← 狄摩西尼

论使职不称职

§44-51

公民大会上的警告受挫与陷害福基斯的阴谋

德摩斯梯尼叙述了自己如何识破腓力与埃斯基涅斯等人的欺诈并在公民大会上发出警告却遭拒绝的经过,随后揭露了菲洛克拉特斯的决议案和腓力的书信如何巧妙设局将福基斯人推向毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44

ἀκούων τοίνυν ἐγὼ τηλικαῦτα καὶ τοιαῦτʼ ἐπαγγελλομένου τούτου, καὶ ἀκριβῶς εἰδὼς ὅτι ψεύδεται, —καὶ ὅθεν, φράσω πρὸς ὑμᾶς, πρῶτον μὲν ἐκ τοῦ, ὅτε τοὺς ὅρκους ἔμελλε Φίλιππος ὀμνύναι τοὺς περὶ τῆς εἰρήνης, ἐκσπόνδους ἀποφανθῆναι τοὺς Φωκέας ὑπὸ τούτων, ὃ σιωπᾶν καὶ ἐᾶν εἰκὸς ἦν, εἴπερ ἔμελλον σῴζεσθαι· ἔπειτʼ ἐκ τοῦ μὴ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ταῦτα λέγειν μηδὲ τὴν ἐπιστολὴν τὴν Φιλίππου, ἀλλὰ τοῦτον—ἐκ τούτων οὖν τεκμαιρόμενος,1 ἀναστὰς καὶ παρελθὼν ἐπειρώμην μὲν ἀντιλέγειν, ὡς δʼ ἀκούειν οὐκ ἠθέλετε, ἡσυχίαν ἔσχον, τοσοῦτο μόνον διαμαρτυράμενος (καὶ πρὸς Διὸς καὶ θεῶν ἀναμιμνῄσκεσθε) ὅτι ταῦτʼ οὔτʼ οἶδʼ οὔτε κοινωνῶ, προσέθηκα δʼ ὡς οὐδὲ προσδοκῶ. τραχέως δʼ ὑμῶν τῷ μηδὲ προσδοκᾶν σχόντων, καὶ ὅπως γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἔφην, ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε καὶ τιμήσετε καὶ στεφανώσετε, ἐμὲ δὲ μή· καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε·2 ἐγὼ δʼ ἀφίσταμαι.

当时,我听到这个人许下如此重大而冠冕堂皇的诺言,并且深知他是在撒谎——至于从何得知,我来告诉你们:首先是由于,当腓力即将就和平宣誓时,福基斯人被这伙人宣布排除在条约之外,而如果他们真的注定获救,本应对此保持沉默、任其顺其自然;其次是由于,来自腓力的使节和腓力的信函均未提及这些,而只有这个人在说——因此,根据这些迹象,我站起身走上演坛,试图发言反对;但由于你们不愿倾听,我便保持了沉默,仅仅郑重声明了这么多(凭着宙斯和诸神的名义,请你们回忆一下):“对于这些事我既不知情也未曾参与”,并且我还补充道,“甚至根本不抱期待”。而当你们对我说“甚至根本不抱期待”感到恼火时, “雅典的同胞们,”我说,“若是这些事情真有一星半点实现, 你们尽管去称赞、尊崇并为这些人加冠,但绝不要加给我;然而若是出现相反的结果,务必请你们对这些人发泄愤怒;而我自愿抽身退出。”

§46

μὴ νῦν, ὑπολαβὼν Αἰσχίνης οὑτοσί, μὴ νῦν ἀφίστασο, ἔφη, ἀλλʼ ὅπως τότε μὴ προσποιήσει. νὴ Δίʼ, ἢ ἀδικήσω γʼ, ἔφην. ἐπαναστὰς δʼ ὁ Φιλοκράτης μάλʼ ὑβριστικῶς οὐδὲν, ἔφη, θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ ταὔτʼ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν· οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δʼ οἶνον πίνω. καὶ ὑμεῖς ἐγελᾶτε.

