← 狄摩西尼

论使职不称职

§300-307

领袖通敌之害与埃斯基涅斯的倒戈

德摩斯梯尼阐述了放任执政领袖与敌勾结的巨大危险,并严厉谴责埃斯基涅斯,揭露其曾一度充当坚定的反马其顿先锋,却在出使马其顿后猝然倒戈背叛并彻底倒向腓力的行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§300

ἔτι τοίνυν κἂν ἀπʼ ἀνθρωπίνου λογισμοῦ τοῦτʼ ἴδοι τις, ὅτι πάντων ἐχθρότατον καὶ φοβερώτατον τὸ τὸν προεστηκότʼ ἐᾶν οἰκεῖον γίγνεσθαι τοῖς μὴ τῶν αὐτῶν ἐπιθυμοῦσι τῷ δήμῳ. τίσι γὰρ τῶν πραγμάτων ἐγκρατὴς γέγονεν Φίλιππος ἁπάντων, καὶ τίσιν τὰ μέγιστα κατείργασται τῶν πεπραγμένων, σκέψασθε. τῷ παρὰ τῶν πωλούντων τὰς πράξεις ὠνεῖσθαι, τῷ τοὺς προεστηκότας ἐν ταῖς πόλεσιν διαφθείρειν καὶ ἐπαίρειν, τούτοις.

此外,即使单纯从人的常理来看,任何人也能看出这一点:在万事之中,最可恶也最可怕的,莫过于任由主持政务者与那些不图民之所图的人结为同谋。因为诸位且看,腓力究竟是凭借什么掌控了一切局势,又是凭借什么成就了他所成就的最大事业:正是通过向出卖政事者购买政事,通过收买和怂恿各城邦的领袖,正是凭着这些伎俩。

§301

ταῦτα τοίνυν ἐφʼ ὑμῖν ἐστιν ἀμφότερα, ἐὰν βούλησθε, ἀχρεῖα ποιῆσαι τήμερον, ἂν τῶν μὲν μὴ ʼθέλητʼ ἀκούειν τοῖς τοιούτοις συνηγορούντων, ἀλλʼ ἐπιδείξητʼ ἀκύρους ὄντας ὑμῶν (νῦν γάρ φασιν εἶναι κύριοι), τὸν δὲ πεπρακόθʼ ἑαυτὸν κολάσητε, καὶ τοῦθʼ ἅπαντες ἴδωσιν.

因此,如果诸位愿意,今天使这两者化为乌有的大权全在诸位手中:只要诸位一方面不愿听从那些为这类人辩护之辈的话,反倒证明他们对诸位毫无掌控权(因为如今他们自夸为主宰);另一方面严惩那个出卖自己的人,并让众人目睹这一切。

§302

παντὶ μὲν γὰρ εἰκότως ἂν ὀργισθείητʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοιαῦτα πεποιηκότι καὶ προδεδωκότι συμμάχους καὶ φίλους καὶ καιρούς, μεθʼ ὧν ἢ καλῶς ἢ κακῶς ἑκάστοις ἔχει τὰ πάντα,1 οὐ μὴν οὐδενὶ μᾶλλον οὐδὲ δικαιότερον ἢ τούτῳ. ὃς γὰρ ἑαυτὸν τάξας τῶν ἀπιστούντων εἶναι Φιλίππῳ, καὶ μόνος καὶ πρῶτος ἰδὼν ὅτι κοινὸς ἐχθρὸς ἐκεῖνός ἐστιν ἁπάντων τῶν Ἑλλήνων, ηὐτομόλησε καὶ προὔδωκε καὶ γέγονεν ἐξαίφνης ὑπὲρ Φιλίππου, πῶς οὐ πολλάκις οὗτος ἄξιός ἐστʼ ἀπολωλέναι;

因为,雅典的男子汉们,诸位理当对任何做出这等事并背叛盟友、朋友和时机的人感到愤慨——时机与各人的一切祸福休戚相关——然而对任何人都不该比对此人更愤慨、更有正当理由。因为这人曾把自己列入不信任腓力者的阵营,不仅率先、且是唯一看出腓力是全希腊人公敌的人,如今却临阵倒戈、背信弃义,陡然变成了为腓力效力之人,难道他不该死上千万次吗?

