← 狄摩西尼

论使职不称职

§336-343

提防诡辩托辞与以严惩树立警示的要求

德摩斯梯尼告诫审判员不可任由埃斯基涅斯借赞美和平之名或凭借优美嗓音转移焦点,而必须追究其毁坏国事的罪责。他指出,为了遏制腓力并警示未来的叛国者,必须严惩此人以树立鉴戒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§336

μὴ λέγʼ ὡς καλὸν εἰρήνη, μηδʼ ὡς συμφέρον· οὐδεὶς γὰρ αἰτιᾶταί σε τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην· ἀλλʼ ὡς οὐκ αἰσχρὰ καὶ ἐπονείδιστος, καὶ πόλλʼ ὕστερον ἐξηπατήμεθα, καὶ πάντʼ ἀπώλετο, ταῦτα λέγε.1 τούτων γὰρ ἁπάντων ἡμῖν αἴτιος σὺ δέδειξαι. καὶ τί δὴ μέχρι νυνὶ τὸν τὰ τοιαῦτα πεποιηκότʼ ἐπαινεῖς; ἂν οὕτω φυλάττητʼ αὐτόν, οὐχ ἕξει τί λέγῃ, ἀλλὰ τὴν ἄλλως ἐνταῦθʼ ἐπαρεῖ τὴν φωνὴν καὶ πεφωνασκηκὼς ἔσται.2

不要谈论和平是多么美好,也不要谈论它是多么有利;因为没有任何人因城邦缔结了和平而责怪你。相反,你要说明的应当是:这和平并非可耻且受人唾骂的,我们事后并没有遭受极大的欺骗,一切也并未毁于一旦。因为在所有这些事上,事实已向我们表明你才是罪魁祸首。那你究竟为何直到如今还在称赞那个犯下如此罪行的人呢? 若是你们这样防范他,他就无话可说了,而只能在那里徒然拔高声调,白费了一番发声训练。

§337

καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη· πάνυ γὰρ μέγα καὶ ἐπὶ ταύτῃ φρονεῖν αὐτὸν ἀκούω, ὡς καθυποκρινούμενον ὑμᾶς. ἐμοὶ δὲ δοκεῖτʼ ἀτοπώτατον ἁπάντων ἂν ποιῆσαι, εἰ, ὅτε μὲν τὰ Θυέστου καὶ τῶν ἐπὶ Τροίᾳ κάκʼ ἠγωνίζετο, ἐξεβάλλετʼ αὐτὸν καὶ ἐξεσυρίττετʼ ἐκ τῶν θεάτρων καὶ μόνον οὐ κατελεύεθʼ οὕτως ὥστε τελευτῶντα τοῦ τριταγωνιστεῖν ἀποστῆναι, ἐπειδὴ δʼ οὐκ ἐπὶ τῆς σκηνῆς, ἀλλʼ ἐν τοῖς κοινοῖς καὶ μεγίστοις τῆς πόλεως πράγμασι μυρίʼ εἴργασται κακά, τηνικαῦθʼ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε.3

然而,或许也有必要谈谈他的嗓音;因为我听说他对此也极其自负,以为可以像演戏一般将你们玩弄于股掌之间。但依我看,你们若是做出这种事来,那将是世上最荒谬不过的了:当他表演梯厄斯忒斯的灾祸以及特洛伊诸人的悲剧时,你们曾把他轰下台去,在剧场里对他大喝倒彩,险些将他乱石砸死,以至于他最终不得不放弃充当第三主角;然而如今,当他不是在舞台上、而是在城邦最重大且公共的事务中犯下了无数罪恶时,你们难道倒要因为他嗓音动听而去倾听他吗?

§338

μηδαμῶς· μηδὲν ὑμεῖς ἀβέλτερον πάθητε, ἀλλὰ λογίζεσθʼ ὅτι δεῖ κήρυκα μὲν ἂν δοκιμάζητε, εὔφωνον σκοπεῖν, πρεσβευτὴν δὲ καὶ τῶν κοινῶν ἀξιοῦντά τι πράττειν δίκαιον καὶ φρόνημʼ ἔχονθʼ ὑπὲρ μὲν ὑμῶν μέγα, πρὸς δʼ ὑμᾶς ἴσον, ὥσπερ ἐγὼ Φίλιππον μὲν οὐκ ἐθαύμασα, τοὺς δʼ αἰχμαλώτους ἐθαύμασα, ἔσωσα, οὐδὲν ὑπεστειλάμην. οὗτος δʼ ἐκείνου μὲν προὐκαλινδεῖτο, τοὺς παιᾶνας ᾖδεν, ὑμῶν δʼ ὑπερορᾷ.

