- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:52-59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼指控菲洛克拉特斯的决议和使节们的虚假陈述欺骗了福基斯人并迫使其全面投降,给城邦带来永世耻辱,并通过精确推算自使团归来到福基斯灭亡的日程,论证了被告的罪责。
αἱ μὲν τοίνυν ἐπιστολαὶ καλοῦσιν αὗται, καὶ νὴ Δίʼ ἤδη γε· τούτοις δʼ, εἴπερ ἦν ὑγιές τι τούτων, τί ἄλλο προσῆκεν ἢ συνειπεῖν ὅπως ἐξέλθηθʼ ὑμεῖς, καὶ τὸν Πρόξενον ὃν περὶ τοὺς τόπους ᾔδεσαν ὄντα γράφειν εὐθέως βοηθεῖν; πάντα τοίνυν τἀναντία τούτων φαίνονται πεποιηκότες. εἰκότως· οὐ γὰρ οἷς ἐπέστελλε προσεῖχον τὸν νοῦν, ἀλλʼ ἃ φρονῶν ταῦτʼ ἔγραφεν συνῄδεσαν· τούτοις οὖν συνέπραττον καὶ τούτοις συνηγωνίζοντο.
那么,这些信件正是在召唤你们,指着宙斯起誓,而且是十万火急地召唤;但对这些人来说,倘若这些呼吁中哪怕有半点诚意,除了附议支持你们出兵,并动议让他们明知就在该地区的普罗克塞诺斯立即前往增援之外,还有什么才是理所应当的呢?然而事实表明,他们的所作所为与这一切完全相反。这也是理所当然的:因为他们并未留意他在信件中写了什么,而是深知他怀着怎样的意图写下这些信件;因此,他们配合这些意图行动,并为这些意图协力抗争。
οἱ μὲν τοίνυν Φωκεῖς, ὡς τὰ παρʼ ὑμῶν ἐπύθοντʼ ἐκ τῆς ἐκκλησίας καὶ τό τε ψήφισμα τοῦτʼ ἔλαβον τὸ τοῦ Φιλοκράτους καὶ τὴν ἀπαγγελίαν ἐπύθοντο τὴν τούτου καὶ τὰς ὑποσχέσεις, κατὰ πάντας τοὺς τρόπους ἀπώλοντο. σκοπεῖτε γάρ. ἦσαν ἀπιστοῦντές τινες αὐτόθι τῷ Φιλίππῳ καὶ νοῦν ἔχοντες· οὗτοι πιστεύειν ὑπήχθησαν. διὰ τί; ὅτι ἡγοῦντο, οὐδʼ εἰ δεκάκις Φίλιππος αὐτοὺς ἐξηπάτα, οὐδέποτʼ ἂν τούς γʼ Ἀθηναίων πρέσβεις Ἀθηναίους ἐξαπατᾶν τολμῆσαι, ἀλλʼ εἶναι ταῦτʼ ἀληθῆ ἃ οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ τοῖς Θηβαίοις ἥκειν, οὐχ αὑτοῖς ὄλεθρον.
至于福基斯人,当他们从你们的公民大会得知消息,收到菲洛克拉特斯的这项决议,并知晓了这个人的报告和许诺后,便在各方面彻底陷入了灭顶之灾。请大家审视一下:当地有些人原本对腓力不信任且富有识见,但这些人也被诱骗去信任他。为何会如此?因为他们认为,即使腓力欺骗他们十次,雅典的使节也绝不敢欺骗雅典人,这个人向你们报告的必是实情,毁灭将降临在底比斯人头上,而非他们自己头上。
ἦσαν ἄλλοι τινὲς οἳ πάσχειν ὁτιοῦν καὶ ἀμύνεσθαι δεῖν ᾤοντο· ἀλλὰ καὶ τούτους μαλακοὺς ἐποίησε τὸ τὸν Φίλιππον ὑπάρχειν αὐτοῖς πεισθῆναι, καὶ τὸ ταῦτʼ εἰ μὴ ποιήσουσιν ὑμᾶς ἐπʼ αὐτοὺς ἥξειν, οὓς βοηθήσειν αὑτοῖς ἤλπιζον ἐκεῖνοι. ἀλλὰ καὶ μεταμέλειν ὑμῖν ᾤοντό τινες πεποιημένοις τὴν πρὸς Φίλιππον εἰρήνην· τούτοις ὅτι καὶ τοῖς ἐγγόνοις τὴν αὐτὴν ἐψηφίσασθʼ ἐπέδειξαν, ὥστε πανταχῇ τὰ παρʼ ὑμῶν ἀπογνωσθῆναι. διόπερ ταῦτα πάντʼ εἰς ἓν ψήφισμα συνεσκεύασαν.