“不要现在,”坐在这里的埃斯基涅斯插话道,“不要现在抽身退出, 而是到那时不要来冒领功劳!” “指着宙斯起誓,”我说,“否则我就真是不义之徒了!”接着菲洛克拉特斯站起身来,极其傲慢无礼地说道: “雅典的同胞们,我和德摩斯梯尼意见不合, 这一点也不奇怪;因为他是喝水的,而我是饮酒的。” 而你们却哄堂大笑。

§47

σκέψασθε δὴ τὸ ψήφισμα, ὃ δίδωσι γράψας μετὰ ταῦθʼ ὁ Φιλοκράτης· ἀκοῦσαι μὲν γὰρ οὑτωσὶ παγκάλως ἔχει· ἐπειδὰν δὲ τοὺς καιροὺς συλλογίσηταί τις ἐφʼ ὧν ἐγράφη, καὶ τὰς ὑποσχέσεις ἃς οὗτος ὑπισχνεῖτο τότε, οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες3 Φιλίππῳ καὶ Θηβαίοις Φωκέας, μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες. λέγε τὸ ψήφισμα. ΨΗΦΙΣΜΑ.

现在请审视一下菲洛克拉特斯在此之后起草并提出的决议案吧。听起来确实冠冕堂皇;但是,只要结合该决议起草时的紧要关头,以及这个人当时所作的种种承诺加以推敲,便会发现他们除了将福基斯人近乎双手反绑地送给腓力和底比斯人之外,什么都没做。宣读决议案。 决议案。

§48

ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶ τὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν, καὶ ἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν. ἀλλʼ οὐδὲν ἐκεῖνός γʼ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γʼ ἔδει ὥστʼ οὐδʼ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο.

雅典的同胞们,你们看到了这项决议充斥着何等众多的赞誉与何等动听的言辞: “和平对其后代也应与给予腓力的相同,同盟亦然”,并且 “称赞腓力,因其承诺行正义之事”。 然而腓力根本什么承诺也没做!恰恰相反,他甚至推说到根本不知道做什么才能取悦你们。

§49

ἀλλʼ οὗτος ἦν ὁ λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας λαβὼν ὑμᾶς ὁ Φιλοκράτης ἐγγράφει τοῦτʼ εἰς τὸ ψήφισμα, ἐὰν δὲ μὴ ποιῶσι Φωκεῖς ἃ δεῖ καὶ παραδιδῶσι τοῖς Ἀμφικτύοσιν τὸ ἱερόν, ὅτι βοηθήσει ὁ δῆμος ὁ Ἀθηναίων ἐπὶ τοὺς διακωλύοντας ταῦτα γίγνεσθαι.

相反,代表他说话并作出承诺的正是这个人。菲洛克拉特斯抓住你们被这个人的言辞所煽动的心态,在决议中写下了这样一条: “如果福基斯人不履行应尽的义务,不将圣所移交给安菲克提翁同盟,雅典人民将出兵援助,对付阻挠这些事情落实的人。”

§50

οὐκοῦν, ἄνδρες Ἀθηναῖοι, μενόντων μὲν ὑμῶν οἴκοι καὶ οὐκ ἐξεληλυθότων, ἀπεληλυθότων δὲ τῶν Λακεδαιμονίων καὶ προῃσθημένων τὴν ἀπάτην, οὐδενὸς δʼ ἄλλου παρόντος τῶν Ἀμφικτυόνων πλὴν Θετταλῶν καὶ Θηβαίων, εὐφημότατʼ ἀνθρώπων τούτοις παραδοῦναι γέγραφεν τὸ ἱερὸν γράψας τοῖς Ἀμφικτύοσιν παραδοῦναι4 (ποίοις; οὐ γὰρ ἦσαν αὐτόθι πλὴν Θηβαῖοι καὶ Θετταλοί), ἀλλʼ οὐ συγκαλέσαι δὲ τοὺς Ἀμφικτύονας, οὐδʼ ἐπισχεῖν ἕως ἂν συλλεγῶσιν, οὐδὲ βοηθεῖν Πρόξενον εἰς Φωκέας, οὐδʼ ἐξιέναι Ἀθηναίους, οὐδὲ τοιοῦτʼ οὐδέν.

