← 狄摩西尼

论使职不称职

§37-43

腓力的来信与埃斯基涅斯虚假报告的勾结

德摩斯梯尼揭露了腓力的来信与埃斯基涅斯的报告之间蓄意的分工与矛盾,论证了他们如何以虚妄的承诺蒙蔽民众,从而导致福基斯人走向毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37

ὑπὲρ δὲ Φωκέων καὶ Θεσπιῶν ἢ ὧν οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, ἀλλʼ οὐδὲ μικρόν.1 καὶ τοῦτʼ οὐκ ἀπὸ ταὐτομάτου τοῦτον ἐπράχθη τὸν τρόπον, ἀλλʼ ὑπὲρ μὲν ὧν παρὰ τούτων ὑμᾶς ἔδει δίκην λαμβάνειν οὐ πεποιηκότων οὐδὲ διῳκηκότων οὐδὲν ὧν ὑμεῖς προσετάξατʼ ἐν τῷ ψηφίσματι, ἐκεῖνος ἐκδέχεται τὴν αἰτίαν, ὃν οὐκ ἐμέλλεθʼ ὑμεῖς, οἶμαι, δυνήσεσθαι κολάσαι· ἃ δʼ ἐκεῖνος ἐξαπατῆσαι καὶ προλαβεῖν τῆς πόλεως ἐβούλετο, οὗτος ἀπήγγειλεν, ἵνα μηδʼ ἐγκαλέσαι μηδὲ μέμψασθαι μηδὲν ὕστερον ὑμεῖς ἔχοιτε Φιλίππῳ, μήτʼ ἐν ἐπιστολῇ μήτʼ ἄλλοθι μηδαμοῦ τῶν παρʼ ἐκείνου τούτων ἐνόντων.2 λέγε δʼ αὐτοῖς αὐτὴν τὴν ἐπιστολήν, ἣν ἔγραψε μὲν οὗτος, ἔπεμψε δʼ ἐκεῖνος· καὶ σκοπεῖθʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον, ὃν διεξελήλυθʼ ἐγώ. λέγε. ΕΠΙΣΤΟΛΗ.

然而,关于福基斯人和塞斯庇埃,或者关于这个人向你们报告的那些事,信中连一点蛛丝马迹都没有。而这绝非偶然以这种方式发生的;相反,对于你们本应向这些人追究责任的事项——因为他们在决议中所受命的一切既未执行也未办理——,那个你们大概永远也无法予以惩罚的人把罪责揽了过去;而对于他想要欺骗城邦并占得先机的事项,则由这个人出面报告,以便日后你们无法对腓力提出任何控告或责备,因为来自他的任何文字,无论在信中还是在其他任何地方,都没有包含这些承诺。请为他们宣读那封信本身,那是由这个人起草、由腓力寄出的;请审视它是否正如我所详细阐述的那样。宣读吧。 书信。

§39

ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς ἐπιστολῆς, ὡς καλὴ καὶ φιλάνθρωπος. περὶ δὲ Φωκέων ἢ Θηβαίων ἢ τῶν ἄλλων ὧν οὗτος ἀπήγγειλεν, οὐδὲ γρῦ.3 ταύτης τοίνυν οὐδʼ ὁτιοῦν ἐσθʼ ὑγιές. καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμεῖς ὄψεσθε. οἱ μὲν γὰρ Ἁλεῖς, οὓς ἵνα συνδιαλλάττωσι κατασχεῖν φησι τούτους, τοιαύτης τετυχήκασι διαλλαγῆς ὥστʼ ἐξελήλανται καὶ ἀνάστατος ἡ πόλις αὐτῶν γέγονε· τοὺς δʼ αἰχμαλώτους ὁ σκοπῶν τί ἂν ὑμῖν χαρίσαιτο οὐδένʼ ἐνθυμηθῆναί φησι λύσασθαι.

