← 狄摩西尼

论使职不称职

§22-29

埃斯基涅斯的进一步欺瞒与福基斯的覆亡

狄摩西尼回顾了埃斯基涅斯如何在民众大会上以关于优卑亚和奥罗波斯的虚假许诺蛊惑众人并打断自己的警告,阐明了如今旧事重提的原委,并进而揭露使团如何葬送了福基斯人的局势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

ἀκούειν δὲ καὶ τῶν Εὐβοέων ἐνίων ἔφη πεφοβημένων καὶ τεταραγμένων τὴν πρὸς τὴν πόλιν οἰκειότητα Φιλίππῳ γεγενημένην, ὅτι οὐ λελήθαθʼ ἡμᾶς, ὦ ἄνδρες πρέσβεις, ἐφʼ οἷς πεποίησθε τὴν εἰρήνην πρὸς Φίλιππον, οὐδʼ ἀγνοοῦμεν ὅτι ὑμεῖς μὲν Ἀμφίπολιν δεδώκατʼ ἐκείνῳ, Φίλιππος δʼ ὑμῖν Εὔβοιαν ὡμολόγηκεν παραδώσειν. εἶναι μέντοι τι καὶ ἄλλο διῳκημένον αὑτῷ, οὐ μήν πω τοῦτο βούλεσθαι λέγειν· καὶ γὰρ νῦν φθονεῖν τινὰς αὑτῷ τῶν συμπρέσβεων. ὑπῃνίττετο δʼ οὕτω καὶ παρεδήλου τὸν Ὠρωπόν.

他还声称,听到一些对腓力与城邦之间建立起的亲密关系感到惊恐不安的优卑亚人说道:“使节们啊,你们根据何种条件同腓力缔结和平,并未逃过我们的眼睛;我们也不是不知道,你们把安菲波利斯交给了他,而腓力则同意将优卑亚移交给你们。” 然而,还有另一件事也是由他经办妥当的,不过他还不愿明说,因为眼下使团的某些同僚就已经在嫉妒他了。他就是以这种方式暗指并隐晦地透露了奥罗波斯。

§23

εὐδοκιμῶν δʼ ἐπὶ τούτοις εἰκότως, καὶ δοκῶν καὶ ῥήτωρ ἄριστος εἶναι καὶ ἀνὴρ θαυμαστός, κατέβη μάλα σεμνῶς. ἀναστὰς δʼ ἐγὼ ταῦτά τʼ οὐκ ἔφην εἰδέναι καὶ ἅμʼ ἐπειρώμην τι λέγειν τούτων ὧν εἰς τὴν βουλὴν ἀπήγγειλα. καὶ παραστὰς ὁ μὲν ἔνθεν, ὁ δʼ ἔνθεν, οὑτοσὶ καὶ Φιλοκράτης, ἐβόων, ἐξέκρουόν με, τελευτῶντες ἐχλεύαζον. ὑμεῖς δʼ ἐγελᾶτε, καὶ οὔτʼ ἀκούειν ἠθέλετʼ οὔτε πιστεύειν ἐβούλεσθʼ ἄλλα πλὴν ἃ οὗτος ἀπηγγέλκει.

因这些言论理所当然地享有盛誉,并被视为既是卓越的演说家又是令人钦佩的人物,他极其庄重地走下了讲坛。但我站起身来,声明自己对这些事一无所知,并同时试图讲一讲我向议事会汇报过的那些内容。然而,一个站在这边,另一个站在那边——就是这里的这个人与菲洛克拉特斯——他们大喊大叫,打断我的发言,最后肆意嘲弄我。而你们却哄堂大笑,既不想听,也不愿相信除这个人所汇报之外的任何话。

§24

καὶ νὴ τοὺς θεοὺς εἰκός τι παθεῖν ἔμοιγε δοκεῖτε· τίς γὰρ ἂν ἠνέσχετο, τηλικαῦτα καὶ τοσαῦτʼ ἔσεσθαι προσδοκῶν ἀγαθά, ἢ ταῦθʼ ὡς οὐκ ἔσται λέγοντός τινος, ἢ κατηγοροῦντος τῶν πεπραγμένων τούτοις; πάντα γὰρ τἄλλʼ, οἶμαι, τότε δεύτερʼ ἦν τῶν ὑποκειμένων προσδοκιῶν καὶ τῶν ἐλπίδων, οἱ δʼ ἀντιλέγοντες ὄχλος ἄλλως καὶ βασκανία κατεφαίνετο, ταῦτα δὲ θαυμάσιʼ ἡλίκα1 καὶ συμφέροντʼ ἐδόκει πεπρᾶχθαι τῇ πόλει.