还有一些人认为,即便遭受任何苦难也必须奋起抵抗;但使他们丧失斗志的,恰恰是确信腓力已站在他们这一边,以及一旦他们不照办,他们原本指望会来援助自己的你们反倒会前去攻打他们。此外,还有些人以为你们对自己同腓力媾和已感后悔;对于这些人,他们指明你们已表决将同样的和平延及他的后代,从而使对你们的一切指望全盘落空。正因如此,他们才将所有这些条款拼凑进同一项决议中。
ὃ καὶ μέγιστον ἔμοιγε δοκοῦσιν ἁπάντων ὑμᾶς ἠδικηκέναι· τὸ γὰρ πρὸς ἄνδρα θνητὸν καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην,1 καὶ ἀποστερῆσαι μὴ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν παρὰ τῆς τύχης εὐεργεσιῶν τὴν πόλιν, καὶ τοσαύτῃ περιουσίᾳ χρήσασθαι πονηρίας ὥστε μὴ μόνον τοὺς ὄντας Ἀθηναίους, ἀλλὰ καὶ τοὺς ὕστερόν ποτε μέλλοντας ἔσεσθαι πάντας ἠδικηκέναι, πῶς οὐχὶ πάνδεινόν ἐστι;
依我看,这也是他们对你们所犯下的最大罪行:因为在同一个必死之人——一个仅凭某些时运而逞强之人——缔结和约的同时,竟立下了给城邦带来永世耻辱的条款,不仅剥夺了城邦的其他一切,甚至剥夺了机运所能赐予的恩泽,并施展出如此滔天的奸恶,以致不仅伤害了现存的雅典人,甚至伤害了后世注定要降生的所有人——这难道不是骇人听闻至极吗?
τοῦτο τοίνυν οὐδέποθʼ ὑμεῖς ὑπεμείνατʼ ἂν προσγράψαι πρὸς τὴν εἰρήνην, τὸ καὶ τοῖς ἐγγόνοις, εἰ μὴ ταῖς παρʼ Αἰσχίνου ῥηθείσαις ὑποσχέσεσιν τότʼ ἐπιστεύσατε, αἷσπερ οἱ Φωκεῖς πιστεύσαντες ἀπώλοντο. καὶ γάρ τοι παραδόντες αὑτοὺς Φιλίππῳ καὶ ἑκόντες ἐγχειρίσαντες ἐκείνῳ τὰς πόλεις ἁπάντων τῶν ἐναντίων ὧν πρὸς ὑμᾶς οὗτος ἀπήγγειλʼ ἔτυχον.
因此,若非你们当时相信了埃斯基涅斯所说的承诺,你们无论如何也不会容忍在和约中追加“以及其后代”这一条款;而福基斯人正是因为相信了这同样的承诺才遭致灭顶之灾。果不其然,他们将自己交托给腓力,自愿将城邑交付于他,结果遭遇的却是与这个人向你们报告的完全相反的下场。
ἵνα δʼ εἰδῆτε σαφῶς ὅτι ταῦθʼ οὕτω καὶ διὰ τούτους ἀπόλωλε, τοὺς χρόνους ὑμῖν λογιοῦμαι καθʼ οὓς ἐγίγνεθʼ ἕκαστα. περὶ ὧν δʼ ἄν τις ἀντιλέγῃ τούτων, ἀναστὰς ἐν τῷ ἐμῷ ὕδατι2 εἰπάτω. ἡ μὲν τοίνυν εἰρήνη ἐλαφηβολιῶνος ἐνάτῃ ἐπὶ δέκα ἐγένετο, ἀπεδημήσαμεν δʼ ἡμεῖς ἐπὶ τοὺς ὅρκους τρεῖς μῆνας ὅλους· καὶ τοῦτον ἅπαντα τὸν χρόνον ἦσαν οἱ Φωκεῖς σῷοι.
