← 狄摩西尼

论使职不称职

§314-320

埃斯基涅斯的骤富与利用使节欺瞒的策略

德摩斯梯尼谴责埃斯基涅斯因受贿致富而变得傲慢专横,并回顾了腓力在意图消灭福基斯人又面临违背誓言的两难境地时,如何利用雅典使节来欺骗雅典城邦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§314

εἶτα γεωργεῖς ἐκ τούτων καὶ σεμνὸς γέγονας. καὶ γὰρ τοῦτο. πρὸ μὲν τοῦ πάντα κάκʼ εἰργάσθαι τὴν πόλιν ὡμολόγει γεγραμματευκέναι καὶ χάριν ὑμῖν ἔχειν τοῦ χειροτονηθῆναι, καὶ μέτριον παρεῖχεν ἑαυτόν· ἐπειδὴ δὲ μυρίʼ εἴργασται κακά, τὰς ὀφρῦς ἀνέσπακε, κἂν ὁ γεγραμματευκὼς Αἰσχίνης εἴπῃ τις, ἐχθρὸς εὐθέως καὶ κακῶς φησιν ἀκηκοέναι, καὶ διὰ τῆς ἀγορᾶς πορεύεται θοἰμάτιον καθεὶς ἄχρι τῶν σφυρῶν, ἴσα βαίνων Πυθοκλεῖ, τὰς γνάθους φυσῶν, τῶν Φιλίππου ξένων καὶ φίλων εἷς οὗτος ὑμῖν ἤδη, τῶν ἀπαλλαγῆναι τοῦ δήμου βουλομένων καὶ κλύδωνα καὶ μανίαν τὰ καθεστηκότα πράγμαθʼ ἡγουμένων, ὁ τέως προσκυνῶν τὴν θόλον.

随后,你凭着这些贿金成了大地主,变得傲慢专横!确实还有这一点:在他给城邦造成各种祸害之前,他还承认自己曾当过书记员,对诸位的选任心存感激,言行举止也颇为谦抑;但自打他作恶多端之后,便扬起了眉毛,若是有人说一句“曾任书记员的埃斯基涅斯”,他立刻视其为仇敌,宣称自己受到了侮辱。他身穿垂至脚踝的长袍穿过阿哥拉,与皮托克莱斯并肩踱步,鼓起双腮——在诸位看来,他如今已成了腓力的宾客与密友,成了那些渴望摆脱民主、将现行体制视为惊涛骇浪与狂乱之举的一分子,而此前此人还曾对圆厅官署顶礼膜拜!

§315

βούλομαι τοίνυν ὑμῖν ἐπανελθεῖν ἐπὶ κεφαλαίων ὃν τρόπον ὑμᾶς κατεπολιτεύσατο Φίλιππος προσλαβὼν τούτους τοὺς θεοῖς ἐχθρούς. πάνυ δʼ ἄξιον ἐξετάσαι καὶ θεάσασθαι τὴν ἀπάτην ὅλην. τὸ μὲν γὰρ ἀπʼ ἀρχῆς τῆς εἰρήνης ἐπιθυμῶν, διαφορουμένης αὐτοῦ τῆς χώρας ὑπὸ τῶν λῃστῶν καὶ κεκλειμένων τῶν ἐμπορίων, ὥστʼ ἀνόνητον ἐκεῖνον ἁπάντων εἶναι τῶν ἀγαθῶν, τοὺς τὰ φιλάνθρωπα λέγοντας ἐκείνους ἀπέστειλεν ὑπὲρ αὑτοῦ, τὸν Νεοπτόλεμον, τὸν Ἀριστόδημον, τὸν Κτησιφῶντα· ἐπειδὴ δʼ ἤλθομεν ὡς αὐτὸν ἡμεῖς οἱ πρέσβεις, ἐμισθώσατο μὲν τοῦτον εὐθέως, ὅπως συνερεῖ καὶ συναγωνιεῖται τῷ μιαρῷ Φιλοκράτει καὶ τῶν τὰ δίκαια βουλομένων πράττειν περιέσται, συνέγραψε δʼ ἐπιστολὴν ὡς ὑμᾶς, ᾗ μάλιστʼ ἂν ᾤετο τῆς εἰρήνης τυχεῖν.

