- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:60-66
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者通过推算日期和出示官方公文,论证使节们与腓力勾结从而导致了福基斯人的毁灭,并描述曾拯救雅典的福基斯如今所遭受的惨状,控诉被告犯下的滔天罪行。
τῷ τοῦτο δῆλον;1 τῇ τετράδι φθίνοντος ἠκκλησιάζετε μὲν τόθʼ ὑμεῖς ἐν Πειραιεῖ περὶ τῶν ἐν τοῖς νεωρίοις, ἧκε δὲ Δερκύλος ἐκ Χαλκίδος καὶ ἀπήγγελλεν ὑμῖν ὅτι πάντα τὰ πράγματʼ ἐγκεχείρικε Θηβαίοις ὁ Φίλιππος, καὶ πέμπτην εἶναι ταύτην ἡμέραν ἀφʼ οὗ γεγόνασιν αἱ σπονδαί.2 ὀγδόη τοίνυν, ἑβδόμη, ἕκτη, πέμπτη, τετράς· αὐτὸ συμβαίνει εἰς ταύτην εἶναι πέμπτην. οὐκοῦν τοῖς χρόνοις, οἷς ἀπήγγελλον, οἷς ἔγραφον, πᾶσιν ἐξελέγχονται συνηγωνισμένοι Φιλίππῳ καὶ συναίτιοι γεγονότες τοῦ τῶν Φωκέων ὀλέθρου.
通过什么可以看明这一点呢?在下旬第四天,你们当时正在比雷埃夫斯召开关于船坞的公民大会,德尔库洛斯从哈尔基斯赶来,向你们报告说腓力已将一切事务交付给底比斯人,而且从达成和约起算,当天已是第五天。那么:第八天、第七天、第六天、第五天、第四天;算到这一天正好是第五天。因此,根据时间、根据他们所报告的内容、根据他们所草拟的案文,在一切方面都确凿地证明他们曾协助腓力争斗,并成了导致福基斯人覆灭的共同祸首。
ἔτι τοίνυν τὸ μηδεμίαν τῶν πόλεων τῶν ἐν Φωκεῦσιν ἁλῶναι πολιορκίᾳ μηδʼ ἐκ προσβολῆς κατὰ κράτος, ἀλλʼ ἐκ τοῦ σπείσασθαι πάντας ἄρδην ἀπολέσθαι,3 μέγιστόν ἐστι σημεῖον τοῦ διὰ τούτους πεισθέντας αὐτοὺς ὡς ὑπὸ τοῦ Φιλίππου σωθήσονται ταῦτα παθεῖν· οὐ γὰρ ἐκεῖνόν γʼ ἠγνόουν. φέρε δή μοι καὶ τὴν συμμαχίαν τὴν τῶν Φωκέων καὶ τὰ δόγμαθʼ ὑφʼ ὧν καθεῖλον αὐτῶν τὰ τείχη, ἵνʼ εἰδῆθʼ οἵων ὑπαρχόντων αὐτοῖς παρʼ ὑμῶν οἵων ἔτυχον διὰ τούτους τοὺς θεοῖς ἐχθρούς. λέγε. ΣΥΜΜΑΧΙΑ ΦΩΚΕΩΝ ΚΑΙ ΑΘΗΝΑΙΩΝ. ἃ μὲν τοίνυν ὑπῆρχε παρʼ ὑμῶν αὐτοῖς, ταῦτʼ ἐστί, φιλία, συμμαχία, βοήθεια· ὧν δʼ ἔτυχον διὰ τοῦτον τὸν βοηθῆσαι κωλύσαντα ὑμᾶς, ἀκούσατε. λέγε. ΟΜΟΛΟΓΙΑ ΦΙΛΙΠΠΟΥ ΚΑΙ ΦΩΚΕΩΝ. ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι. ὁμολογία Φιλίππου καὶ Φωκέων, φησίν, οὐχὶ Θηβαίων καὶ Φωκέων, οὐδὲ Θετταλῶν καὶ Φωκέων, οὐδὲ Λοκρῶν, οὐδʼ ἄλλου τῶν παρόντων οὐδενός· καὶ πάλιν παραδοῦναι δὲ τὰς πόλεις Φωκέας, φησί, Φιλίππῳ, οὐχὶ Θηβαίοις οὐδὲ Θετταλοῖς οὐδʼ ἄλλῳ οὐδενί.