凭诸神起誓,在我看来你们当时有这种反应也是合情合理的。因为在期盼着如此巨大、如此丰厚的福祉将要降临之际,谁能容忍有人声称这些事不会实现,或者有人指责这些人的所作所为呢?因为我认为,在当时展示于眼前的期许与希望面前,其他一切都退居次席;提出反对意见的人显得纯粹是无理取闹和恶意中伤,而这些事则似乎是为城邦办成的令人惊叹地巨大而有益的事。

§25

τοῦ χάριν δὴ ταῦθʼ ὑπέμνησα πρῶτα νῦν ὑμᾶς καὶ διεξῆλθον τούτους τοὺς λόγους; ἑνὸς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου τῶν πεπραγμένων, καὶ δοκῇ δεινὸν αὐτῷ καὶ ὑπερβάλλον εἶναι, εἶτα τότʼ οὐκ ἔλεγες παραχρῆμα ταῦτʼ οὐδʼ ἐδίδασκες ἡμᾶς;

那么,我现在究竟为了什么首先向你们提起这些,并详细叙述了这番言论呢?雅典人啊,最主要也最居首位的一个原因是:为了不让你们中的任何人在听我叙述过去的所作所为、并觉得骇人听闻且不可思议时,随后惊讶地质问:“既然如此,你当时为什么不立即把这些讲出来,为什么不告知我们呢?”

§26

θαυμάζῃ,2 ἀλλὰ μεμνημένοι τὰς ὑποσχέσεις τὰς τούτων, ἃς ἐφʼ ἑκάστων ποιούμενοι τῶν καιρῶν ἐξέκλειον λόγου τυγχάνειν τοὺς ἄλλους, καὶ τὴν ἐπαγγελίαν τὴν τούτου ταύτην τὴν καλήν, εἰδῆθʼ ὅτι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τοῦτʼ ἠδίκησθʼ ὑπʼ αὐτοῦ, ὅτι τἀληθῆ παραχρῆμα καὶ ἡνίκʼ ἔδει πυνθάνεσθαι διεκωλύθητʼ ἐλπίσι καὶ φενακισμοῖς καὶ ὑποσχέσεσιν ἐξαπατώμενοι.

而是希望你们在记起这些人的许诺(他们正是凭借在每个关键时刻做出的许诺,剥夺了其他人发言的机会)以及这个人那番冠冕堂皇的宣告后,能够明白在所有其他不义之外,你们还遭受了他这样的侵害:你们因受希望、骗局和许诺的蒙蔽,被阻挠立即并在应当知晓的时候得知真相。

§27

πρώτου μὲν τούτου καὶ μάλισθʼ, ὅπερ εἶπον, εἵνεκα ταῦτα διεξῆλθον, δευτέρου δὲ τίνος καὶ οὐδὲν ἐλάττονος ἢ τούτου; ἵνα τὴν ὅτʼ ἀδωροδόκητος ὑπῆρχε προαίρεσιν αὐτοῦ τῆς πολιτείας ἀναμνησθέντες, ὡς προβεβλημένη καὶ ἄπιστος ἦν πρὸς τὸν Φίλιππον, τὴν μετὰ ταῦτʼ ἐξαίφνης γεγονυῖαν πίστιν καὶ φιλίαν σκέψησθε, εἶτʼ εἰ μὲν ἐκβέβηκεν ὅσʼ ἀπήγγειλε πρὸς ὑμᾶς οὗτος καὶ καλῶς ἔχει τὰ πεπραγμένα, διὰ τὴν ἀλήθειαν καὶ τὸ συμφέρον τῇ πόλει γεγενῆσθαι νομίσητε, εἰ δὲ πάντα τἀναντίʼ ὧν οὗτος εἶπε πέπρακται, καὶ πολλὴν αἰσχύνην καὶ μεγάλους κινδύνους ταῦτʼ ἔχει τῇ πόλει, διὰ τὴν αἰσχροκέρδειαν τὴν ἑαυτοῦ καὶ τὸ χρημάτων ἀποδόσθαι τἀληθῆ μεταβεβλημένον αὐτὸν εἰδῆτε.

