← 狄摩西尼

论使职不称职

§293-299

欧布罗斯的矛盾与神谕对通敌者的惩处

演说者揭露欧布罗斯严惩微小过错却包庇通敌重犯的自相矛盾,呼吁警惕威胁民主制度的显贵人物,并援引神谕要求陪审法官惩处为敌人效劳者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§293

τί γὰρ δήποτε Μοιροκλέα μὲν ἔκρινες, εἰ παρὰ τῶν τὰ μέταλλʼ ἐωνημένων εἴκοσιν ἐξέλεξεν δραχμὰς παρʼ ἑκάστου, καὶ Κηφισοφῶντα γραφὴν ἱερῶν χρημάτων ἐδίωκες, εἰ τρισὶν ὕστερον ἡμέραις ἐπὶ τὴν τράπεζαν ἔθηκεν ἑπτὰ μνᾶς· τοὺς δʼ ἔχοντας, ὁμολογοῦντας, ἐξελεγχομένους ἐπʼ αὐτοφώρῳ ἐπὶ τῷ τῶν συμμάχων ὀλέθρῳ ταῦτα πεποιηκότας,1 τούτους οὐ κρίνεις, ἀλλὰ καὶ σῴζειν κελεύεις;

究竟是为了什么,你控告莫伊罗克勒斯,只因他从承租矿山者那里向每人强索了二十德拉克马;你又以挪用圣财的公诉起诉凯菲索丰,只因他晚了三天把七明那存入银行;然而对于那些手握贿款、供认不讳、且被当场抓获以致盟友毁灭而犯下这些罪行的人,你不仅不起诉,反倒吩咐众人去庇护拯救他们?

§294

καὶ μὴν ὅτι ταῦτα μέν ἐστιν φοβερὰ καὶ προνοίας καὶ φυλακῆς πολλῆς δεόμενα, ἐφʼ οἷς δʼ ἐκείνους σὺ ἔκρινες, γέλως, ἐκείνως ὄψεσθε. ἦσαν ἐν Ἤλιδι κλέπτοντες τὰ κοινά τινες; καὶ μάλʼ εἰκός γε. ἔστιν οὖν ὅστις μετέσχεν αὐτόθι νῦν τούτων τοῦ καταλῦσαι τὸν δῆμον; οὐδὲ εἷς. τί δʼ; ἐν Μεγάροις οὐκ οἴεσθʼ εἶναί τινα καὶ κλέπτην καὶ μὲν οἴομαι. ἆρʼ οὖν διὰ τούτους ἀπώλετʼ Ὄλυνθος; οὔ. τί δʼ; ἐν Μεγάροις οὐκ οἴεσθʼ εἶναί τινα καὶ κλέπτην καὶ παρεκλέγοντα τὰ κοινά; ἀνάγκη. καὶ πέφηνέ τις αἴτιος αὐτόθι νῦν τούτων τῶν συμβεβηκότων πραγμάτων; οὐδὲ εἷς.

而且,通过以下方式你们便会看出:眼下这些事才真正可怕,需要极大的远见与警惕;而你控告那些人所依据的由头,不过是个笑柄。在厄利斯曾有侵吞公款的人吗?极有可能。那么其中如今有谁参与了颠覆那里的民主政体吗?连一个也没有。那又如何?在墨伽拉,难道你们不认为有人既是窃贼又在私吞公款吗?我确信是有的。那么难道奥林索斯是因他们而毁灭的吗?不是。那又如何?在墨伽拉,难道你们不认为有人既是窃贼又在私吞公款吗?必然是有的。而在那里可曾有任何人显露出来,要对当下发生的这些祸患负责吗?连一个也没有。

§295

ἀλλὰ ποῖοί τινες οἱ τὰ τηλικαῦτα καὶ τοιαῦτʼ ἀδικοῦντες; οἱ νομίζοντες ἀξιόχρεως εἶναι τοῦ Φιλίππου ξένοι καὶ φίλοι προσαγορεύεσθαι, οἱ στρατηγιῶντες καὶ προστασίας ἀξιούμενοι, οἱ μείζους τῶν πολλῶν οἰόμενοι δεῖν εἶναι. οὐ Πέριλλος ἐκρίνετʼ ἔναγχος ἐν Μεγάροις ἐν τοῖς τριακοσίοις, ὅτι πρὸς Φίλιππον ἀφίκετο, καὶ παρελθὼν Πτοιόδωρος αὐτὸν ἐξῃτήσατο, καὶ πλούτῳ καὶ γένει καὶ δόξῃ πρῶτος Μεγαρέων, καὶ πάλιν ὡς Φίλιππον ἐξέπεμψε, καὶ μετὰ ταῦθʼ ὁ μὲν ἧκεν ἄγων τοὺς ξένους, ὁ δʼ ἔνδον ἐτύρευε; τοιαῦτα.

