- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:321-329
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼详述了使节团如何通过拖延时间与虚假报告阻止雅典出兵增援隘口并导致福基斯人覆灭,列举了与当初许诺截然相反的严酷现实,以揭露收受贿赂的罪行。
ἐντεῦθεν οἱ μὲν παρʼ ἐκείνου πρέσβεις προὔλεγον ὑμῖν ὅτι Φωκέας οὐ προσδέχεται Φίλιππος συμμάχους, οὗτοι δʼ ἐκδεχόμενοι τοιαῦτʼ ἐδημηγόρουν, ὡς φανερῶς μὲν οὐχὶ καλῶς ἔχει τῷ Φιλίππῳ προσδέξασθαι τοὺς Φωκέας συμμάχους διὰ τοὺς Θηβαίους καὶ τοὺς Θετταλούς, ἂν δὲ γένηται τῶν πραγμάτων κύριος καὶ τῆς εἰρήνης τύχῃ, ἅπερ ἂν συνθέσθαι νῦν ἀξιώσαιμεν αὐτόν, ταῦτα ποιήσει τότε.
从那时起,对方派来的使节便预先向诸位告知,腓力不接纳福基斯人作为盟友;而这帮人接着这番话向民众发表演说,声称碍于忒拜人和色萨利人,腓力公然接纳福基斯人为盟友固然不便,但一旦他掌控了大局并获得了和平,我们如今要求他答应的事情,他届时便都会兑现。
τὴν μὲν τοίνυν εἰρήνην ταύταις ταῖς ἐλπίσι καὶ ταῖς ἐπαγωγαῖς εὕροντο παρʼ ὑμῶν ἄνευ Φωκέων· τὴν δὲ βοήθειαν ἔδει κωλῦσαι τὴν εἰς τὰς Πύλας, ἐφʼ ἣν αἱ πεντήκοντα τριήρεις ὅμως ἐφώρμουν, ἵνʼ, εἰ πορεύοιτο Φίλιππος, κωλύοιθʼ ὑμεῖς. πῶς οὖν;
于是,他们凭着这些期盼与诱惑,从诸位手中获得了将福基斯人排除在外的和平。然而,还必须阻止前往隘口的增援——为了这一增援,那五十艘三列桨战船原本仍在锚泊待命,以便在腓力进军时由诸位加以阻拦。那么,该怎么办呢?
τίς τέχνη πάλιν αὖ γενήσεται περὶ ταύτης; τοὺς χρόνους ὑμῶν ἀφελέσθαι καὶ ἐπιστῆσαι τὰ πράγματʼ ἀγαγόντας ἄφνω, ἵνα μηδʼ ἂν βούλησθε δύνησθʼ ἐξελθεῖν. οὐκοῦν τοῦθʼ οὗτοι πράττοντες φαίνονται, ἐγὼ δʼ, ὥσπερ ἀκηκόατʼ ἤδη πολλάκις, οὐχὶ δυνηθεὶς προαπελθεῖν, ἀλλὰ καὶ μισθωσάμενος πλοῖον κατακωλυθεὶς ἐκπλεῦσαι.
关于此事,又能使出什么诡计呢?那就是剥夺诸位的时间,将既成事实突然摆在眼前,使诸位哪怕想出兵也无能为力。显然,这帮人所做的正是此事;而正如诸位已多次听到的那样,我未能提前脱身离开,甚至租了船只也被阻拦未能起航。
ἀλλὰ καὶ πιστεῦσαι Φωκέας ἔδει Φιλίππῳ καὶ ἑκόντας ἑαυτοὺς ἐνδοῦναι, ἵνα μηδεὶς χρόνος ἐγγένηται τοῖς πράγμασι μηδʼ ἐναντίον ἔλθῃ ψήφισμα παρʼ ὑμῶν μηδέν. οὐκοῦν ὡς μὲν οἱ Φωκεῖς σωθήσονται, παρὰ τῶν Ἀθηναίων πρέσβεων ἀπαγγελθήσεται, ὥστε καὶ εἴ τις ἐμοὶ διαπιστεῖ, τούτοις πιστεύσας αὑτὸν ἐγχειριεῖ· τοὺς δʼ Ἀθηναίους αὐτοὺς μεταπεμψόμεθʼ ἡμεῖς, ἵνα πάνθʼ, ὅσʼ ἂν βούλωνται, νομίσαντες ὑπάρχειν σφίσι μηδὲν ἐναντίον ψηφίσωνται· οὗτοι δὲ τοιαῦτʼ ἀπαγγελοῦσι παρʼ ἡμῶν καὶ ὑποσχήσονται ἐξ ὧν μηδʼ ἂν ὁτιοῦν ᾖ κινηθήσονται.