正如我所说,我详述这些正是出于这第一且首要的缘由;而第二项同样重大的原因又是什么呢?是为了让你们回忆起他在尚未收受贿赂时的政治方针——对腓力是何等戒备和不信任,进而审视此后突如其来的信任与友好;随后,如果这个人向你们汇报的一切确实实现,且办成的事结果良好,你们便可认为这是由于真理和城邦的利益所致;但如果发生的一切都与这个人所说的完全相反,并给城邦带来了巨大的耻辱和严重的危险,你们就应当认清,正是出于他个人的卑劣贪婪以及为金钱出卖真相,他才改变了立场。

§29

βούλομαι δʼ, ἐπειδήπερ εἰς τούτους προήχθην τοὺς λόγους, ὃν τρόπον τὰ περὶ τοὺς Φωκέας πράγμαθʼ ὑμῶν παρείλοντο, πρῶτον εἰπεῖν ἁπάντων. δεῖ δὲ μηδένʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, εἰς τὸ τῶν πραγμάτων μέγεθος βλέψαντα μείζους τὰς κατηγορίας καὶ τὰς αἰτίας τῆς τούτου δόξης νομίσαι, ἀλλʼ ἐκεῖνʼ ὁρᾶν, ὅτι ὅντινʼ ἂν ὑμεῖς εἰς ταύτην τὴν τάξιν κατεστήσατε καὶ τῶν συμβάντων καιρῶν ἐποιήσατε κύριον, οὗτος, εἴπερ ὥσπερ οὗτος ἐβουλήθη μισθώσας αὑτὸν ἐξαπατᾶν ὑμᾶς καὶ φενακίζειν, τῶν ἴσων αἴτιος ἦν ἂν κακῶν3 ὅσωνπερ καὶ οὗτος.

既然我已经谈到了这些话,我便想首先讲讲他们是如何剥夺了你们对福基斯人事务的处置权。各位陪审官,你们任何人都不应当因为看到事态的重大,就认为指控和罪名超出了这个人的声望容量,而应当看到这一点:无论你们当时将谁派驻到这一职位并赋予其处理所发生危机的全权,那个人只要像这个人一样甘愿受雇出卖自己去欺骗和愚弄你们,就必然会造成与这个人完全相同的灾祸。

语法注3 条
  1. 24θαυμάσιʼ ἡλίκα

    短语 θαυμάσιʼ ἡλίκα 是类似 θαυμάσιον ὅσον 的惯用吸引结构,将关系形容词融合为准副词或形容词性修饰语,意为“令人惊叹地巨大”,在此作不定式 πεπρᾶχθαι τῇ πόλει 的主语补足语。

  2. 25εἶτα τότʼ οὐκ ἔλεγες παραχρῆμα ταῦτʼ οὐδʼ ἐδίδασκες ἡμᾶς; θαυμάζῃ

    在由目的连词 ἵνα 引导的虚拟式动词 θαυμάζῃ 紧邻之前,以直接引语疑问句的形式插入了听众可能提出的反驳(“既然如此,你当时为什么不……”)。句子的骨干结构为 ἵνα μηδεὶς ὑμῶν... θαυμάζῃ, ἀλλὰ... εἰδῆτε(“免得你们中有人……惊讶质问,而是让你们知道……”)。

  3. 29ὅντινʼ ἂν ὑμεῖς εἰς ταύτην τὴν τάξιν κατεστήσατε καὶ τῶν συμβάντων καιρῶν ἐποιήσατε κύριον, οὗτος, εἴπερ ὥσπερ οὗτος ἐβουλήθη μισθώσας αὑτὸν ἐξαπατᾶν ὑμᾶς καὶ φενακίζειν, τῶν ἴσων αἴτιος ἦν ἂν κακῶν

    过去非真实条件句(归结从句:αἴτιος ἦν ἄν;条件从句:εἴπερ... ἐβουλήθη)的主语 οὗτος 由前置的关系从句 ὅντινʼ ἂν... κατεστήσατε... ἐποιήσατε(“无论你们选派了谁”)所限定。直陈式过去时加 ἄν 的泛指关系从句与反事实假设融为一体,修辞上意在将焦点从埃斯基涅斯个人声望转移到该职位本身的诱惑与破坏力上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:22-29