雅典的同胞们,你们听到了这封信,它是多么冠冕堂皇、多么仁慈!但关于福基斯人、底比斯人,或者关于这个人所报告的其余事项,却连只字片语都没有。由此可见,这封信没有丝毫真实健全之处。这一点你们马上就会看得一清二楚。因为他声称为了调解而扣留这些人的哈洛斯人,所得到的“调解”竟然是惨遭驱逐、城邦沦为废墟;而那位口口声声考虑如何讨好你们的人,谈及战俘时却声称没有任何人产生过赎回他们的念头。

§40

μεμαρτύρηται δὲ δήπουθεν ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ὡς ἐγὼ τάλαντον ἔχων ἐπʼ αὐτοὺς ᾠχόμην, καὶ νῦν δὲ μαρτυρηθήσεται· διὸ καὶ τὴν ἐμὴν φιλοτιμίαν οὗτος ἀφαιρούμενος τοῦτʼ ἔπεισεν ἐκεῖνον ἐγγράψαι. ὃ τοίνυν μέγιστον ἁπάντων· ὁ γὰρ εἰς τὴν προτέραν γράψας ἐπιστολήν, ἣν ἠνέγκαμεν ἡμεῖς, ὅτι ἔγραφον δʼ ἂν καὶ διαρρήδην ἡλίχʼ ὑμᾶς εὖ ποιήσω, εἰ εὖ ᾔδειν καὶ τὴν συμμαχίαν μοι γενησομένην,4 γεγονυίας τῆς συμμαχίας οὔ φησιν εἰδέναι τί ἂν ποιῶν χαρίσαιτο, οὐδʼ ὃ αὐτὸς ὑπέσχετο· τοῦτο γὰρ ᾔδει δηλονότι, εἴπερ μὴ ἐφενάκιζεν. ἀλλὰ μὴν ὅτι ταῦθʼ οὕτω τότʼ ἔγραψε, λέγε μοι λαβὼν ἐκ τῆς προτέρας ἐπιστολῆς αὐτὸ τοῦτο, ἐνθένδε.λέγε. ΕΞ ΕΠΙΣΤΟΛΗΣ.

然而,我带着一塔兰同前去赎人的事,在公民大会上屡次有人向你们作证,现在也同样会有人作证;正因如此,这个人为了剥夺我的荣誉,才说服腓力在信中写下了这番话。不仅如此,还有其中最重大的一点:在先前由我们带回的那封信中写道: “如果我确知自己也能获得同盟,我本会明确写出我将为你们带来何等巨大的福祉”,如今同盟既然已经达成,他却声称不知道自己做些什么才能取悦你们,甚至连自己许下的诺言也不知道!因为显而易见,除非他存心欺诈,否则他本是清楚知道这一点的。然而,为了证明他当时确实这样写过,请从先前的信中把这一节拿过来读给我听,从这里开始。宣读吧。 书信摘录。

§41

οὐκοῦν πρὶν μὲν εἰρήνης τυχεῖν, εἰ καὶ συμμαχία προσγένοιτʼ αὐτῷ, γράψειν ὡμολόγει ἡλίκα τὴν πόλιν εὖ ποιήσει· ἐπειδὴ δʼ ἀμφότερʼ αὐτῷ γέγονεν, οὐκ εἰδέναι φησὶ τί ἂν ποιῶν χαρίσαιτο, ἂν δʼ ὑμεῖς λέγητε, ποιήσειν ὃ μήτʼ αἰσχύνην μήτʼ ἀδοξίαν αὐτῷ φέρει, εἰς ταύτας τὰς προφάσεις καταφεύγων, κἂν ἄρʼ εἴπητέ τι καὶ προαχθῆθʼ ὑμεῖς ἐπαγγείλασθαι, ἀναχώρησιν ἑαυτῷ καταλείπων.

难道不是这样吗?在获得和平之前,如果还能增结同盟,他曾亲口应承要写明他将为城邦带来何等巨大的恩惠;但是,当他两者皆已到手之后,他却推说不知道做什么才能取悦你们,只说如果你们提出要求,他便会去做既不给他带来羞耻也不带来恶名的事——他正是逃避到这些托词中,即便你们有所陈述并被诱导提出要求,他也为自己留下了退路。

