← 狄摩西尼

论使职不称职

§308-313

埃斯基涅斯对腓力的谄媚与定罪的要求

狄摩西尼痛斥埃斯基涅斯彻底背弃先前爱国立场、转而谄媚腓力并贬损先祖功业,且容忍菲洛克拉泰斯摧残妇孺的丑行,力劝审判官们为了祖国与先辈毅然对其定罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§308

εἶναί τε τὸν Φίλιππον αὐτόν, Ἡράκλεις, Ἑλληνικώτατον ἀνθρώπων, δεινότατον λέγειν, φιλαθηναιότατον· οὕτω δʼ ἀτόπους τινὰς ἐν τῇ πόλει καὶ δυσχερεῖς ἀνθρώπους εἶναι ὥστʼ οὐκ αἰσχύνεσθαι λοιδορουμένους αὐτῷ καὶ βάρβαρον αὐτὸν ἀποκαλοῦντας. ἔστιν οὖν ὅπως ταῦτʼ ἄν, ἐκεῖνα προειρηκώς, ὁ αὐτὸς ἀνὴρ μὴ διαφθαρεὶς ἐτόλμησεν εἰπεῖν;1 τί δʼ; ἔσθʼ ὅστις ἂν τὸν Ἀτρεστίδαν τότε μισήσας διὰ τοὺς τῶν Ὀλυνθίων παῖδας καὶ γύναια, ταὐτὰ Φιλοκράτει νῦν πράττειν ὑπέμεινεν, ὃς γυναῖκας ἐλευθέρας τῶν Ὀλυνθίων ἤγαγε δεῦρʼ ἐφʼ ὕβρει, καὶ οὕτως ἐπὶ τῷ βδελυρῶς βεβιωκέναι γιγνώσκεται ὥστε μηδὲν ἔμʼ αἰσχρὸν εἰπεῖν νυνὶ περὶ αὐτοῦ δεῖν μηδὲ δυσχερές, ἀλλὰ τοσοῦτον εἰπόντος μόνον,2 ὅτι Φιλοκράτης γυναῖκας ἤγαγε, πάντας ὑμᾶς εἰδέναι καὶ τοὺς περιεστηκότας τὰ μετὰ ταῦτα, καὶ ἐλεεῖν εὖ οἶδʼ ὅτι τὰς ἀτυχεῖς καὶ ταλαιπώρους ἀνθρώπους, ἃς οὐκ ἠλέησεν Αἰσχίνης, οὐδʼ ἐδάκρυσεν ἐπὶ ταύταις τὴν Ἑλλάδα, εἰ παρὰ τοῖς συμμάχοις ὑπὸ τῶν πρέσβεων ὑβρίζονται.

他还说什么,凭赫拉克勒斯起誓,腓力本人是所有人中最具希腊风范的、最擅长辞令的,也是最亲善雅典的;而城邦里竟有某些如此古怪而乖戾的人,以至于辱骂他并称他为野蛮人而不觉羞耻。那么,在预先说过先前的那些话之后,同一个男人若非被收买腐蚀,难道竟敢说出这样的话吗?再者,当时因奥林索斯的妇孺而痛恨阿特雷斯提达斯的人,难道如今竟能甘心与菲洛克拉泰斯共同行事吗?此人将奥林索斯的自由身分妇女带到这里肆意凌辱,并且他因生活放荡丑恶而人尽皆知,以至于我现在无需对他多说任何污秽或令人作呕的话,只要我说这么一句——“菲洛克拉泰斯带来了女人”——诸位及周围的旁听者便全都心知肚明接下来的事情,而且我深知诸位必定怜悯那些不幸而悲惨的女子;而埃斯基涅斯却并未怜悯她们,也未曾因她们在盟友处被使节们凌辱而为希腊洒一滴泪。

§310

ἀλλʼ ὑπὲρ αὑτοῦ κλαήσει τοῦ τὰ τοιαῦτα πεπρεσβευκότος, καὶ τὰ παιδίʼ ἴσως παράξει κἀναβιβᾶται. ὑμεῖς δʼ ἐνθυμεῖσθʼ, ὦ ἄνδρες δικασταί, πρὸς μὲν τὰ τούτου παιδία, ὅτι πολλῶν συμμάχων ὑμετέρων καὶ φίλων παῖδες ἀλῶνται καὶ πτωχοὶ περιέρχονται δεινὰ πεπονθότες διὰ τοῦτον, οὓς ἐλεεῖν πολλῷ μᾶλλον ὑμῖν ἄξιον ἢ τοὺς τοῦ ἠδικηκότος καὶ προδότου πατρός, καὶ ὅτι τοὺς ὑμετέρους παῖδας οὗτοι, καὶ τοῖς ἐκγόνοις προσγράψαντες εἰς τὴν εἰρήνην,3 καὶ τῶν ἐλπίδων ἀπεστερήκασι· πρὸς δὲ τὰ αὐτοῦ τούτου δάκρυα, ὅτι νῦν ἔχετʼ ἄνθρωπον, ὃς εἰς Ἀρκαδίαν ἐκέλευεν ἐπὶ τοὺς ὑπὲρ Φιλίππου πράττοντας πέμπειν τοὺς κατηγορήσοντας.