绝不可如此!你们切不可干出这等蠢事,而要深思:若是要考查一名传令官,你们应当寻找一位声音洪亮的人;但若是要考查一位使节,一位志在经办某些公共事务的人,就必须寻找一位正直、为了你们怀有崇高气节、而面对你们时又持平等待人之心的人。正如我未曾对腓力卑躬屈膝,而是敬重俘虏、拯救他们、未曾退缩半分;而这个家伙却在那个人的面前卑躬屈膝,唱起颂歌,反倒对你们嗤之以鼻。

§339

ἔτι τοίνυν ὅταν μὲν ἴδητε δεινότητʼ ἢ εὐφωνίαν ἤ τι τῶν ἄλλων τῶν τοιούτων ἀγαθῶν ἐπὶ χρηστοῦ καὶ φιλοτίμου γεγενημένον ἀνθρώπου, συγχαίρειν καὶ συνασκεῖν πάντας δεῖ· κοινὸν γὰρ ὑμῖν πᾶσι τοῖς ἄλλοις τοῦτʼ ἀγαθὸν γίγνεται· ὅταν δʼ ἐπὶ δωροδόκου καὶ πονηροῦ καὶ παντὸς ἥττονος λήμματος, ἀποκλείειν καὶ πικρῶς καὶ ἐναντίως ἀκούειν, ὡς πονηρία δυνάμεως δόξαν εὑρομένη παρʼ ὑμῶν ἐπὶ τὴν πόλιν ἐστίν.

此外,当你们看到口才、美声或任何其他这类长处出现在一位正直且珍视荣誉的人身上时,所有人都应当为之庆贺并助其操练;因为这对你们其余所有人而言都是一项共同的福祉。但当这些长处出现在一个受贿、奸诈、经不起任何不义之财诱惑的人身上时,你们就必须将他拒之门外,怀着严苛与敌意去倾听;因为邪恶一旦从你们这里获得了威势的声誉,就会反戈指向城邦。

§340

ὁρᾶτε δʼ, ἀφʼ ὧν οὗτος εὐδοκιμεῖ πηλίκα τῇ πόλει περιέστηκε πράγματα. αἱ μὲν τοίνυν ἄλλαι δυνάμεις ἐπιεικῶς εἰσιν αὐτάρκεις, ἡ δὲ τοῦ λέγειν, ἂν τὰ παρʼ ὑμῶν τῶν ἀκουόντων ἀντιστῇ, διακόπτεται. οὕτως οὖν ἀκούετε τούτου ὡς πονηροῦ καὶ δωροδόκου καὶ οὐδʼ ὁτιοῦν ἐροῦντος ἀληθές.

你们且看,由于这个家伙所享有的名声,给城邦带来了多么巨大的祸患!其他才能大抵是自足的,但言论的才能,一旦遭遇你们这些听众的抵触,就会土崩瓦解。因此,你们听他说话时,务必将他视为一个奸诈、受贿、绝不会吐露半句真言的人。

§341

ὅτι δʼ οὐ μόνον κατὰ τἄλλα, ἀλλὰ καὶ τὰ πρὸς αὐτὸν τὸν Φίλιππον πράγματα πανταχῶς συμφέρει τοῦτον ἑαλωκέναι, θεάσασθε. εἴτε γὰρ ἥξει ποτʼ εἰς ἀνάγκην τῶν δικαίων τι ποιεῖν τῇ πόλει, τὸν τρόπον μεταθήσεται· νῦν μὲν γὰρ ᾕρηται τοὺς πολλοὺς ἐξαπατῶν ὀλίγους θεραπεύειν, ἂν δὲ τούτους ἀπολωλότας πύθηται, ὑμῖν τοῖς πολλοῖς καὶ πάντων κυρίοις τὰ λοιπὰ ποιεῖν βουλήσεται.

并且你们要看清,不仅在其余一切事务上,即便在与腓力本人的交往中,让这个家伙被定罪也是在各方面都对你们有益的。因为若是腓力日后被迫必须为城邦做些公道之事,他就不得不转变行事风格;如今他选择欺骗多数人而结交少数人,但如果他获悉这帮人已被处死,他往后就会愿意效力于身为多数人且主宰一切的你们。

§342

εἴτʼ ἐπὶ τῆς αὐτῆς ἧσπερ νῦν ἐξουσίας καὶ ἀσελγείας μενεῖ, τοὺς ὁτιοῦν ἂν ἐκείνῳ ποιήσαντας ἀνῃρηκότες ἐκ τῆς πόλεως ἔσεσθε, ἂν τούτους ἀνέλητε·4 οἳ γὰρ οἰόμενοι δίκην ὑφέξειν τοιαῦτʼ ἔπραξαν, τούτους, ἂν τὰ παρʼ ὑμῶν αὐτοῖς ἐφεθῇ, τί οἴεσθε ποιήσειν; ποῖον Εὐθυκράτη, ποῖον Λασθένη, τίνʼ οὐχ ὑπερβαλεῖσθαι προδότην;

而若是他依旧保持如今的狂妄与蛮横,那么只要你们除掉这帮人,你们就等于从城邦中清除了那些愿意为他做任何事情的人。试问,连那些自以为难逃惩罚的人尚且干出了这等勾当,一旦从你们这里获得了赦免,你们以为他们还会干出什么来呢?什么样的欧费克拉泰斯,什么样的拉斯泰奈斯,什么样的叛徒他们不能超越呢?

