- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:330-335
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以公民绝不会嘉奖敌国使节为由揭露被告等人的受贿本质,驳斥其企图嫁祸将军夏里斯的做法,并敦促审判员严加追究埃斯基涅斯在议和出使期间出卖城邦的具体罪责。
ἔσθʼ ὅντινʼ ὑμεῖς, ὦ ἄνδρες δικασταί, τῶν πρέσβεων ὧν ἔπεμψε Φίλιππος χαλκοῦν στήσαιτʼ ἂν ἐν ἀγορᾷ; τί δέ; δοίητʼ ἂν ἐν πρυτανείῳ σίτησιν ἢ ἄλλην τινὰ δωρειάν, αἷς τιμᾶτε τοὺς εὐεργέτας; ἐγὼ μὲν οὐκ οἶμαι. διὰ τί; (οὔτε γὰρ ὑμεῖς γʼ ἀχάριστοί ἐστʼ οὔτʼ ἄδικοι ἄνθρωποι οὔτε κακοί.) ὅτι πάνθʼ ὑπὲρ Φιλίππου καὶ οὐδʼ ὁτιοῦν ὑπὲρ ὑμῶν ἔπραξαν, εἴποιτʼ ἄν, καὶ ἀληθῆ καὶ δίκαια.
审判员诸位,在腓力派来的使节中,你们难道有哪一位会把他的青铜塑像树立在广场上吗?那又如何呢?你们难道会在市政厅提供膳宿,或是给予你们用来表彰恩人的其他任何赏赐吗?我想绝不会。为什么呢?(因为你们既非忘恩负义之辈,亦非不公或邪恶之人。)你们会说,这是因为他们的一切所作所为都是为了腓力,而没有丝毫是为了你们——这番话既真实又公道。
εἶτʼ οἴεσθʼ ὑμεῖς μὲν οὕτω γιγνώσκειν, τὸν δὲ Φίλιππον οὐχ οὕτω, ἀλλὰ τούτοις διδόναι τηλικαύτας καὶ τοσαύτας δωρειὰς διότι ὑπὲρ ὑμῶν καλῶς καὶ δικαίως ἐπρέσβευσαν; οὐκ ἔστι ταῦτα. τὸν γὰρ Ἡγήσιππον ὁρᾶτε καὶ τοὺς μετʼ αὐτοῦ πρέσβεις πῶς ἐδέξατο. τὰ μὲν ἄλλα σιωπῶ, ἀλλὰ Ξενοκλείδην τουτονὶ τὸν ποιητὴν ἐξεκήρυξεν, ὅτι αὐτοὺς ὑπεδέξατο πολίτας ὄντας. τοῖς μὲν γὰρ ὑπὲρ ὑμῶν λέγουσι δικαίως ὅσʼ ἂν φρονῶσι τοῦτον τὸν τρόπον προσφέρεται, τοῖς δὲ πεπρακόσιν αὑτοὺς ὡς τούτοις. ταῦτʼ οὖν μαρτύρων, ταῦτʼ ἐλέγχων τινῶν ἔτι δεῖται μειζόνων; ταῦτʼ ἀφαιρήσεταί τις ὑμῶν;
那么,难道你们认为你们是这样判断,而腓力却不是这样判断,反而赐予这帮人如此巨大且众多的赏赐,是因为他们为了你们而体面且正当地充当使节吗?绝非如此。你们且看他是如何接待黑革西普斯及其同僚使节的。其余的事我姑且不论,单是这位诗人客诺克莱德斯,就因招待了同为公民的使节们,便遭到他公开发布驱逐令。因为对于那些为了你们而正当地说出心中所想的人,他是以这种方式对待的;而对于那些出卖自身的人,他则是像对待眼前这帮人那样对待的。那么,这些事还需要什么更有力的见证人或更大的证据吗?有谁能从你们手中夺走这些事实呢?