因此,雅典的同胞们,正当你们留在国内未曾出兵,拉栖代梦人已察觉骗局而撤离,且除了色萨利人和底比斯人之外没有其他安菲克提翁成员在场之时,他用天下最动听的字眼写下“移交给安菲克提翁同盟”,实际上却起草了将圣所移交给这批人(移交给哪门子同盟?因为当地除了底比斯人和色萨利人之外别无他人);他却根本没有写道: “召集安菲克提翁代表”,也没有写 “暂缓行动直至他们集结”,也没有写 “普罗克塞诺斯前往福基斯支援”,也没有写 “雅典人出兵”,更没有任何类似的话。

§51

καίτοι καὶ ἐπιστολὰς ἔπεμψʼ ὁ Φίλιππος δύο καλούσας ὑμᾶς, οὐχ ἵνʼ ἐξέλθητε· πώμαλα· οὐ γὰρ ἄν ποτε τοὺς χρόνους ἀνελών, ἐν οἷς ἐδυνήθητʼ ἂν ἐξελθεῖν, τηνικαῦτʼ ἐκάλει· οὐδʼ ἂν ἐμέ, ἡνίκα δεῦρʼ ἀποπλεῖν ἐβουλόμην, κατεκώλυεν· οὐδὲ τοιαῦτα λέγειν τούτῳ προσέταττεν, ἐξ ὧν ἥκισθʼ ὑμεῖς ἐμέλλετʼ ἐξιέναι· ἀλλʼ ἵνα, ἃ ἐβούλεσθʼ οἰόμενοι πράξειν αὐτόν, μηδὲν ἐναντίον ψηφίσησθʼ αὐτῷ, μηδʼ ἀμύναιντο μηδʼ ἀντέχοιεν οἱ Φωκεῖς ἐπὶ ταῖς παρʼ ὑμῶν ἐλπίσιν, ἀλλʼ ἀπογνόντες ἅπανθʼ αὑτοὺς ἐγχειρίσαιεν. λέγε δʼ αὐτοῖς αὐτὰς τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου. ΕΠΙΣΤΟΛΑΙ.

然而腓力确实曾送来两封信召唤你们,但这绝非为了让你们出兵——绝不可能!因为他决不会在白白耗尽了你们原本能够出兵的时间之后才来召唤;也不会在我想要乘船返航时加以阻挠;更不会命令这个人说出那些最不可能让你们出兵的话;相反,这是为了让你们以为他会按照你们的意愿行事,从而不通过任何反对他的决议,也为了让福基斯人不再指望你们的希望去抵抗或坚守,而是在绝望中将自己全盘奉送给他。请为他们宣读腓力的那些信件本身。 书信。

语法注4 条
  1. 44ἀκούων τοίνυν ἐγὼ τηλικαῦτα καὶ τοιαῦτʼ ἐπαγγελλομένου τούτου, καὶ ἀκριβῶς εἰδὼς ὅτι ψεύδεται, —καὶ ὅθεν, φράσω πρὸς ὑμᾶς... —ἐκ τούτων οὖν τεκμαιρόμενος

    在句首的分词 ἀκούων ... καὶ ἀκριβῶς εἰδὼς 之后,破折号内插入了对其依据的冗长交代(καὶ ὅθεν, φράσω πρὸς ὑμᾶς...);随后在进入主句动词 ἐπειρώμην 之前,通过复取分词短语 ἐκ τούτων οὖν τεκμαιρόμενος(“因此,根据这些迹象进行推测”)重新确立了全句的句法骨架。

  2. 45καὶ ὅπως γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ... ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε... καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε

    此处 ὅπως 搭配未来直说语气(ἐπαινέσεσθε, ὀργιεῖσθε),在没有主句统摄动词的情况下独立表示强调的劝诫或命令(“务必……”)。紧接着埃斯基涅斯的反驳 ἀλλʼ ὅπως τότε μὴ προσποιήσει 同样是用 ὅπως μή 搭配未来直说语气表示强烈的告诫与禁止。

  3. 47οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες

    οὐδὲν ἄλλο ... πλὴν 搭配分词构成了表示“无非是做了……”、“除了……什么都没做”的固定句式。主格复数分词 παραδόντες 作为补足成分,与动词 φανήσονται(“他们将被显明为……”)的主语保持性数格一致。

  4. 50εὐφημότατʼ ἀνθρώπων τούτοις παραδοῦναι γέγραφεν τὸ ἱερὸν γράψας τοῖς Ἀμφικτύοσιν παραδοῦναι

    εὐφημότατʼ ἀνθρώπων 由中性复数最高级副词加部分属格构成,意为“用世人最动听的字眼”。全句的核心骨架是通过分词 γράψας 与主动词 γέγραφεν 的对比,将“写着‘移交给安菲克提翁’”(表面文辞)与“起草了移交给这帮人”(实际后果)相对照,从而揭露文词与现实的巨大虚伪反差。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:44-51