- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:30-36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼指出议事会当时既未赞扬使团也未邀请其赴国宾馆这一前所未有的事实,以此证明自己自始至终是揭发者。随后他揭露了预案如何在公民大会上被隐瞒,以及埃斯基涅斯的虚假演说与腓力的书信如何彻底蒙蔽了民众。
οὐ γὰρ εἰ φαύλοις χρῆσθʼ ὑμεῖς εἰς τὰ κοινὰ πολλάκις ἀνθρώποις, καὶ τὰ πράγματʼ ἐστὶ φαῦλα1 ὧν ἡ πόλις ἀξιοῦται παρὰ τοῖς ἄλλοις, οὐδὲ πολλοῦ δεῖ. εἶτα καὶ Φωκέας ἀπολώλεκεν μέν, οἶμαι, Φίλιππος, συνηγωνίσαντο δʼ οὗτοι· τοῦτο δὴ δεῖ σκοπεῖν καὶ ὁρᾶν, εἰ ὅσα τῆς Φωκέων σωτηρίας ἐπὶ τὴν πρεσβείαν ἧκε, ταῦθʼ ἅπαντʼ ἀπώλεσαν οὗτοι καὶ διέφθειραν ἑκόντες, οὐχ ὡς ὅδε Φωκέας ἀπώλεσεν καθʼ ἑαυτόν. πόθεν;
因为即使你们常常在公共事务中任用平庸之辈,也绝不意味着城邦在其他各邦中所享有的尊严与事务也是平庸的——绝非如此。再者,摧毁福基斯人的固然是腓力,但我认为这些人正是他的帮凶。因此,你们必须考察并认清这一点:福基斯人得救所寄托于使团的一切,是否全被这些人故意毁弃并败坏,而不是去问是否仅凭这一个人就独自毁灭了福基斯人。这怎么可能呢?
δὸς δέ μοι τὸ προβούλευμα, ὃ πρὸς τὴν ἐμὴν ἀπαγγελίαν ἐψηφίσαθʼ ἡ βουλή, καὶ τὴν μαρτυρίαν τὴν τοῦ γράψαντος αὐτὸ τότε, ἵνʼ εἰδῆθʼ ὅτι ἐγὼ μὲν οὐ τότε σιγήσας νῦν ἀφίσταμαι τῶν πεπραγμένων, ἀλλʼ εὐθὺς κατηγόρουν καὶ προεώρων τὰ μέλλοντα, ἡ βουλὴ δέ, ἡ μὴ κωλυθεῖσʼ ἀκοῦσαι τἀληθῆ παρʼ ἐμοῦ, οὔτʼ ἐπῄνεσε τούτους οὔτʼ εἰς τὸ πρυτανεῖον ἠξίωσεν καλέσαι. καίτοι τοῦτʼ, ἀφʼ οὗ γέγονεν ἡ πόλις, οὐδεὶς πώποτέ φησι παθεῖν οὐδένας πρέσβεις, οὐδὲ Τιμαγόραν, οὗ θάνατον κατεχειροτόνησεν ὁ δῆμος.
请把议事会针对我的报告所通过的预案,以及当时起草者的证言递给我,好让你们明白:我当时绝非保持沉默而如今才对过去的事抽身逃避,而是当即提出指控并预见到了未来的局势;而议事会由于没有被阻碍从我这里听到真相,既没有赞扬这些人,也没有认为他们配被邀请到市政厅赴宴。然而,自从城邦建立以来,没有任何人说曾有任何使节遭受过这种待遇,甚至连被民众投票判处死刑的提玛戈拉斯也未曾如此。
ἀλλʼ οὗτοι πεπόνθασιν. λέγε δʼ αὐτοῖς πρῶτον τὴν μαρτυρίαν, εἶτα τὸ προβούλευμα. ΜΑΡΤΥΡΙΑ. ΠΡΟΒΟΥΛΕΥΜΑ. ἐνταῦθʼ οὔτʼ ἔπαινος οὔτε κλῆσις εἰς τὸ πρυτανεῖόν ἐστι τῶν πρέσβεων ὑπὸ τῆς βουλῆς. εἰ δέ φησιν οὗτος, δειξάτω καὶ παρασχέσθω, κἀγὼ καταβαίνω. ἀλλʼ οὐκ ἔστιν. εἰ μὲν τοίνυν ταὐτὰ πάντες ἐπρεσβεύομεν, δικαίως οὐδένʼ ἐπῄνεσεν ἡ βουλή· δεινὰ γὰρ τὰ πεπραγμένα πᾶσιν· εἰ δʼ οἱ μὲν τὰ δίκαιʼ ἔπραττον ἡμῶν, οἱ δὲ τἀναντία, διὰ τοὺς πεπονηρευμένους, ὡς ἔοικε, τοῖς ἐπιεικέσι συμβεβηκὸς ἂν εἴη ταύτης τῆς ἀτιμίας μετεσχηκέναι.