§343

τίνα δʼ οὐ πάντων τῶν ἄλλων χείρω πολίτην ὑπάρξειν, ὁρῶντα τοῖς μὲν ἅπαντα πεπρακόσι χρήματα, δόξαν, ἀφορμὴν τὴν Φιλίππου ξενίαν περιοῦσαν, τοῖς δὲ δικαίους τε παρέχουσιν ἑαυτοὺς καὶ προσανηλωκόσι χρήματα πράγματα, ἀπεχθείας, φθόνον περιόντα παρʼ ἐνίων; μηδαμῶς· οὔτε γὰρ πρὸς δόξαν οὔτε πρὸς εὐσέβειαν οὔτε πρὸς ἀσφάλειαν οὔτε πρὸς ἄλλʼ οὐδὲν ὑμῖν συμφέρει τοῦτον ἀφεῖναι, ἀλλὰ τιμωρησαμένους παράδειγμα ποιῆσαι πᾶσι, καὶ τοῖς πολίταις καὶ τοῖς ἄλλοις Ἕλλησιν.

又有谁不会变成比所有人都更恶劣的公民呢?眼见那些出卖了一切的人,金钱、声誉、以及与腓力的宾从关系带来的资本都绰绰有余地留在手中;而那些表现正直、甚至倒贴了自己财产的人,留给他们的却只有某些人带来的麻烦、怨恨与嫉妒。绝不可如此!因为无论为了声望、虔敬、安全,还是为了其他任何事物,放过这个家伙对你们都绝无益处;相反,严惩他并使之成为所有人,无论是公民还是其余希腊人的鉴戒,才是真正有利的。

语法注4 条
  1. 336ἀλλʼ ὡς οὐκ αἰσχρὰ καὶ ἐπονείδιστος, καὶ πόλλʼ ὕστερον ἐξηπατήμεθα, καὶ πάντʼ ἀπώλετο, ταῦτα λέγε.

    连词 ὡς 统摄了前部的形容词谓语结构(οὐκ αἰσχρὰ καὶ ἐπονείδιστος [ἦν])以及随后的并列动词分句(καὶ πόλλʼ ὕστερον ἐξηπατήμεθα, καὶ πάντʼ ἀπώλετο)。从语境上看,否定词 οὐ 的力量延伸至后文(即辩方应当证明“我们并未受大骗”、“一切并未全毁”),全句以此作为指示代词 ταῦτα 的具体内容,要求被告就此进行辩解。

  2. 336τὴν ἄλλως ἐνταῦθʼ ἐπαρεῖ τὴν φωνὴν καὶ πεφωνασκηκὼς ἔσται.

    短语 τὴν ἄλλως 是副词性习语,意为“徒然地”、“白白地”(字面上源于类似 τὴν ἄλλως ὁδόν 的省略)。πεφωνασκηκὼς ἔσται 是由完成时分词与 εἰμί 的将来时构成的迂回将来完成时,带着讽刺口吻强调未来的结果状态:“他充其量只是白白进行了一番发声训练而已”。

  3. 337εἰ, ὅτε μὲν... ἐξεβάλλετʼ... ἐπειδὴ δʼ... μυρίʼ εἴργασται κακά, τηνικαῦθʼ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε.

    紧随主句的潜在判断 ἐμοὶ δὲ δοκεῖτʼ ἀτοπώτατον ἁπάντων ἂν ποιῆσαι 之后,条件从句采用了祈愿语气 προσέχοιτε,表示一种假设的情景(“若是你们竟然听信于他……”)。该从句内部嵌套了强烈的对照:一边是 ὅτε μὲν... ἐξεβάλλετʼ(未完过去时直陈语气,陈述其早年戏剧生涯的历史事实),另一边是 ἐπειδὴ δʼ... μυρίʼ εἴργασται(完成时直陈语气,陈述其如今在政坛酿成的大祸),最终引向 归结部分的动作 τηνικαῦθʼ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε。

  4. 342τοὺς ὁτιοῦν ἂν ἐκείνῳ ποιήσαντας ἀνῃρηκότες ἐκ τῆς πόλεως ἔσεσθε, ἂν τούτους ἀνέλητε

    分词 ποιήσαντας 带有 ἄν,构成了潜能/虚拟分词,相当于带有 ἄν 的定语从句(οἳ ὁτιοῦν ἂν ἐποίησαν / ποιήσειαν),意为“那些愿意为他做任何事情的人”。此外,ἀνῃρηκότες ἔσεσθε 是由主动完成时分词与 ἔσεσθε 构成的迂回将来完成时,强调在条件(ἂν τούτους ἀνέλητε)实现之后所彻底达成的状态:“你们就将彻底清除了……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:336-343