然而,还必须让福基斯人信任腓力并自愿归降,以免局势中出现任何时间上的耽搁,也不致有诸位方面的任何反对法令送达。“因此,福基斯人将获保全这一消息将由雅典使节来传达,这样即使有人对我心存疑虑,也会因信任他们而托付自身;至于雅典人自己,我们将召唤他们前来,好让他们认定自己所期望的一切皆已具备,从而不会通过任何反对的法令;而这帮人将从我们这里带去这般消息并作出许诺,以致无论发生何事,他们都绝不会轻举妄动。”
τοῦτον τὸν τρόπον καὶ τοιαύταις τέχναις ὑπὸ τῶν κάκιστʼ ἀπολουμένων ἀνθρώπων πάντα τὰ πράγματʼ ἀπώλετο. καὶ γάρ τοι παραχρῆμα, ἀντὶ μὲν τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας, Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατʼ ἠνδραποδισμένας, ἀντὶ δὲ τοῦ τὰς Θήβας ταπεινὰς γενέσθαι καὶ περιαιρεθῆναι τὴν ὕβριν καὶ τὸ φρόνημα, τὰ τῶν συμμάχων τῶν ὑμετέρων τείχη κατεσκάπτετο· Θηβαῖοι δʼ ἦσαν οἱ κατασκάπτοντες, οἱ διοικισθέντες ὑπʼ Αἰσχίνου τῷ λόγῳ.1
就是以这种方式、通过这些诡计,在这些最该死绝的恶棍手中,一切事务尽数毁于一旦。实际上,诸位非但没有看到忒斯庇埃和普拉泰亚被重建,反而随即听闻奥尔科墨诺斯和科罗内亚已被掳为奴隶;非但没有看到忒拜受到贬抑、其狂暴与骄横被削夺,诸位盟友的城墙反遭拆毁——而拆毁城墙的正是忒拜人,就是那些在埃斯基涅斯的说辞中早已被解散了的人!
ἀντὶ δὲ τοῦ τὴν Εὔβοιαν ἀντʼ Ἀμφιπόλεως ὑμῖν παραδοθῆναι, ὁρμητήριʼ ἐφʼ ὑμᾶς ἐν Εὐβοίᾳ Φίλιππος προσκατασκευάζεται καὶ Γεραιστῷ καὶ Μεγάροις ἐπιβουλεύων διατελεῖ. ἀντὶ δὲ τοῦ τὸν Ὠρωπὸν ὑμῖν ἀποδοθῆναι, περὶ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθʼ ὅπλων ἐξερχόμεθα, ὅ, τέως ἦσαν Φωκεῖς σῷοι, οὐδεπώποτʼ ἐποιήσαμεν.2
诸位非但没有得到交付的优卑亚以换取安菲波利斯,腓力反而在优卑亚为针对诸位增设进攻据点,并持续对盖赖斯托斯和墨加拉图谋不轨。诸位非但没有收回奥罗波斯,我们反倒为了德律摩斯以及帕纳克顿附近的土地不得不武装出征——在福基斯人安然无恙的时期,我们从未做过此类事情。
ἀντὶ δὲ τοῦ τὰ πάτριʼ ἐν τῷ ἱερῷ κατασταθῆναι καὶ τὰ χρήματʼ εἰσπραχθῆναι τῷ θεῷ, οἱ μὲν ὄντες Ἀμφικτύονες φεύγουσι καὶ ἐξελήλανται, καὶ ἀνάστατος αὐτῶν ἡ χώρα γέγονεν, οἱ δʼ οὐπώποτʼ ἐν τῷ πρόσθεν χρόνῳ γενόμενοι Μακεδόνες καὶ βάρβαροι, νῦν Ἀμφικτύονες εἶναι βιάζονται· ἐὰν δέ τις περὶ τῶν ἱερῶν χρημάτων μνησθῇ, κατακρημνίζεται, ἡ πόλις δὲ τὴν προμαντείαν ἀφῄρηται.