但这些人却遭受了。请先为他们宣读证言,再宣读预案。 证言。预案。 这里既没有议事会对使节的赞扬,也没有邀请他们到市政厅。如果这个人声称有,就让他指出来并拿出来,我就走下讲坛。但这并不存在。那么,如果我们大家都是以同一种方式执行使任的,议事会没有赞扬任何人乃是完全正当的,因为大家所做的事都是恶劣的;但如果我们当中有人行事公正,而有人反其道而行之,那么看来正直之士分担这种耻辱,必然是因为那些作恶之人的缘故。
πῶς οὖν ῥᾳδίως πάντες εἴσεσθε τίς ποτʼ ἔσθʼ ὁ πονηρός; ἀναμνήσθητε παρʼ ὑμῖν αὐτοῖς τίς ἐσθʼ ὁ κατηγορῶν τῶν πεπραγμένων ἐξ ἀρχῆς. δῆλον γὰρ ὅτι τῷ μὲν ἠδικηκότι σιγᾶν ἐξήρκει καὶ διακρουσαμένῳ τὸν παρόντα χρόνον μηκέτʼ εἰς λόγον περὶ τῶν πεπραγμένων αὑτὸν καθιστάναι, τῷ δὲ μηδὲν ἑαυτῷ συνειδότι δεινὸν εἰσῄει, εἰ πονηρῶν ἔργων δόξει κοινωνεῖν τῷ σιωπῆσαι. εἰμὶ τοίνυν ὁ κατηγορῶν ἐξ ἀρχῆς ἐγὼ τούτων, τούτων δʼ οὐδεὶς ἐμοῦ.
那么,你们大家如何能轻而易举地知道究竟谁是恶徒呢?请在你们心中回想一下,自始至终指控这些行径的人是谁。因为很明显,对于犯了罪的人来说,保持沉默、搪塞过眼前的时机,并不再让自己因所做的事而受到审问就足够了;而对于问心无愧的人来说,他心中自然会产生恐惧,担心自己因沉默而被视为同谋。事实上,从一开始指控他们的正是我,而他们中却没有一个人指控我。
ἡ μὲν τοίνυν βουλὴ ταῦτα προὐβεβουλεύκει, τῆς δʼ ἐκκλησίας γιγνομένης καὶ τοῦ Φιλίππου παρόντος ἐν Πύλαις ἤδη—ἦν γὰρ τοῦτο πρῶτον ἁπάντων τῶν ἀδικημάτων, τὸ τὸν Φίλιππον ἐπιστῆσαι τοῖς πράγμασι τούτοις καὶ δέον ὑμᾶς ἀκοῦσαι περὶ τῶν πραγμάτων, εἶτα βουλεύσασθαι, μετὰ ταῦτα δὲ πράττειν ὅ τι δόξαι, ἅμʼ ἀκούειν κἀκεῖνον παρεῖναι2 καὶ μηδʼ ὅ τι χρὴ ποιεῖν ῥᾴδιον εἰπεῖν εἶναι.
议事会当时正是通过了这样的预案。
πρὸς δὲ τούτοις τοῦτο μὲν οὐδεὶς ἀνέγνω τῷ δήμῳ τὸ προβούλευμα, οὐδʼ ἤκουσεν ὁ δῆμος, ἀναστὰς δʼ οὗτος ἐδημηγόρει ταῦθʼ ἃ διεξῆλθον ἄρτι πρὸς ὑμᾶς ἐγώ, τὰ πολλὰ καὶ μεγάλʼ ἀγαθά, ἃ πεπεικὼς ἔφη τὸν Φίλιππον ἥκειν καὶ διὰ τοῦτο χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι. ὥσθʼ ὑμᾶς, ἐκπεπληγμένους τῇ παρουσίᾳ τὸ πρῶτον τῇ τοῦ Φιλίππου καὶ τούτοις ὀργιζομένους ἐπὶ τῷ μὴ προηγγελκέναι, πραοτέρους γενέσθαι τινός, πάνθʼ ὅσʼ ἐβούλεσθʼ ὑμῖν ἔσεσθαι προσδοκήσαντας, καὶ μηδὲ φωνὴν ἐθέλειν ἀκούειν ἐμοῦ μηδʼ ἄλλου μηδενός.