那么,犯下如此严重、如此恶劣之罪行的究竟是何等人物呢?正是那些自认为配得上被称为腓力的宾客与朋友的人,那些渴求将权、自以为配享领袖地位的人,那些自命应当凌驾于普通民众之上的人。不久前佩里洛斯在墨伽拉的三百人会议受审,难道不正是因为他前往腓力那里,而墨伽拉在财富、门第与声望上首屈一指的普托伊奥多罗斯出面为他求情免罪,并再次将他遣往腓力处;此后难道不是一人率领雇佣军前来,而另一人在城内策划叛乱吗?正是如此。

§296

οὐ γὰρ ἔστιν, οὐκ ἔσθʼ ὅ τι τῶν πάντων μᾶλλον εὐλαβεῖσθαι δεῖ ἢ τὸ μείζω τινὰ τῶν πολλῶν ἐᾶν γίγνεσθαι. μή μοι σῳζέσθω μηδʼ ἀπολλύσθω μηδείς,2 ἂν ὁ δεῖνα βούληται, ἀλλʼ ὃν ἂν τὰ πεπραγμένα σῴζῃ καὶ τοὐναντίον, τούτῳ τῆς προσηκούσης ψήφου παρʼ ὑμῶν ὑπαρχέτω τυγχάνειν· τοῦτο γάρ ἐστι δημοτικόν. ἔτι τοίνυν πολλοὶ παρʼ ὑμῖν ἐπὶ καιρῶν γεγόνασιν ἰσχυροί, Καλλίστρατος, αὖθις Ἀριστοφῶν, Διόφαντος, τούτων ἕτεροι πρότερον. ἀλλὰ ποῦ τούτων ἕκαστος ἐπρώτευεν; ἐν τῷ δήμῳ· ἐν δὲ τοῖς δικαστηρίοις οὐδείς πω μέχρι τῆς τήμερον ἡμέρας ὑμῶν οὐδὲ τῶν νόμων οὐδὲ τῶν ὅρκων κρείττων γέγονεν. μὴ τοίνυν μηδὲ νῦν τοῦτον ἐάσητε. ὅτι γὰρ ταῦτα φυλάττοισθʼ ἂν εἰκότως μᾶλλον ἢ πιστεύοιτε, τῶν θεῶν ὑμῖν μαντείαν ἀναγνώσομαι, οἵπερ ἀεὶ σῴζουσι τὴν πόλιν πολλῷ τῶν προεστηκότων μᾶλλον. λέγε τὰς μαντείας. ΜΑΝΤΕΙΑΙ.

因为在天地万物之中,绝无任何事情比任由某人凌驾于普通民众之上更值得加以提防了。请不要让任何人的存亡取决于某某人的意愿;相反,凡因其自身所作所为而应获救者,或恰恰相反者,愿他能在诸位手中获得应有的判决;因为这才是民主的真谛。 此外,在诸位当中历来有许多人曾趁势权倾一时:卡利斯特拉托斯,继而是阿里斯托丰、迪奥凡托斯,以及在他们之前的其他人。然而他们每一个人是在哪里位居第一呢?是在民众大会中;但在法庭之上,直到今天,还从未有任何人凌驾于诸位、法律或诸位的誓言之上。因此,如今也切不可放任此人如此。为了让诸位明白,对这些事警惕提防比盲目信任更为合情合理,我将为诸位宣读神明降下的神谕;正是神明,远比那些主政者更始终如一地保佑着城邦。请宣读神谕。 神谕。