为了让你们清楚地知道,这些事态正是这样并且因这些人而覆灭的,我将向你们推算各项事情发生的时间。若有人对此提出异议,大可在属于我发言的水钟时间内站起来发言。那么,和约是在伊拉菲博利翁月十九日达成的,我们为了督誓出使整整三个月;而在这一整段时间里,福基斯人始终安然无恙。
ἥκομεν δὲ δεῦρʼ ἀπὸ τῆς πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους τρίτῃ ἐπὶ δέκα τοῦ σκιροφοριῶνος μηνός, καὶ παρῆν ὁ Φίλιππος ἐν Πύλαις ἤδη καὶ τοῖς Φωκεῦσιν ἐπηγγέλλετο ὧν οὐδὲν ἐπίστευον ἐκεῖνοι. σημεῖον δέ· οὐ γὰρ ἂν δεῦρʼ ἧκον ὡς ὑμᾶς. ἡ δʼ ἐκκλησία μετὰ ταῦτα, ἐν ᾗ πάντα τὰ πράγματʼ ἀπώλεσαν οὗτοι ψευσάμενοι καὶ φενακίσαντες ὑμᾶς, τῇ ἕκτῃ ἐπὶ δέκα ἐγίγνετο τοῦ σκιροφοριῶνος.
我们于斯基罗福里翁月十三日从督誓使团返回此地,而腓力当时已抵达温泉关,并向福基斯人许下承诺,但他们对此半点都不相信。证据就在于:否则他们就不会来到你们这里了。紧接着的公民大会——这些人通过撒谎和蒙骗你们,将一切彻底葬送的大会——于斯基罗福里翁月十六日举行。
ἀπὸ τοίνυν ταύτης πεμπταῖα λογίζομαι τὰ παρʼ ὑμῶν ἐν τοῖς Φωκεῦσι γενέσθαι·3 παρῆσαν γὰρ οἱ τῶν Φωκέων πρέσβεις ἐνθάδε, καὶ ἦν αὐτοῖς καὶ τί ἀπαγγελοῦσιν οὗτοι καὶ τί ψηφιεῖσθʼ ὑμεῖς ἐπιμελές. οὐκοῦν εἰκάς, ᾗ τίθεμεν πυθέσθαι τοὺς Φωκέας τὰ παρʼ ὑμῶν· ἀπὸ γὰρ τῆς ἕκτης εἰς ταύτην πέμπτη γίγνεται. ὑστέρα τοίνυν δεκάτη, ἐνάτη, ὀγδόη·4 ταύτῃ ἐγίγνονθʼ αἱ σπονδαί, καὶ πάντα τἀκεῖ πράγματʼ ἀπωλώλει καὶ τέλος εἶχεν.
因此,我推算从这一天算起的第五天,你们这边的消息传到了福基斯人那里;因为福基斯人的使节当时就在这里,他们极度关切这些人会报告什么以及你们会表决什么。所以,我们认定福基斯人获悉你们的消息是在第二十日;因为从十六日到这一天正好是第五天。接下来是下旬第十日、第九日、第八日;就在这一天协定达成了,当地的所有局势彻底崩溃并告终结。
- 55τὸ γὰρ πρὸς ἄνδρα θνητὸν καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην
该句的句法骨架是一个修辞性疑问句:由带冠词的不定词短语(τὸ... συνθέσθαι 以及与之并列的 καὶ ἀποστερῆσαι... καὶ... χρήσασθαι)作主语,以句末的 πῶς οὐχὶ πάνδεινόν ἐστι; 为谓语部分。分词 γράφοντας 采用宾格复数,与不定词 συνθέσθαι 未明说的主语(泛指起草者)保持一致。句中构成了强烈的对比:对方仅是“必死之人”(ἄνδρα θνητόν)且“仅凭一时际会逞强”,而所订立的耻辱却是“永世的”(ἀθάνατον)。
- 57ἐν τῷ ἐμῷ ὕδατι
雅典法庭中用于计量演说时间的漏壶(水钟)之水的司法惯用语,意为“在分配给我的发言时间内”。演说者提出愿意从自己的控诉限时中分出时间供对方反驳,借此强调其日程推算的准确无误与确凿自信。
- 59πεμπταῖα λογίζομαι τὰ παρʼ ὑμῶν ἐν τοῖς Φωκεῦσι γενέσθαι
述谓形容词 πεμπταῖα 修饰宾格不定词结构中的主语 τὰ παρʼ ὑμῶν,表达时间跨度的述谓用法,意为“来自你们的消息在第五天到达福基斯人那里”。根据希腊习惯的包涵式计数法(inclusive reckoning),从16日当天起算,第五天即为当月的第二十日(εἰκάς)。
- 59ὑστέρα τοίνυν δεκάτη, ἐνάτη, ὀγδόη
雅典历法中对月末十天(下旬)由月末向后倒数的传统表示法(省略了 φθίνοντος,“残月”)。在通常为三十天的斯基罗福里翁月中,“下旬第十日”对应第21天,“第九日”对应第22天,“第八日”对应第23天;在此(ταύτῃ,即第23天)停战协定达成。