然而,当公民大会召开,而腓力此时已兵临皮莱之际——因为在所有不义行为中,首当其冲的就是将腓力引向这些局势,以至于原本应当由你们先听取情况,随后商议,再付诸执行决议,结果却变成了在你们听取汇报的同时他就已兵临城下,甚至连应当做什么都难以说明——,除此以外,没有人向民众宣读这份预案,民众也没有听到它;而这个人却站起身来,向民众发表了我刚才向你们详细复述的那些演说,大谈他声称已说服腓力所带来的诸多巨大福祉,并称底比斯人正因如此才悬赏要他的命。结果,你们起初因腓力的逼近而惊恐万状,并因这些人未能事先通报而对他们满腔怒火,此时却变得温和了许多,期盼着一切所愿都将属于你们,以至于根本不愿听我或任何其他人的只言片语。
καὶ μετὰ ταῦτʼ ἀνεγιγνώσκεθʼ ἡ ἐπιστολὴ ἡ παρὰ τοῦ Φιλίππου, ἣν οὗτος ἔγραψʼ ἀπολειφθεὶς ἡμῶν, ἄντικρυς οὕτως καὶ διαρρήδην ἀπολογία γεγραμμένη τῶν τούτοις ἡμαρτημένων. καὶ γὰρ ὡς αὐτὸς κατεκώλυσεν αὐτοὺς βουλομένους ἐπὶ τὰς πόλεις ἰέναι καὶ τοὺς ὅρκους ἀπολαμβάνειν, ἔνεστι, καὶ ὡς, ἵνα συνδιαλλάττωσιν αὐτῷ τοὺς Ἁλέας πρὸς τοὺς Φαρσαλίους, κατέσχεν αὐτούς· καὶ πάντʼ ἀναδεχόμενος καὶ εἰς αὑτὸν ποιούμενος τὰ τούτων ἁμαρτήματʼ ἐστίν.3
随后宣读的是腓力的来信,那是这个人脱离我们之后写成的,信中毫不掩饰、直截了当地为这些人的罪责进行辩解。因为信中确实载明:当使节们想要前往各城邦接受宣誓时是他亲自加以阻拦,以及为了让他们协助调解哈洛斯人与法尔萨洛斯人的关系他才扣留了他们;他完全承担并把这些人的一切罪责揽在了自己身上。
- 30οὐ γὰρ εἰ φαύλοις χρῆσθʼ ὑμεῖς εἰς τὰ κοινὰ πολλάκις ἀνθρώποις, καὶ τὰ πράγματʼ ἐστὶ φαῦλα
οὐ γὰρ εἰ... καί... 构成“因为即使……也绝不意味着……”的反驳句式。句首的否定词 οὐ 否定了整个由条件到结果的推论关系,并在句末由 οὐδὲ πολλοῦ δεῖ(绝非如此)加以强力肯定。主句中的 καί 起到“也/甚至”的强调添加作用。
- 34καὶ δέον ὑμᾶς ἀκοῦσαι περὶ τῶν πραγμάτων, εἶτα βουλεύσασθαι, μετὰ ταῦτα δὲ πράττειν ὅ τι δόξαι, ἅμʼ ἀκούειν κἀκεῖνον παρεῖναι
δέον 为无人称动词 δεῖ 的绝对宾格,具有转折或对比含义(“本应当……之际”)。其后统领一系列不定式(ἀκοῦσαι... βουλεύσασθαι... πράττειν),指出本应按部就班进行的正常程序;而紧接着的 ἅμʼ ἀκούειν κἀκεῖνον παρεῖναι(“在听取汇报的同时他就已兵临城下”)则构成了实际发生的反常态势与其鲜明对照。
- 36καὶ πάντʼ ἀναδεχόμενος καὶ εἰς αὑτὸν ποιούμενος τὰ τούτων ἁμαρτήματʼ ἐστίν
由系动词 ἐστίν 与现在分词 ἀναδεχόμενος 及 ποιούμενος 构成的迂回陈述式(periphrastic construction)。相较于一般的现在时限定动词,这一结构更加突出了腓力在整封信中持续一贯地揽下并承担这些人一切过失的状态与意图。
