← 狄摩西尼

论使职不称职

§285-292

控告蒂马尔科斯的真相与欧布罗斯的变节

演说者揭露埃斯基涅斯起诉蒂马尔科斯并非为了青年人的道德,而是为了报复其禁止向腓力偷运武器的提案,并激烈指责欧布罗斯倒戈为埃斯基涅斯辩护的背节行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§285

νὴ Δίʼ, οἱ νέοι γὰρ ἡμῖν διʼ ἐκεῖνον ἔσονται τὸν ἀγῶνα βελτίους. οὐκοῦν καὶ διὰ τόνδʼ οἱ πολιτευόμενοι, διʼ ὧν τὰ μέγιστα κινδυνεύεται τῇ πόλει· προσήκει δὲ καὶ τούτων φροντίζειν. ἵνα τοίνυν εἰδῆθʼ ὅτι καὶ τοῦτον ἀπώλεσεν, οὐ μὰ Δίʼ οὐχὶ τῶν ὑμετέρων παίδων, ὅπως ἔσονται σώφρονες, προορῶν1 (εἰσὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ νῦν σώφρονες· μὴ γὰρ οὕτω γένοιτο κακῶς τῇ πόλει ὥστʼ Ἀφοβήτου καὶ Αἰσχίνου σωφρονιστῶν δεηθῆναι τοὺς νεωτέρους), ἀλλʼ ὅτι βουλεύων ἔγραψεν, ἄν τις ὡς Φίλιππον ὅπλʼ ἄγων ἁλῷ ἢ σκεύη τριηρικά, θάνατον εἶναι τὴν ζημίαν· σημεῖον δέ· πόσον γὰρ ἐδημηγόρει χρόνον Τίμαρχος; πολύν. οὐκοῦν τοῦτον ἦν Αἰσχίνης ἅπαντʼ ἐν τῇ πόλει, καὶ οὐδεπώποτʼ ἠγανάκτησεν οὐδὲ δεινὸν ἡγήσατʼ εἶναι τὸ πρᾶγμα, εἰ ὁ τοιοῦτος λέγει, ἕως εἰς Μακεδονίαν ἐλθὼν ἑαυτὸν ἐμίσθωσεν· λέγε δή μοι τὸ ψήφισμα λαβὼν αὐτὸ τὸ τοῦ Τιμάρχου. ΨΗΦΙΣΜΑ.

“对呀,凭宙斯起誓,因为我们的年轻人会因那场审判而变得更好!”那么,通过眼下这场审判,那些使城邦面临最大危险的从政者们也会变得更好;而关心这些人本是理所应当的。因此,为了让诸位知道,他连这个人也毁掉,凭宙斯起誓,绝非出于对诸位子弟能够克己端正的预见(因为雅典的男子汉们,他们如今本就端正自持;愿城邦绝不至于沦落到让青年人需要阿福贝托斯和埃斯基涅斯充当品行导师的地步!),而是因为他在担任议事员时曾动议:若有人被捕获向腓力运送武器或三列桨战船装备,应处以死刑。证据就在于:蒂马尔科斯在民众大会上演讲有多久?很久。那么,埃斯基涅斯在这整个时期内都在城邦中,而且在前往马其顿并出卖自己之前,对于这样一个人物发言,他从未愤怒或认为这是骇人听闻的事。现在请替我拿起蒂马尔科斯的决议文本身并宣读。 决议文。

§287

ὁ μὲν τοίνυν ὑπὲρ ὑμῶν γράψας μὴ ἄγειν ἐν τῷ πολέμῳ πρὸς Φίλιππον ὅπλα, εἰ δὲ μή, θανάτῳ ζημιοῦσθαι, ἀπόλωλε καὶ ὕβρισται· ὁ δὲ καὶ τὰ τῶν ὑμετέρων συμμάχων ὅπλʼ ἐκείνῳ παραδοὺς οὑτοσὶ κατηγόρει, καὶ περὶ πορνείας ἔλεγεν, ὦ γῆ καὶ θεοί, δυοῖν μὲν κηδεσταῖν παρεστηκότοιν, οὓς ἰδόντες ἂν ὑμεῖς ἀνακράγοιτε, Νικίου τε τοῦ βδελυροῦ, ὃς ἑαυτὸν ἐμίσθωσεν εἰς Αἴγυπτον Χαβρίᾳ, καὶ τοῦ καταράτου Κυρηβίωνος, ὃς ἐν ταῖς πομπαῖς ἄνευ τοῦ προσώπου κωμάζει. καὶ τί ταῦτα; ἀλλὰ τὸν ἀδελφὸν ὁρῶν Ἀφόβητον. ἀλλὰ δῆτʼ ἄνω ποταμῶν ἐκείνῃ τῇ ἡμέρᾳ πάντες οἱ περὶ πορνείας ἐρρύησαν λόγοι.2