非但神庙中祖传的秩序未能恢复、款项未能为神明追缴,原本的近邻同盟成员反而流亡被逐,其国土沦为废墟;而昔日从未成为同盟成员的马其顿人和异族人,如今却强行充当近邻同盟成员;若是有人提及圣财,便会被推落悬崖,而我们的城邦也被剥夺了优先求取神谕之权。
καὶ γέγονεν τὰ πράγματα πάνθʼ ὥσπερ αἴνιγμα τῇ πόλει. ὁ μὲν οὐδὲν ἔψευσται καὶ πάνθʼ ὅσʼ ἐβουλήθη διαπέπρακται, ὑμεῖς δʼ ἅπερ εὔξαισθʼ ἂν ἐλπίσαντες, τἀναντία τούτων ἑοράκατε γιγνόμενα, καὶ δοκεῖτε μὲν εἰρήνην ἄγειν, πεπόνθατε δὲ δεινότερʼ ἢ πολεμοῦντες· οὗτοι δὲ χρήματʼ ἔχουσιν ἐπὶ τούτοις καὶ μέχρι τῆς τήμερον ἡμέρας δίκην οὐ δεδώκασιν.
整件事情对城邦而言已成了一团谜:那个人并未被视为说谎,并且办成了他所期望的一切;而诸位满心期盼着自己所祈求的事物,却亲眼目睹了与之完全相反的结局,诸位看似享有和平,所受之苦难却甚于交战之时;而这帮人为此腰缠万贯,且直至今日仍未受到任何惩处。
ὅτι γὰρ ταῦθʼ ἁπλῶς δεδωροδόκηται καὶ τιμὴν ἔχουσιν ἁπάντων τούτων οὗτοι, πολλαχόθεν μὲν ἔγωγʼ οἶμαι δῆλον ὑμῖν εἶναι πάλαι, καὶ δέδοικα μὴ τοὐναντίον οὗ βούλομαι ποιῶ,3 σφόδρʼ ἀκριβῶς δεικνύναι πειρώμενος διοχλῶ πάλαι τοῦτʼ αὐτοὺς ὑμᾶς εἰδότας· ὅμως δʼ ἔτι καὶ τόδʼ ἀκούσατε.
因为这一切全然是由受贿所致,且他们借由这一切获得了酬劳,我想诸位早已从许多方面看得一清二楚了;我甚至担心自己会适得其反,在极力详尽证明之时,反而骚扰了早已知晓此事的诸位。尽管如此,还请诸位再听听这一点。
- 325οἱ διοικισθέντες ὑπʼ Αἰσχίνου τῷ λόγῳ
该实体化分词短语用作同位语修饰前面的 Θηβαῖοι。动词 διοικίζω 原指“将城邑拆散为村落”,此处配以 τῷ λόγῳ(“在口头上/言论中”),极具讽刺意味地嘲弄了埃斯基涅斯在公民大会上夸口称忒拜将被拆解和弱化的虚假报告。
- 326ὅ, τέως ἦσαν Φωκεῖς σῷοι, οὐδεπώποτʼ ἐποιήσαμεν
中性关系代词 ὅ 先行词为前述整句行动(“为了德律摩斯以及帕纳克顿附近的土地武装出征”)。时间从句 τέως ἦσαν Φωκεῖς σῷοι(“在福基斯人安然无恙期间”)作为插入成分嵌入在关系代词与谓语动词 ἐποιήσαμεν 之间。
- 329δέδοικα μὴ τοὐναντίον οὗ βούλομαι ποιῶ
在由畏惧动词 δέδοικα 引出的 μή 从句中,动词 ποιῶ 表述的是对眼下正在发生之事态的担忧(“恐怕我眼下正做出与意愿相反之事”)。关系代词属格 οὗ 是从预期的宾格吸引而来(相当于受 τοὐναντίον 支配的 τούτου ὃ βούλομαι)。
