越过这一切,斩钉截铁地宣称,他回来是因为他说服了腓力去拯救福基斯人、重建玻俄提亚、并使局势有利于你们;这些事情将在两三天内完成;正因如此,底比斯人才悬赏通缉他本人。
- 67πολλὰ τοίνυν ἄν τις, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον εὐδαιμονίσας τῆς τύχης εἰκότως, τοῦτο μάλιστʼ ἂν εὐδαιμονίσειεν ἁπάντων
动词 εὐδαιμονίζω 遵循“及物宾语(受格)+ 原因(属格)”的句法结构(因某事而赞叹某人幸运)。此处 Φίλιππον(受格)与 τῆς τύχης(原因属格)修饰分词 εὐδαιμονίσας,而主句中的 τοῦτο 充当副词性/内受格(“在这件事上尤其”),与潜在希求法动词 εὐδαιμονίσειεν 搭配。
- 69ὅμως τοῦθʼ εὕροντο, μὴ διʼ αὐτῶν ὑμᾶς ἐξαπατηθῆναι
εὕροντο 为 εὑρίσκω 的中动过去时,意为“(为自身/通过自身努力)取得、做到”。随后的不定词短语 μὴ διʼ αὐτῶν ὑμᾶς ἐξαπατηθῆναι 作为 τοῦθʼ 的同位语,表达“不使你们经由他们而受骗”这一内容。
- 71πῶς οὖν οὐκ ἄτοπον καὶ ὑπερφυὲς ἂν πεποιηκότες ὑμεῖς εἴητε, εἰ ἃ προστάττετε... μὴ ποιήσαιτε
主句中 ἄν 配合完成时分词 πεποιηκότες 以及希求法 εἴητε 构成迂回式潜在希求法(“你们岂不就做下了……”),与条件从句(protasis)中的希求法 εἰ ... μὴ ποιήσαιτε 构成典型的潜在条件句结构。
- 74διαρρήδην ἥκειν πεπεικὼς ἔφη Φίλιππον
在依赖于 ἔφη 的间接引语中,完成时分词 πεπεικώς 采用主格形式(即主格不定词结构,指代 ἔφη 的主语埃斯基涅斯本人)。Φίλιππον 则是分词 πεπεικώς 的直接宾语,并充当下文并列不定词(σῴζειν, οἰκίζειν, ποιεῖν)的逻辑主语。