§298

ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν θεῶν οἷʼ ὑμῖν προλέγουσιν. εἰ μὲν τοίνυν πολεμούντων ὑμῶν ταῦτʼ ἀνῃρήκασι, τοὺς στρατηγοὺς λέγουσι φυλάττεσθαι· πολέμου γάρ εἰσιν ἡγεμόνες οἱ στρατηγοί· εἰ δὲ πεποιημένων εἰρήνην, τοὺς ἐπὶ τῆς πολιτείας ἐφεστηκότας· οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθʼ ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε. καὶ τὴν πόλιν συνέχειν, ὅπως ἂν μίαν γνώμην ἔχωσιν ἅπαντες3 καὶ μὴ τοῖς ἐχθροῖς ἡδονὴν ποιῶσι.

雅典的男子汉们,诸位听到了神明预先向诸位告诫了什么。因此,如果神明是在诸位交战之时降下这些预言,他们是在告诫要防备将领们;因为将领是战争的领导者;而如果是在诸位订立和平之后,则是在告诫要防备那些主持城邦政务的人;因为是他们在领导,诸位顺从他们,而诸位面临受他们欺骗蒙蔽的危险。 “并且团结城邦,好让所有人同心协力,不给仇敌带来快乐。”

§299

πότερʼ οὖν οἴεσθʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν τοσαῦτα κάκʼ εἰργασμένον σωθέντα, ἢ δίκην δόντα, ἡδονὴν Φιλίππῳ ποιῆσαι; ἐγὼ μὲν οἴομαι σωθέντα. φησὶ δέ γʼ ἡ μαντεία δεῖν ὅπως ἂν μὴ χαίρωσιν οἱ ἐχθροὶ ποιεῖν. ἅπασι τοίνυν μιᾷ γνώμῃ παρακελεύεται κολάζειν τοὺς ὑπηρετηκότας τι τοῖς ἐχθροῖς ὁ Ζεύς, ἡ Διώνη, πάντες οἱ θεοί. ἔξωθεν οἱ ἐπιβουλεύοντες, ἔνδοθεν οἱ συμπράττοντες. οὐκοῦν τῶν ἐπιβουλευόντων μὲν ἔργον διδόναι, τῶν συμπραττόντων δὲ λαμβάνειν καὶ τοὺς εἰληφότας ἐκσῴζειν.

那么,雅典的男子汉们,诸位认为犯下如此滔天恶行之人是获救还是伏法,会给腓力带来快乐呢?我以为是获救。然而神谕却说,行事必须使仇敌不得欢欣。因此,宙斯、狄奥涅以及众神,皆以同一意志告诫所有人惩处那些为仇敌效劳者。密谋策划者在城外,内应协作之人则在城内。因此,阴谋家的勾当在于出资行贿,而内应协作者的勾当则在于收受贿赂并营救那些纳贿之人。

语法注3 条
  1. 293ἐπὶ τῷ τῶν συμμάχων ὀλέθρῳ ταῦτα πεποιηκότας

    介词 ἐπί 搭配与格(τῷ ... ὀλέθρῳ),表示行为的目的、结果或代价(“以盟友的毁灭为代价/导致盟友的毁灭而做了这些事”)。分词 πεποιηκότας 与前面的 ἔχοντας、ὁμολογοῦντας、ἐξελεγχομένους 并列,限定所指对象,并在后文中由复指代词 τούτους 总结承接。

  2. 296μή μοι σῳζέσθω μηδʼ ἀπολλύσθω μηδείς

    第一人称与格代词 μοι 为伦理与格(ethic dative),表达说话人切身的情感关切或恳请语气(“请不要在我眼前……”/“万望不要……”)。动词 σῳζέσθω 与 ἀπολλύσθω 为第三人称现在时命令式,以不定代词 μηδείς 为主语,构成普遍性的禁止与愿望句。

  3. 298καὶ τὴν πόλιν συνέχειν, ὅπως ἂν μίαν γνώμην ἔχωσιν ἅπαντες

    不定式 συνέχειν 承接上文神谕的指令或转述用法(承接如 [神明告诫/命令] 的语义,充当间接命令或引述),意为“保持城邦团结”。接续词 ὅπως ἄν 搭配虚拟式 ἔχωσιν 引导目的从句,意为“以便所有人同心协力”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:293-299