因此,我愿为诸位概括地回顾一番,腓力究竟是如何通过拉拢这些神憎鬼厌的恶棍来政治上愚弄诸位的。对这整套骗局进行一番审视与考察是大有裨益的。起初,因为他的国土饱受私掠者的抢掠,贸易口岸被封锁,以至于他无法从任何财富中获益,他渴望媾和,便派遣了那些代他说尽好话的人——尼奥普托勒摩斯、阿里斯托得摩斯、克忒西丰;而当我们这些使节去见他时,他立即收买了此人,让他与可憎的菲洛克拉泰斯唱和呼应、共同争辩,以压倒那些主张正义行事的人,并且他给诸位起草了一封信,以为凭此最能获得和平。

§317

ἦν δʼ οὐδὲν μᾶλλον μέγʼ αὐτῷ καθʼ ὑμῶν οὐδʼ οὕτω πρᾶξαι, εἰ μὴ Φωκέας ἀπολεῖ. τοῦτο δʼ οὐκ ἦν εὔπορον· συνῆκτο γὰρ αὐτῷ τὰ πράγματα, ὥσπερ ἐκ τύχης, εἰς καιρὸν τοιοῦτον, ὥστʼ ἢ μηδὲν ὧν ἐβούλετʼ εἶναι διαπράξασθαι, ἢ ἀνάγκην εἶναι ψεύσασθαι κἀπιορκῆσαι καὶ μάρτυρας τῆς αὑτοῦ κακίας πάντας Ἕλληνας καὶ βαρβάρους ποιήσασθαι.

然而,即便如此,除非消灭福基斯人,否则他依然无法对诸位取得重大成效。但这绝非易事;因为他的局势仿佛出于偶然被逼入了这样一种紧要关头:要么他所期望的一切皆无法实现,要么他就必须撒谎背誓,使全希腊人和异族人皆成为其卑鄙行径的见证者。

§318

εἰ μὲν γὰρ προσδέξαιτο Φωκέας συμμάχους καὶ μεθʼ ὑμῶν τοὺς ὅρκους αὐτοῖς ἀποδοίη, τοὺς πρὸς Θετταλοὺς καὶ Θηβαίους ὅρκους παραβαίνειν εὐθὺς ἀναγκαῖον ἦν, ὧν τοῖς μὲν τὴν Βοιωτίαν συνεξαιρήσειν ὠμωμόκει, τοῖς δὲ τὴν πυλαίαν συγκαταστήσειν·1 εἰ δὲ μὴ προσδέχοιτο, ὥσπερ οὐ προσίετο, οὐκ ἐάσειν ὑμᾶς παρελθεῖν αὐτὸν ἡγεῖτο, ἀλλὰ βοηθήσειν εἰς Πύλας, ὅπερ, εἰ μὴ παρεκρούσθητε, ἐποιήσατʼ ἄν· εἰ δὲ τοῦτο γένοιτο, οὐκ ἐνεῖναι παρελθεῖν ἐλογίζετο.

因为他若接纳福基斯人作为盟友并同诸位一起对他们起誓,他就必须立即违背对色萨利人和忒拜人的誓言——他曾向后者(忒拜人)起誓共同征服维奥蒂亚,向前者(色萨利人)起誓共同重建近邻会议;但他若不接纳福基斯人(正如他确实拒绝接纳),他又认为诸位绝不会放他通行,而是会前往隘口增援——若诸位未受蒙蔽,本是会这样做的;而他算定一旦发生这种情况,他便绝无可能通行。