那么,这位为了诸位动议在战时不得向腓力运送武器、违者处以死刑的人,已经被毁掉并遭受了羞辱;而这位甚至将诸位盟友的武器拱手送给腓力的人,如今却成了原告,并大谈男妓与卖淫——苍天神明啊!——身边还站着两位连襟,诸位一看见他们便会怒声叫嚷:那卑鄙可憎、在埃及向沙布里亚斯出卖自己的尼基阿斯,以及那该死的、在游行中不戴面具狂欢的库瑞比翁。又何须赘言他们呢?倒不如说,他是眼看着自己的兄弟阿福贝托斯〔说这些话的〕!确实,在那一天,关于卖淫的一切言论全都倒流回河源去了!

§288

καὶ μὴν εἰς ὅσην ἀτιμίαν τὴν πόλιν ἡμῶν ἡ τούτου πονηρία καὶ ψευδολογία καταστήσασʼ ἔχει,3 πάντα τἄλλʼ ἀφείς, ὃ πάντες ὑμεῖς ἴστʼ ἐρῶ. πρότερον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τί παρʼ ὑμῖν ἐψήφισται, τοῦτʼ ἐπετήρουν οἱ ἄλλοι πάντες Ἕλληνες· νῦν δʼ ἤδη περιερχόμεθʼ ἡμεῖς τί δέδοκται τοῖς ἄλλοις σκοποῦντες, καὶ ὠτακουστοῦντες τί τὰ τῶν Ἀρκάδων, τί τὰ τῶν Ἀμφικτυόνων, ποῖ πάρεισι Φίλιππος, ζῇ ἢ τέθνηκεν.

而且,此人的邪恶与谎言将我们的城邦置于何等耻辱的境地,抛开所有其余不论,我要说的是诸位全都知晓的一点。因为从前,雅典的男子汉们,所有其他希腊人都在密切注视着诸位通过了什么决议;而如今我们却四处打探,审视别人决定了什么,侧耳倾听阿卡迪亚人的动向、近邻同盟议会的动向、腓力将前往何处、究竟是生是死。

§289

οὐ τοιαῦτα ποιοῦμεν; ἐγὼ δʼ οὐ δέδοικʼ εἰ Φίλιππος ζῇ, ἀλλʼ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι. οὐδὲ φοβεῖ με Φίλιππος, ἂν τὰ παρʼ ὑμῶν ὑγιαίνῃ, ἀλλʼ εἰ παρʼ ὑμῖν ἄδεια γενήσεται τοῖς παρʼ ἐκείνου μισθαρνεῖν βουλομένοις, καὶ συνεροῦσί τινες τούτοις τῶν ὑφʼ ὑμῶν πεπιστευμένων, καὶ πάντα τὸν ἔμπροσθεν χρόνον ἀρνούμενοι μὴ πράττειν ὑπὲρ Φιλίππου νῦν ἀναβήσονται, ταῦτα φοβεῖ με.

我们难道不是正在做着这些事吗?但我并不畏惧腓力是否活着,而是畏惧城邦对行不义之人怀揣仇恨并施加惩罚的气魄是否已经死亡。如果诸位内部的情况健康良好,腓力也丝毫不会让我感到恐惧;但如果在诸位当中,那些企图从他那里领受赏金的人将享有免罚权,受到诸位信任的人中会有人为他们说情辩护,而那些在以往整段时期内一直否认替腓力效力的人如今竟要登上讲坛——正是这些令我恐惧。

§290

τί γὰρ δή ποτʼ, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστί σοι, καὶ Θρασυβούλῳ πρώην, τῷ Νικηράτου θείῳ, ἐπὶ μὲν τῆς πρώτης ψήφου οὐδʼ ὑπακοῦσαι καλούμενος ἤθελες, εἰς δὲ τὸ τίμημʼ ἀναβὰς ὑπὲρ μὲν ἐκείνων οὐδʼ ὁτιοῦν ἔλεγες, ἐδέου δὲ τῶν δικαστῶν συγγνώμην ἔχειν σοί; εἶθʼ ὑπὲρ μὲν συγγενῶν καὶ ἀναγκαίων ἀνθρώπων οὐκ ἀναβαίνεις, ὑπὲρ Αἰσχίνου δʼ ἀναβήσει, ὅς, ἡνίκʼ ἔκρινεν Ἀριστοφῶν Φιλόνικον καὶ διʼ ἐκείνου τῶν σοὶ πεπραγμένων κατηγόρει, συγκατηγόρει μετʼ ἐκείνου σοῦ καὶ τῶν ἐχθρῶν τῶν σῶν εἷς ἐξητάζετο; ἐπειδὴ δὲ σὺ μὲν τουτουσὶ δεδιξάμενος καὶ φήσας καταβαίνειν εἰς Πειραιᾶ δεῖν ἤδη καὶ χρήματʼ εἰσφέρειν καὶ τὰ θεωρικὰ στρατιωτικὰ ποιεῖν, ἢ χειροτονεῖν ἃ συνεῖπε μὲν οὗτος, ἔγραψε δʼ ὁ βδελυρὸς Φιλοκράτης, ἐξ ὧν αἰσχρὰν ἀντʼ ἴσης συνέβη γενέσθαι τὴν εἰρήνην, οὗτοι δὲ τοῖς μετὰ ταῦτʼ ἀδικήμασι πάντʼ ἀπολωλέκασι, τηνικαῦτα διήλλαξαι;4 καὶ ἐν μὲν τῷ δήμῳ κατηρῶ καὶ κατὰ τῶν παίδων ὤμνυες ἦ μὴν ἀπολωλέναι Φίλιππον ἂν βούλεσθαι· νῦν δὲ βοηθήσεις τούτῳ; πῶς οὖν ἀπολεῖται, ὅταν τοὺς παρʼ ἐκείνου δωροδοκοῦντας σὺ σῴζῃς;