εἶπε τοίνυν μοί τις ἄρτι προσελθὼν πρὸ τοῦ δικαστηρίου πρᾶγμα καινότατον πάντων, Χάρητος κατηγορεῖν αὐτὸν παρεσκευάσθαι, καὶ διὰ τούτου τοῦ τρόπου καὶ τούτων τῶν λόγων ἐξαπατήσειν ὑμᾶς ἐλπίζειν. ἐγὼ δʼ ὅτι μὲν πάντα τρόπον κρινόμενος Χάρης εὕρηται πιστῶς καὶ εὐνοϊκῶς, ὅσον ἦν ἐπʼ ἐκείνῳ, πράττων ὑπὲρ ὑμῶν, διὰ τοὺς δʼ ἐπὶ χρήμασι λυμαινομένους τοῖς πράγμασι πολλῶν ὑστερῶν, οὐ σφόδρʼ ἰσχυρίζομαι, ἀλλʼ ὑπερβολὴν ποιήσομαι· ἔστω γὰρ πάντʼ ἀληθῆ λέξειν περὶ αὐτοῦ τουτονί. καὶ οὕτω τοίνυν κομιδῇ γέλως ἐστὶ κατηγορεῖν ἐκείνου τουτονί.
方才在法庭前有人走近我,告诉我一件最离奇的事:说这个家伙已经准备好要指控夏里斯,并指望借由这种手段和这套言辞来欺骗你们。至于说从各个方面来审查,夏里斯在力所能及的范围内,已被证明始终忠实且怀着善意为你们效力,只是因为那些为了金钱而破坏大局的人才导致许多事情功败垂成,对此我并不极力坚持;相反,我宁可作个退让:就算这个家伙针对夏里斯所说的一切全都是实情吧,即便如此,由他来指控那个人也纯属滑稽至极。 因为对于战时所发生的一切,我并未归咎于埃斯基涅斯(对这些事情是应当由将军们负责的),我也没有归咎于城邦缔结和约一事;直至此刻为止的事情,我一概不予追究。
ἐγὼ γὰρ Αἰσχίνην οὐδενὸς αἰτιῶμαι τῶν ἐν τῷ πολέμῳ πραχθέντων (τούτων γάρ εἰσιν οἱ στρατηγοὶ ὑπεύθυνοι), οὐδὲ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην, ἀλλʼ ἄχρι τούτου πάντʼ ἀφίημι. τί οὖν λέγω καὶ πόθεν ἄρχομαι κατηγορεῖν; τοῦ ποιουμένης τῆς πόλεως εἰρήνην Φιλοκράτει συνειπεῖν,1 ἀλλὰ μὴ τοῖς τὰ βέλτιστα γράφουσι, τοῦ δῶρʼ εἰληφέναι, τοῦ μετὰ ταῦτʼ ἐπὶ τῆς ὑστέρας πρεσβείας τοὺς χρόνους κατατρῖψαι καὶ μηδὲν ὧν προσετάξαθʼ ὑμεῖς ποιῆσαι, τοῦ φενακίσαι τὴν πόλιν καὶ παραστήσαντʼ ἐλπίδας, ὡς ὅσα βουλόμεθʼ ἡμεῖς Φίλιππος πράξει, πάντʼ ἀπολωλεκέναι, τοῦ μετὰ ταῦθʼ, ἑτέρων προλεγόντων φυλάττεσθαι τὸν τοσαῦτʼ ἠδικηκότα, τοῦτον ἐκείνῳ συνηγορεῖν.
那么我所言何事,又从何处着手进行指控呢?我指控的是:在城邦缔结和约之际,他附和菲洛克拉泰斯,而没有附和那些提出最妥善提案的人;指控他收受贿赂;指控他在此后的第二次出使中虚度光阴,未曾履行你们吩咐的任何指令;指控他欺骗城邦,给人们带来腓力将照办我们所愿一切的虚假希望,从而毁掉了一切;指控在此之后,当旁人都在告诫要防范那个犯下如此多罪行的人时,这个家伙却反过来为那个人辩护。
ταῦτα κατηγορῶ, ταῦτα μέμνησθε, ἐπεὶ δικαίαν εἰρήνην καὶ ἴσην καὶ μηδὲν πεπρακότας ἀνθρώπους μηδὲ ψευσαμένους ὕστερον κἂν ἐπῄνουν καὶ στεφανοῦν ἐκέλευον. στρατηγὸς δʼ εἴ τις ἠδίκηκεν ὑμᾶς, οὐχὶ κοινωνεῖ ταῖς νῦν εὐθύναις. ποῖος γὰρ στρατηγὸς Ἅλον, τίς δὲ Φωκέας ἀπολώλεκε; τίς δὲ Δορίσκον; τίς δὲ Κερσοβλέπτην; τίς δʼ Ἱερὸν ὄρος; τίς δὲ Πύλας; τίς δὲ πεποίηκεν ἄχρι τῆς Ἀττικῆς ὁδὸν διὰ συμμάχων καὶ φίλων εἶναι Φιλίππῳ; τίς δὲ Κορώνειαν, τίς δʼ Ὀρχομενόν, τίς Εὔβοιαν ἀλλοτρίαν;
我指控的就是这些,请诸位牢记这些。因为如果是公正平等的和约,以及未曾出卖任何事物、后来也未曾说谎的人,我甚至会予以赞扬并要求为他们加冕。但如果有某位将军亏待了你们,这与当下的账目审查毫无干系。究竟是哪一位将军毁了哈罗斯,又是谁毁灭了福基斯人?是谁毁了多里斯科斯?是谁毁了凯尔索布勒普特斯?是谁毁了圣山?是谁毁了隘口?是谁使得腓力得以经由盟友和友邦一路开辟直达阿提卡的道路?是谁让科罗内亚、是谁让奥尔科墨诺斯、是谁让优卑亚落入敌手?