再者,福基斯地区的任何一座城镇都不是通过围攻或强攻而陷落,而是因订立条约而全体遭受灭顶之灾,这一事实乃是最大的明证,证明他们正是因这些人而深信自己能被腓力拯救,才落得这般下场;因为他们对腓力绝非缺乏了解。来吧,请为我拿来福基斯人的盟约以及借以拆毁他们城墙的决议,好让你们知道,在你们这边本有何等援助可供依靠的情况下,他们却因这些天怒人怨之徒而落得了何种遭遇。读吧。 福基斯人与雅典人同盟条约那么,你们这边原本向他们提供的,就是这些:友谊、同盟、救援。然而,听听他们因这个阻拦你们出援的人而落得了何种下场。读吧。 腓力与福基斯人协议听听吧,雅典的男人们。 “腓力与福基斯人之协议”,文中写道,并非底比斯人与福基斯人,亦非塞萨利人与福基斯人,亦非洛克里斯人,亦非在场的其他任何人;而且又写道: “福基斯人交出城邑”,写道,“予腓力”,并非予底比斯人,亦非予塞萨利人,亦非予其他任何人。
διὰ τί; ὅτι Φίλιππος ἀπηγγέλλετο πρὸς ὑμᾶς ὑπὸ τούτου ἐπὶ τῇ τῶν Φωκέων σωτηρίᾳ παρεληλυθέναι. τούτῳ δὴ πάντʼ ἐπίστευον, καὶ πρὸς τοῦτον πάντʼ ἐσκόπουν, πρὸς τοῦτον ἐποιοῦντο τὴν εἰρήνην. λέγε δὴ τἀπίλοιπα. καὶ σκοπεῖτε τί πιστεύσαντες τί ἔπασχον. ἆρά γʼ ὅμοιʼ ἢ παραπλήσιʼ οἷς οὗτος ἀπήγγελλεν; λέγε. ΔΟΓΜΑΤΑ ΑΜΦΙΚΤΥΟΝΩΝ. τούτων, ὦ ἄνδρες Ἀθηναῖοι, δεινότερʼ οὐ γέγονεν οὐδὲ μείζω πράγματʼ ἐφʼ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δʼ οὐδʼ ἐν τῷ πρόσθεν χρόνῳ. τηλικούτων μέντοι καὶ τοιούτων πραγμάτων κύριος εἷς ἀνὴρ γέγονεν διὰ τούτους, οὔσης τῆς Ἀθηναίων πόλεως, ᾗ προεστάναι τῶν Ἑλλήνων πάτριον καὶ μηδὲν τοιοῦτον περιορᾶν γιγνόμενον. ὃν μὲν τοίνυν τρόπον οἱ ταλαίπωροι Φωκεῖς ἀπολώλασιν, οὐ μόνον ἐκ τῶν δογμάτων τούτων ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐκ τῶν ἔργων ἃ πέπρακται, θέαμα δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐλεινόν· ὅτε γὰρ νῦν ἐπορευόμεθʼ εἰς Δελφούς, ἐξ ἀνάγκης ἦν ὁρᾶν ἡμῖν πάντα ταῦτα, οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάριʼ ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς· οὐδʼ ἂν εἷς δύναιτʼ ἐφικέσθαι τῷ λόγῳ τῶν ἐκεῖ κακῶν νῦν ὄντων. ἀλλὰ μὴν ὅτι τὴν ἐναντίαν ποτὲ Θηβαίοις ψῆφον ἔθενθʼ οὗτοι περὶ ἡμῶν ὑπὲρ ἀνδραποδισμοῦ προτεθεῖσαν, ὑμῶν ἔγωγʼ ἀκούω πάντων.