因为究竟是为了什么,欧布罗斯啊,当身为汝表兄弟的赫格西拉奥斯受审,以及前不久尼凯拉托斯的舅父特拉西布洛斯受审之时,在第一次表决时你甚至在被呼唤时都不愿应声,而在进入量刑阶段登上讲坛时,你对他们的情况未置一词,反倒乞求陪审法官宽恕你自己?既然你不会为亲属与密友登上讲坛,难道如今反倒要为埃斯基涅斯登上讲坛吗?当阿里斯托丰指控菲洛尼科斯并通过他控告你的作为时,不正是此人与阿里斯托丰一同控告你,并被列为你的一大仇敌吗?然而,当你恐吓在场的这群人,宣称必须立即下到比雷埃夫斯、缴纳特别财产税,并将观剧津贴转为军费,否则就得投票赞成此人随声附和、并由那可憎的菲洛克拉特斯动议的提案——由此导致的并非对等的和平,而是一场可耻的和平——而这批人又通过随后的罪行将一切尽皆毁灭之时,你竟偏偏在此时与他和解了吗?在民众大会上,你曾发咒并以子女起誓宣称你确实希望腓力灭亡;如今你却要援救此人吗?当你亲自庇护那些收受他贿赂的人时,腓力又怎能灭亡呢?

语法注4 条
  1. 285οὐ μὰ Δίʼ οὐχὶ τῶν ὑμετέρων παίδων, ὅπως ἔσονται σώφρονες, προορῶν

    双重否定 οὐ... οὐχί 构成了强烈的否定语气。分词 προορῶν 作伴随分词,修饰前面的动词 ἀπώλεσεν,用以说明其动机。动词 προοράω 统领属格 τῶν ὑμετέρων παίδων(表示关心的对象),并接续由 ὅπως 引导的努力从句 ὅπως ἔσονται σώφρονες(搭配将来时直陈语气),意为“预先关照诸位的子弟使之克己端正”。

  2. 287ἄνω ποταμῶν ἐκείνῃ τῇ ἡμέρᾳ πάντες οἱ περὶ πορνείας ἐρρύησαν λόγοι

    短语 ἄνω ποταμῶν(河水倒流)是希腊语中表示秩序颠倒、常理尽失的著名谚语(源自欧里庇得斯《美狄亚》第410行等)。德摩斯梯尼在此讽刺埃斯基涅斯身旁带着臭名昭著的连襟与兄弟,却在讲坛上大谈卖淫罪,这种虚伪荒谬至极,如同江河逆流。

  3. 288καταστήσασʼ ἔχει

    此处是由不定过去时主动分词阴性单数主格 καταστήσασα(与主语 ἡ πονηρία καὶ ψευδολογία 一致)与动词 ἔχει 构成的迂说法。与简单的完成时相比,这种结构强调过去的恶行所造成的后果持续留存、固定为当下状态(“使我们的城邦深陷耻辱之中”)。

  4. 291ἐπειδὴ δὲ σὺ μὲν ... οὗτοι δὲ ... τηνικαῦτα διήλλαξαι;

    主句的主动词为 τηνικαῦτα διήλλαξαι(“偏偏在此时与他和解了吗?”)。在此之前是由从属连词 ἐπειδή 统领的长大从句,内部通过 σὺ μέν(欧布罗斯恐吓公民接受耻辱的和平)与 οὗτοι δέ(这批人随后的恶行毁灭了一切)形成对照。经过层层铺垫,句式借由指示副词 τηνικαῦτα(正是在那个时候)收束回主句的强烈质问中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:285-292