相反,他却要为自己——为经办了如此使务的自己——痛哭流涕,或许还会领出他的幼子们,拉他们登上讲坛。然而审判官诸公,面对他的孩子们,诸位应当想到:诸位的许多盟友和朋友的孩子们由于此人而遭受惨祸,如今流离失所、沦为乞丐四处漂泊;比起怜悯这作恶背叛的父亲之子,怜悯那些盟友的孩子对诸位而言要正当得多;而且这伙人甚至在和约中添写了“并及于子孙”的字样,连诸位自己孩子的希望都剥夺了。而面对他本人的眼泪,诸位应当想到:诸位如今所拿下的,正是当年力主派遣人员前往阿卡迪亚去控告那些为腓力效力者的人。

§311

νῦν τοίνυν ὑμᾶς οὐκ εἰς Πελοπόννησον δεῖ πρεσβείαν πέμπειν, οὐδʼ ὁδὸν μακρὰν βαδίσαι, οὐδʼ ἐφόδιʼ ἀναλίσκειν, ἀλλʼ ἄχρι τοῦ βήματος ἐνταυθὶ προσελθόνθʼ ἕκαστον ὑμῶν τὴν ὁσίαν καὶ δικαίαν ψῆφον ὑπὲρ τῆς πατρίδος θέσθαι κατʼ ἀνδρός, ὅς, ὦ γῆ καὶ θεοί, ἐκεῖνʼ ἃ διεξῆλθον ἐν ἀρχῇ δεδημηγορηκώς, τὸν Μαραθῶνα, τὴν Σαλαμῖνα, τὰς μάχας, τὰ τρόπαια, ἐξαίφνης ὡς ἐπέβη Μακεδονίας, πάντα τἀναντία τούτοις, μὴ προγόνων μεμνῆσθαι, μὴ τρόπαια λέγειν, μὴ βοηθεῖν μηδενί, μὴ κοινῇ μετὰ τῶν Ἑλλήνων βουλεύεσθαι, μόνον οὐ καθελεῖν τὰ τείχη.

因此,现在诸位既不需要向伯罗奔尼撒派遣使团,也不需要跋涉长途,更不需要耗费旅费,而只需诸位每个人走上前直到这里的讲坛,为了祖国投下虔敬而正义的一票,惩治这个男人——天哪,诸神在上!正是他,在民众大会上发表了我最初列举的那些演说,大谈马拉松、萨拉米斯、诸场战役和战利纪念碑;然而一旦踏上马其顿的土地,却陡然说出与这些全然相反的话:不要忆念先祖,不要提及战利纪念碑,不要援助任何人,不要与希腊人共同商议,简直就差没让你们拆毁城墙了!

§312

καίτοι τούτων αἰσχίους λόγοι οὐδένες πώποτʼ ἐν τῷ παντὶ χρόνῳ γεγόνασι παρʼ ὑμῖν. τίς γάρ ἐστιν Ἑλλήνων ἢ βαρβάρων οὕτω σκαιὸς ἢ ἀνήκοος ἢ σφόδρα μισῶν τὴν πόλιν τὴν ἡμετέραν, ὅστις, εἴ τις ἔροιτο, εἰπέ μοι, τῆς νῦν οὔσης Ἑλλάδος ταυτησὶ καὶ οἰκουμένης ἔσθʼ ὅ τι ταύτην ἂν τὴν προσηγορίαν εἶχεν ἢ ᾠκεῖθʼ ὑπὸ τῶν νῦν ἐχόντων Ἑλλήνων, εἰ μὴ τὰς ἀρετὰς ὑπὲρ αὐτῶν ἐκείνας οἱ Μαραθῶνι κἀν Σαλαμῖνι παρέσχοντο, οἱ ἡμέτεροι πρόγονοι; οὐδʼ ἂν εἷς εὖ οἶδʼ ὅτι φήσειεν, ἀλλὰ πάντα ταῦθʼ ὑπὸ τῶν βαρβάρων ἂν ἑαλωκέναι.