§303

ἀλλὰ μὴν ὅτι ταῦθʼ οὕτως ἔχει, αὐτὸς οὐχ οἷός τʼ ἀντειπεῖν ἔσται. τίς γάρ ἐσθʼ ὁ τὸν Ἴσχανδρον προσάγων ὑμῖν τὸ κατʼ ἀρχάς, ὃν παρὰ τῶν ἐν Ἀρκαδίᾳ φίλων τῇ πόλει δεῦρʼ ἥκειν ἔφη; τίς ὁ συσκευάζεσθαι τὴν Ἑλλάδα καὶ Πελοπόννησον Φίλιππον βοῶν, ὑμᾶς δὲ καθεύδειν; τίς ὁ τοὺς μακροὺς καὶ καλοὺς λόγους ἐκείνους δημηγορῶν, καὶ τὸ Μιλτιάδου καὶ τὸ Θεμιστοκλέους ψήφισμʼ ἀναγιγνώσκων καὶ τὸν ἐν τῷ τῆς Ἀγλαύρου τῶν ἐφήβων ὅρκον;

然而,事情确是如此,他本人也将无力反驳。因为起初是谁将伊斯坎德罗斯引荐给诸位,声称他是从城邦在阿卡迪亚的友人处来到这里的?是谁大声呼吁说腓力正网罗希腊和伯罗奔尼撒,而诸位却在昏睡?是谁在民众大会上发表那些冗长而冠冕堂皇的演说,诵读米尔蒂阿德斯的法令、地米斯托克利的法令,以及青年军人在阿格劳洛斯圣所立下的誓言?

§304

οὐχ οὗτος; τίς ὁ πείσας ὑμᾶς μόνον οὐκ ἐπὶ τὴν ἐρυθρὰν θάλατταν πρεσβείας πέμπειν, ὡς ἐπιβουλευομένης μὲν ὑπὸ Φιλίππου τῆς Ἑλλάδος, ὑμῖν δὲ προσῆκον προορᾶν ταῦτα καὶ μὴ προΐεσθαι τὰ τῶν Ἑλλήνων; οὐχ ὁ μὲν γράφων τὸ ψήφισμʼ Εὔβουλος ἦν, ὁ δὲ πρεσβεύων εἰς Πελοπόννησον Αἰσχίνης οὑτοσί; ἐλθὼν δʼ ἐκεῖσε ἅττα μέν ποτε διελέχθη καὶ ἐδημηγόρησεν, αὐτὸς ἂν εἰδείη, ἃ δʼ ἀπήγγειλε πρὸς ὑμᾶς, ὑμεῖς οἶδʼ ὅτι μέμνησθε πάντες.

难道不是此人吗?是谁说服诸位派遣使团,几乎派到了红海边,借口是希腊正遭受腓力的阴谋暗算,而诸位应当预见这些事,不可放弃希腊人的利益?草拟法令的难道不正是欧布罗斯,而出使伯罗奔尼撒的难道不正是眼前的埃斯基涅斯吗?他到了那里之后究竟谈论并发表了何等演说,他自己心里清楚;但他向诸位汇报了什么,我确信诸位全都记得。

§305

βάρβαρόν τε γὰρ πολλάκις καὶ ἀλάστορα τὸν Φίλιππον ἀποκαλῶν ἐδημηγόρει, καὶ τοὺς Ἀρκάδας ὑμῖν ἀπήγγελλεν ὡς ἔχαιρον, εἰ προσέχει τοῖς πράγμασιν ἤδη καὶ ἐγείρεται ἡ τῶν Ἀθηναίων πόλις. ὃ δὲ πάντων μάλιστʼ ἀγανακτῆσαι ἔφη·2 συντυχεῖν γὰρ ἀπιὼν Ἀτρεστίδᾳ παρὰ Φιλίππου πορευομένῳ, καὶ μετʼ αὐτοῦ γύναια καὶ παιδάριʼ ὡς τριάκοντα βαδίζειν, αὐτὸς δὲ θαυμάσας ἐρέσθαι τινὰ τῶν ὁδοιπόρων τίς ἅνθρωπός ἐστι καὶ τίς ὄχλος ὁ μετʼ αὐτοῦ, ἐπειδὴ δʼ ἀκοῦσαι ὅτι Ἀτρεστίδας3 παρὰ Φιλίππου τῶν Ὀλυνθίων αἰχμάλωτα δωρειὰν ταῦτʼ ἔχων ἀπέρχεται, δεινὸν αὐτῷ τι δόξαι καὶ δακρῦσαι καὶ ὀδύρασθαι τὴν Ἑλλάδα, ὡς κακῶς διάκειται, ἣ τοιαῦτα πάθη περιορᾷ γιγνόμενα. καὶ συνεβούλευεν ὑμῖν πέμπειν τινὰς εἰς Ἀρκαδίαν, οἵτινες κατηγορήσουσι τῶν τὰ Φιλίππου πραττόντων· ἀκούειν γὰρ ἔφη τῶν φίλων, ὡς ἐὰν ἐπιστροφὴν ἡ πόλις ποιήσηται καὶ πρέσβεις πέμψῃ, δίκην ἐκεῖνοι δώσουσιν.