§319

καὶ τοῦτʼ οὐ παρʼ ἄλλων αὐτὸν ἔδει πυθέσθαι, ἀλλʼ αὐτὸς ὑπῆρχε μάρτυς ἑαυτῷ τοῦ πράγματος· ὅτε γὰρ Φωκέας ἐκράτησε τὸ πρῶτον καὶ διέφθειρε τοὺς ξένους αὐτῶν καὶ τὸν ἡγούμενον καὶ στρατηγοῦντʼ Ὀνόμαρχον, τότε τῶν ὄντων ἀνθρώπων ἁπάντων οὐδενός, οὔθʼ Ἕλληνος οὔτε βαρβάρου, Φωκεῦσι βοηθήσαντος πλὴν ὑμῶν, οὐχ ὅπως παρῆλθεν ἢ διεπράξαθʼ ὧν ἐβουλήθη τι παρελθών, ἀλλʼ οὐδὲ προσελθεῖν ἐγγὺς ἐδυνήθη.2

这件事情无需他向旁人打听,他自己就是切身的见证人。因为当年他首次击败福基斯人,歼灭其雇佣军及其统率将领奥诺马尔科斯时,尽管举世所有人中无论是希腊人还是异族人,除诸位之外无人增援福基斯人,然而他不仅未能通过或通过后实现所愿,甚至连靠近都未能做到。

§320

ᾔδει δὴ σαφῶς, οἶμαι, τοῦθʼ ὅτι νῦν, ἡνίκʼ ἐστασίαζε μὲν αὐτῷ τὰ Θετταλῶν, καὶ Φεραῖοι πρῶτον οὐ συνηκολούθουν, ἐκρατοῦντο δὲ Θηβαῖοι καὶ μάχην ἥττηντο καὶ τρόπαιον ἀπʼ αὐτῶν εἱστήκει, οὐκ ἔνεστι παρελθεῖν, εἰ βοηθήσεθʼ ὑμεῖς, οὐδʼ, ἂν ἐπιχειρῇ, χαιρήσει,3 εἰ μή τις τέχνη προσγενήσεται. πῶς οὖν μήτε ψεύσωμαι φανερῶς, μήτʼ ἐπιορκεῖν δόξας πάνθʼ ἃ βούλομαι διαπράξωμαι; πῶς; οὕτως, ἂν Ἀθηναίων τινὰς εὕρω τοὺς Ἀθηναίους ἐξαπατήσοντας· ταύτης γὰρ οὐκέτʼ ἐγὼ τῆς αἰσχύνης κληρονομῶ.

因此我想他深知,如今色萨利人政局对他而言正陷于内讧,费赖人首先就不顺从他,而忒拜人正处于下风、打了败仗且被人树立了战利纪念碑,此时若诸位前往救援,他绝无可能通过,若强行企图,除非另有诡计相助,否则决不能全身而退。“那么,我怎样才能既不明目张胆地撒谎,又不至于背负背誓之名,而办成我所期望的一切呢?如何做到?只要我找到几个去欺骗雅典人的雅典人,便能如此实现;因为那样一来,我便无需再承受这份污名了。”

语法注3 条
  1. 318ὧν τοῖς μὲν τὴν Βοιωτίαν συνεξαιρήσειν ὠμωμόκει, τοῖς δὲ τὴν πυλαίαν συγκαταστήσειν

    承接前文的 Θετταλοὺς καὶ Θηβαίους(色萨利人与忒拜人)。从语序上看色萨利人在先、忒拜人在后,但按文意与史实,τοῖς μέν 对应的是忒拜人(要求共同攻灭维奥蒂亚诸城),τοῖς δέ 对应的是色萨利人(要求恢复在皮莱的近邻同盟会议),构成交叉对照(chiasmus)。

  2. 319οὐχ ὅπως παρῆλθεν ἢ διεπράξαθʼ ὧν ἐβουλήθη τι παρελθών, ἀλλʼ οὐδὲ προσελθεῖν ἐγγὺς ἐδυνήθη

    惯用句型 οὐχ ὅπως ... ἀλλʼ οὐδέ ...,意为“不仅没有……甚至连……也不能”。在此指腓力不仅未能通过隘口或通过后达成所愿,甚至连靠近都未能做到。

  3. 320οὐδʼ, ἂν ἐπιχειρῇ, χαιρήσει

    动词 χαίρω(欢喜)的将来时与否定词连用属于希腊语惯用表达,意为“(企图做某事)绝不会有好下场”或“决不能全身而退/不受惩罚”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:314-320