为何如此?因为这个人向你们报告说腓力进军是为了拯救福基斯人。他们正是在一切事上都深信此人,在一切事上都仰望此人,并同此人缔结了和平。请读剩下的部分吧。请诸位深思,他们信了什么又遭受了什么!这难道与这个人所报告的有一丝相同或相近之处吗?读吧。 大同盟会议决议雅典的男人们,在我们的时代,全希腊从未发生过比这更可怕、更重大之事,我认为在以往的时代也未曾有过。然而,正是因为这些人,这样重大而深远的事情竟然全凭一人主宰,而此时雅典人的城邦明明依旧健在——领导希腊诸邦且绝不容许发生此类事情正是雅典世代相传的传统。那么,可怜的福基斯人究竟是如何覆灭的,不仅可以从这些决议中看清,而且也可以从实际犯下的暴行中看清,雅典的男人们,那是一幅可怕而凄惨的景象。因为我们前不久前往德尔斐时,不得不目睹这一切:房舍被夷为平地,城墙被彻底拆毁,土地上适龄青壮年荡然无存,只剩下少许凄惨的妇孺和衰朽的老人;现今当地所存在的灾难,绝非任何人的言辞所能尽述。然而,当年就将我们变为奴隶的动议进行表决时,正是福基斯人投下了与底比斯人相反的选票,这一点我听你们所有人都讲过。
τίνʼ ἂν οὖν οἴεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν, εἰ λάβοιεν αἴσθησιν, ψῆφον ἢ γνώμην θέσθαι περὶ τῶν αἰτίων τοῦ τούτων ὀλέθρου; ἐγὼ μὲν γὰρ οἶμαι κἂν καταλεύσαντας αὐτοὺς ταῖς ἑαυτῶν χερσὶν καθαροὺς ἔσεσθαι νομίζειν.4 πῶς γὰρ οὐκ αἰσχρόν, μᾶλλον δʼ εἴ τις ἔστιν ὑπερβολὴ τούτου, τοὺς σεσωκότας ἡμᾶς τότε καὶ τὴν σῴζουσαν περὶ ἡμῶν ψῆφον θεμένους, τούτους τῶν ἐναντίων τετυχηκέναι διὰ τούτους, καὶ περιῶφθαι τοιαῦτα πεπονθότας οἷʼ οὐδένες ἄλλοι τῶν Ἑλλήνων; τίς οὖν ὁ τούτων αἴτιος; τίς ὁ ταῦτα φενακίσας; οὐχ οὗτος;
那么,雅典的男人们,你们认为倘若你们的先祖能感知此事,会对造成这些人覆亡的罪魁祸首投下何种票、作出何种判决呢?依我看来,即便他们亲手将这些人乱石砸死,也会认为自己是洁净无罪的。因为,当年拯救了我们、为我们投下保全性命之票的人,如今却因这些人而遭遇了完全相反的厄运,并在承受了全希腊无人曾遭受的苦难后被弃之不顾,这难道不是奇耻大辱吗?或者说,若还有比这更过分的事,难道不正是这一桩吗?那么,究竟谁是造成这些灾难的祸首?究竟谁是编造这些谎言的人?难道不正是此人吗?
- 60τῷ τοῦτο δῆλον;
τῷ 是疑问代名词 τίς 的中性单数与格形式(相当于 τίνι),充当方式或依据的与格(“通过什么/凭何此点昭然若揭?”)。注意此处并非定冠词的与格,而是疑问代名词的古式写法。
- 60πέμπτην εἶναι ταύτην ἡμέραν ἀφʼ οὗ γεγόνασιν αἱ σπονδαί
由主动词 ἀπήγγελλεν 引出的间接引语中的“宾格加不定词”结构。古希腊历法计算日数采用包含首尾两端的进位法(inclusive counting),因此从缔约日(23日,即下旬第八天)到民会日(27日,即下旬第四天)被算作“第五天”。ἀφʼ οὗ 为习用短语,意为“自……之时起”。
- 61ἐκ τοῦ σπείσασθαι πάντας ἄρδην ἀπολέσθαι
介词 ἐκ 支配带冠词的不定词属格 τοῦ σπείσασθαι,表原因(“因订立和约”);随后的宾格不定词短语 πάντας ἄρδην ἀπολέσθαι 与句首由 τό 引导的 μηδεμίαν τῶν πόλεων ... ἁλῶναι 借由 ἀλλά 构成对立并列。由冠词 τό 统摄的整个不定词结构充当全句主语,谓语为 μέγιστόν ἐστι σημεῖον。
- 66κἂν καταλεύσαντας αὐτοὺς ταῖς ἑαυτῶν χερσὶν καθαροὺς ἔσεσθαι νομίζειν
κἂν(καὶ ἄν)中的小辞 ἄν 在句法上修饰不定词 νομίζειν,构成了转入间接引语的潜在希求语气结论句(“他们会认为……”)。不定词 νομίζειν 承前省略的逻辑主语为“先祖”(τοὺς προγόνους),分词 καταλεύσαντας 与其在性、数、格上保持一致(宾格),而宾格代词 αὐτούς 则是 καταλεύσαντας 的宾语(指造成覆亡的罪魁祸首)。καθαρούς 则是不定词 ἔσεσθαι 的表语宾格(意为免除杀人污秽的“洁净”)。