因为他在大会上发表演说,屡次将腓力斥为野蛮人和复仇恶魔,并向诸位报告说阿卡迪亚人多么高兴雅典人的城邦如今终于开始关注时局并警醒过来。他说最令他愤慨的事是这样的:在他启程返回途中,遇到了从腓力处赶路而来的阿特雷斯提达斯,同行步行着约三十名妇孺;他深感惊诧,便向一名过路人打听这人是谁,跟着他的这一帮人又是谁;而当他听闻阿特雷斯提达斯是带着这些作为腓力赏赐的奥林索斯战俘离去时,他感到骇人听闻,甚至痛哭流涕,哀悼希腊的悲惨处境,竟听任此类苦难发生。他还建议诸位派遣人员前往阿卡迪亚,去控告那些为腓力效劳的人;因为他说听友人讲,城邦若能予以关注并派出使节,那些人必将受到惩罚。

§307

ταῦτα μὲν τοίνυν τότε καὶ μάλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καλὰ καὶ τῆς πόλεως ἄξιʼ ἐδημηγόρει. ἐπειδὴ δʼ ἀφίκετʼ εἰς Μακεδονίαν καὶ τὸν ἐχθρὸν εἶδε τὸν αὑτοῦ καὶ τῶν Ἑλλήνων, ἆρά γʼ ὅμοιʼ ἢ παραπλήσια τούτοις; πολλοῦ γε καὶ δεῖ, ἀλλὰ μήτε τῶν προγόνων μεμνῆσθαι4 μήτε τρόπαια λέγειν μήτε βοηθεῖν μηδενί, τῶν τε κελευόντων μετὰ τῶν Ἑλλήνων περὶ τῆς πρὸς Φίλιππον εἰρήνης βουλεύεσθαι θαυμάζειν, εἰ περὶ τῶν ὑμετέρων ἰδίων ἄλλον τινὰ δεῖ πεισθῆναι·

雅典的男子汉们,当时他在民众大会上所发表的这些演说,确实非常崇高,配得上这座城邦。然而当他抵达马其顿,亲眼见到了自己与全希腊人的仇敌之后,他的言论难道与先前相仿或相近吗?差得远呢!反而说什么既不要忆念先祖,也不要提及战利纪念碑,更不要援助任何人;对那些主张与希腊人共同商议对腓力和约的人,他甚至大惊小怪地质问:关于你们自己的私事,难道还需要去说服别的什么人吗?

语法注4 条
  1. 302μεθʼ ὧν ἢ καλῶς ἢ κακῶς ἑκάστοις ἔχει τὰ πάντα

    关系代名词 μεθʼ ὧν 的先行词既可指前述的“盟友、朋友与时机”(συμμάχους καὶ φίλους καὶ καιρούς)整体,亦可特指紧邻的“时机”(καιρούς)。该句表达与这些要素相伴随(或取决于这些要素),各人的一切境况或顺或逆。

  2. 305ὃ δὲ πάντων μάλιστʼ ἀγανακτῆσαι ἔφη

    关系代名词 ὃ 没有先行词,充当指向后文整个事实的内宾格或限定宾格(“至于他说最令他愤慨的事……”)。在主词 ἔφη 的统辖下,后文由一系列不定词(συντυχεῖν, βαδίζειν, ἐρέσθαι 等)构成间接引语链。

  3. 306ἐπειδὴ δʼ ἀκοῦσαι ὅτι Ἀτρεστίδας

    在从属连词 ἐπειδή 引导的时间从句中,动词未用直陈语气而使用了不定词 ἀκοῦσαι。这是由于间接引语主动词(ἔφη)的影响渗透至从属从句内部,使从句动词发生同化而转变为不定词。

  4. 307ἆρά γʼ ὅμοιʼ ἢ παραπλήσια τούτοις; πολλοῦ γε καὶ δεῖ, ἀλλὰ μήτε τῶν προγόνων μεμνῆσθαι

    在疑问句 ἆρά γʼ ὅμοιʼ ἢ παραπλήσια τούτοις 中,谓语动词(如 ἐδημηγόρησεν)被省略。紧接着惯用答语 πολλοῦ γε καὶ δεῖ(“差得远呢!”),从 ἀλλὰ μήτε...μεμνῆσθαι 开始的一系列不定词,由暗含的言说动词(如 ἔλεγεν)支配,以间接引语形式列举了他归国后发表的言论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:300-307