τίς Μέγαρα πρώην ὀλίγου; τίς Θηβαίους ἰσχυρούς; τούτων γὰρ οὐδὲν τοσούτων καὶ τηλικούτων ὄντων διὰ τοὺς στρατηγοὺς ἀπώλετο, οὐδʼ ἐν τῇ εἰρήνῃ συγχωρηθὲν πεισθέντων ὑμῶν ἔχει Φίλιππος, ἀλλὰ διὰ τούτους ἀπόλωλε καὶ τὴν τούτων δωροδοκίαν. ἂν τοίνυν ταῦτα μὲν φεύγῃ, πλανᾷ δὲ καὶ πάντα μᾶλλον λέγῃ, ἐκείνως αὐτὸν δέχεσθε. οὐ στρατηγῷ δικάζομεν, οὐ περὶ τούτων κρίνει. μὴ λέγʼ εἴ τις αἴτιός ἐστι καὶ ἄλλος τοῦ Φωκέων ὀλέθρου, ἀλλʼ ὡς οὐ σὺ αἴτιος δεῖξον. τί οὖν, εἴ τι Δημοσθένης ἠδίκει, νῦν λέγεις, ἀλλʼ οὐχ ὅτε τὰς εὐθύνας ἐδίδου κατηγόρεις; διʼ αὐτὸ γὰρ εἶ τοῦτʼ ἀπολωλέναι δίκαιος.2
前不久险些丢掉墨加拉的是谁?让忒拜人变得强大的是谁?因为在这些如此众多且重大的事件中,没有一件是由于将军们而丧失的,也不是腓力因你们被说服而在和约中被允许占有的;相反,这一切全是因为这帮人及其受贿而毁于一旦。因此,如果他逃避这些指控,东拉西扯,净讲些别的事情,你们就当这样回应他: “我们审判的不是将军,对你的审理并非关涉这些事。你不要谈论是否还有旁人对福基斯人的毁灭负有责任,而要表明你自己没有责任。那么,如果德摩斯梯尼犯了什么错,你为何如今才提出来,而不是在他交卸账目接受审查时予以指控呢?单凭这一点,你就理应受诛。”
- 333τοῦ ποιουμένης τῆς πόλεως εἰρήνην Φιλοκράτει συνειπεῖν
紧接着前一句的设问“τί οὖν λέγω καὶ πόθεν ἄρχομαι κατηγορεῖν;”,出现了一连串带属格定冠词的不定式(τοῦ συνειπεῖν,以及随后的 τοῦ εἰληφέναι、τοῦ κατατρῖψαι、τοῦ φενακίσαι、τοῦ συνηγορεῖν)。这些属格不定式既可看作由动词 κατηγορεῖν 所支配的指控罪名属格(genitive of the charge),亦可视为回应“从何处(πόθεν)开始”的起点或原因属格。
- 335διʼ αὐτὸ γὰρ εἶ τοῦτʼ ἀπολωλέναι δίκαιος
此处未采用非人称结构(即 δίκαιόν ἐστί σε ἀπολωλέναι),而是采用了形容词 δίκαιος 与第二人称单数主语(εἶ)一致的人称结构(“你理应……”)。完成时不定式 ἀπολωλέναι 表示灭亡或受诛的结果状态。