§42

ταῦτα τοίνυν καὶ πόλλʼ ἕτερʼ ἐνῆν παραχρῆμα τότʼ εὐθὺς ἐξελέγχειν καὶ διδάσκειν ὑμᾶς καὶ μὴ προέσθαι τὰ πράγματʼ ἐᾶν, εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν. καίτοι ταῦτα, εἰ μὲν ἀκοῦσαι μὲν ἔδει φενακισθῆναι δὲ τὴν πόλιν, ὀρθῶς ἐλέγετο, εἰ δὲ πραχθῆναι τῷ ὄντι, σιωπᾶσθαι συνέφερεν. εἰ μὲν γὰρ ἐνταῦθʼ ἦν ἤδη τὰ πράγμαθʼ ὥστε μηδʼ αἰσθομένοις τοῖς Θηβαίοις πλέον εἶναι μηδέν, τί οὐ γέγονεν; εἰ δὲ παρὰ τὸ προαισθέσθαι κεκώλυται, τίς ὁ ἐκλαλήσας; οὐχ οὗτος;

因此,如果不是塞斯庇埃、普拉提亚以及底比斯人即将受到惩罚的说法蒙蔽了真相,当时当刻原本完全能够立刻揭露这些谎言以及许多其他问题,开导你们,而不至于让国家大事付诸东流。况且这些话,如果城邦注定只是听听受骗,那说得倒也不错;但如果要付诸实行,保持沉默才是有益的。因为如果局势已经到了即使底比斯人察觉也无济于事的阶段,为什么没有成为现实?如果是因为提前察觉而遭到阻止,那么是谁泄露了风声?不正是这个人吗?

§43

ἀλλʼ οὔτʼ ἔμελλεν οὔτʼ ἐβουλήθη ταῦτʼ οὐδʼ ἤλπισεν οὗτος, ὥστε τοῦ γʼ ἐκλελαληκέναι μηδʼ αἰτίαν ἐχέτω· ἀλλὰ φενακισθῆναι τοῖς λόγοις τούτοις ὑμᾶς ἔδει, καὶ ἐμοῦ τἀληθῆ μὴ ʼθελῆσαι ἀκοῦσαι, καὶ αὐτοὺς οἴκοι καταμεῖναι, καὶ ψήφισμα νικῆσαι τοιοῦτο διʼ οὗ Φωκεῖς ἀπολοῦνται. διὰ ταῦτʼ ἐσπαθᾶτο ταῦτα5 καὶ διὰ ταῦτʼ ἐδημηγορεῖτο.

然而,这些事本就不会发生,这个人也既不希望、更未指望过这些事,所以甚至不必承担泄密的罪名;相反,你们所面临的真正图谋,乃是被这些言辞蒙蔽,不愿听取我所说的真相,你们自己留在国内,并且通过一项导致福基斯人灭亡的决议。正是为了这些目的,这些阴谋才被编织出来;正是为了这些目的,才发表了那些针对民众的演说。

语法注5 条
  1. 37ἀλλʼ οὐδὲ μικρόν

    承接前文关于信件内容的描述,此处省略了谓语动词(ἔγραψεν 或 ἔνεστιν)。ἀλλὰ...οὐδέ 表示强烈的对比与彻底的否定,意为“甚至连一点……都没有”。

  2. 38μήτʼ ἐν ἐπιστολῇ μήτʼ ἄλλοθι μηδαμοῦ τῶν παρʼ ἐκείνου τούτων ἐνόντων

    嵌入在目的从句(ἵνα...ἔχοιτε)内部的独立属格结构。τῶν παρʼ ἐκείνου τούτων 为逻辑主语,ἐνόντων 为分词谓语,说明了雅典人日后无法向腓力追究责任的依据或情境。

  3. 39οὐδὲ γρῦ

    由表示极微小之物的名词 γρῦ(指指甲垢或猪拱地声等极微细之物)与否定词构成的口语俗谚,意为“只字未提”或“毫无痕迹”。

  4. 40ἔγραφον δʼ ἂν καὶ διαρρήδην ἡλίχʼ ὑμᾶς εὖ ποιήσω, εἰ εὖ ᾔδειν καὶ τὴν συμμαχίαν μοι γενησομένην

    过去非真实条件句(结论句用未完成过去时 ἔγραφον ἂν,条件从句用过去完成时 εἰ ᾔδειν)的直接引语。间接疑问句中的动词 ποιήσω 保留了直接引语中的将来直陈语气。

  5. 43διὰ ταῦτʼ ἐσπαθᾶτο ταῦτα

    动词 σπαθάω 原指“用织机板压紧纬线”,引申为“密谋”、“编织诡计”或“肆意挥霍”。此处用作被动态的比喻义,表明前面的欺瞒计划是一步步精心编织策划出来的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:37-43