然而,在诸位那里,有史以来还从未有过比这更可耻的言论。因为在希腊人或异族人中,究竟有谁会如此愚蠢、如此无知,或是如此深仇大恨于我们的城邦,以至于若有人问: “告诉我,如今存在且有人居住的这片希腊大地,若非我们的先祖在马拉松和萨拉米斯为他们展现了那等英勇美德,其中有任何一处还会保有这一名称,或被如今占有它的希腊人所居住吗?” 我确信,绝不会有任何一个人说是的,反而都会承认这一切早已沦陷于异族之手。

§313

εἶθʼ οὓς μηδὲ τῶν ἐχθρῶν μηδεὶς ἂν τούτων τῶν ἐγκωμίων καὶ τῶν ἐπαίνων ἀποστερήσειε, τούτων Αἰσχίνης ὑμᾶς οὐκ ἐᾷ μεμνῆσθαι, τοὺς ἐξ ἐκείνων,4 ἵνʼ αὐτὸς ἀργύριον λάβῃ; καὶ μὴν τῶν μὲν ἄλλων ἀγαθῶν οὐ μέτεστι τοῖς τεθνεῶσιν, οἱ δʼ ἐπὶ τοῖς καλῶς πραχθεῖσιν ἔπαινοι τῶν οὕτω τετελευτηκότων ἴδιον κτῆμʼ εἰσίν· οὐδὲ γὰρ ὁ φθόνος αὐτοῖς ἔτι τηνικαῦτʼ ἐναντιοῦται. ὧν ἀποστερῶν ἐκείνους οὗτος, αὐτὸς ἂν τῆς ἐπιτιμίας δικαίως νῦν στερηθείη, καὶ ταύτην ὑπὲρ τῶν προγόνων ὑμεῖς δίκην λάβοιτε παρʼ αὐτοῦ. τοιούτοις μέντοι λόγοις, ὦ κακὴ κεφαλή, σὺ τὰ τῶν προγόνων ἔργα συλήσας καὶ διασύρας, τῷ λόγῳ πάντα τὰ πράγματʼ ἀπώλεσας.

既然连敌人中也绝无一人敢剥夺他们的这些颂词与赞美,难道埃斯基涅斯为了自己能中饱私囊,竟不许作为其后裔的诸位去忆念他们吗?诚然,死者无法分享其他福祉,但因善行而获得的赞美却是如此离世之人的专属财产,因为即便嫉妒在此时也不再与他们作对了。此人既然剥夺了他们这一荣誉,他自己如今理当被剥夺公民权,而诸位应当代先祖向他讨回这一公道。然而,你这可恶的家伙,凭借这些言论劫掠并诋毁先祖的功业,单凭口舌就把整个国家的大事毁于一旦!

语法注4 条
  1. 308ἔστιν οὖν ὅπως ταῦτʼ ἄν, ἐκεῖνα προειρηκώς, ὁ αὐτὸς ἀνὴρ μὴ διαφθαρεὶς ἐτόλμησεν εἰπεῖν;

    分词 μὴ διαφθαρεὶς 带有否定词 μή,起条件分词作用(相当于 εἰ μὴ διεφθάρη),与后文的 ἄν+过去直陈式 ἐτόλμησεν 相呼应,构成与过去事实相反的虚拟条件句(即“如果不是被收买,难道他竟敢说出这样的话吗?”)。

  2. 309ἀλλὰ τοσοῦτον εἰπόντος μόνον

    独立属格结构,其逻辑主语代词(指说话者的 ἐμοῦ)因语境显明而省略(意为“只要我仅说了这么一句”),作为状语表示后文宾格不定式从句 πάντας ὑμᾶς εἰδέναι 的时间或条件。

  3. 310καὶ τοῖς ἐκγόνοις προσγράψαντες εἰς τὴν εἰρήνην

    指在《菲洛克拉泰斯和约》的条款中增写(προσγράφω)了“并及于子孙”这一历史事实。与格 τοῖς ἐκγόνοις 表示新增条款所涉及的对象,狄摩西尼以此控诉被告束缚了雅典后代的希望与选择权。

  4. 313εἶθʼ οὓς μηδὲ τῶν ἐχθρῶν μηδεὶς ἂν τούτων τῶν ἐγκωμίων καὶ τῶν ἐπαίνων ἀποστερήσειε, τούτων Αἰσχίνης ὑμᾶς οὐκ ἐᾷ μεμνῆσθαι, τοὺς ἐξ ἐκείνων

    由 οὓς... ἀποστερήσειε 引领的关系从句(ἀποστερέω 带人称宾格与事物属格:剥夺某人的某物)置于主句之前,主句中由指示代词属格 τούτων(动词 μεμνῆσθαι 所要求的属格)承接。主句中的宾格 ὑμᾶς 后紧接同位语 τοὺς ἐξ ἐκείνων(“作为其后代的诸位”),强化了修辞上的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:308-313