← 狄摩西尼

论使职不称职

§278-284

决议文对照与对埃斯基涅斯的严惩要求

狄摩西尼逐条将先前的定罪决议文与被告等的叛国行径进行对比,并提醒陪审法官,即便是声名显赫的城邦功臣也曾依法受到严惩,因此要求严惩对城邦毫无贡献的埃斯基涅斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§278

εἰ τοίνυν τι τούτοις ἄπρακτόν ἐστι τούτων ἐφʼ οἷς ἐκείνων θάνατος κατέγνωσται, ἔμʼ ἀποκτείνατʼ ἤδη. σκοπεῖτε γάρ. ἐπειδὴ παρὰ τὰ γράμματα φησὶν ἐπρέσβευσαν ἐκεῖνοι. καὶ τοῦτʼ ἔστι τῶν ἐγκλημάτων πρῶτον. οὗτοι δʼ οὐ παρὰ τὰ γράμματα; οὐ τὸ μὲν ψήφισμα Ἀθηναίοις καὶ τοῖς Ἀθηναίων συμμάχοις, οὗτοι δὲ Φωκέας ἐκσπόνδους ἀπέφηναν; οὐ τὸ μὲν ψήφισμα τοὺς ἄρχοντας ὁρκοῦν τοὺς ἐν ταῖς πόλεσιν, οὗτοι δʼ, οὓς Φίλιππος αὐτοῖς προσέπεμψε, τούτους ὥρκισαν; οὐ τὸ μὲν ψήφισμα οὐδαμοῦ μόνους ἐντυγχάνειν Φιλίππῳ, οὗτοι δʼ οὐδὲν ἐπαύσαντʼ ἰδίᾳ χρηματίζοντες;

因此,如果那些人被判处死刑的罪由中,哪怕有一条是这些被告未曾犯下的,就请立刻处死我吧!因为请诸位审视: “鉴于那些人违反书面训令出使,”决议文这样写道。 而这是各项控罪中的第一条。难道这些人没有违反训令吗?决议文不是写着: “为了雅典人及其盟友,”而这些人却宣告福基斯人被排除在条约之外?决议文不是写着: “在各城邦向在任执政官监誓,”而这些人却向腓力派来见他们的人监誓?决议文不是写着: “绝不可在任何地方单独会见腓力,”而这些人却一刻未停地与他私下接洽?

§279

καὶ ἠλέγχθησάν τινες αὐτῶν ἐν τῇ βουλῇ οὐ τἀληθῆ ἀπαγγέλλοντες. οὗτοι δέ γε κἀν τῷ δήμῳ. καὶ ὑπὸ τοῦ; τοῦτο γάρ ἐστι τὸ λαμπρόν· ὑπʼ αὐτῶν τῶν πραγμάτων· οἷς γὰρ ἀπήγγειλαν οὗτοι, πάντα δήπου γέγονεν τἀναντία. οὐδʼ ἐπιστέλλοντες φησὶ τἀληθῆ. οὐκοῦν οὐδʼ οὗτοι. καὶ καταψευδόμενοι τῶν συμμάχων καὶ δῶρα λαμβάνοντες. ἀντὶ μὲν τοίνυν τοῦ καταψευδόμενοι παντελῶς ἀπολωλεκότες· πολλῷ δὲ δήπου τοῦτο δεινότερον τοῦ καταψεύσασθαι. ἀλλὰ μὴν ὑπέρ γε τοῦ δῶρʼ εἰληφέναι, εἰ μὲν ἠρνοῦντο, ἐλέγχειν λοιπὸν ἂν ἦν, ἐπειδὴ δʼ ὡμολόγουν, ἀπάγειν δήπου προσῆκεν.

“并且他们中的某些人在议事会中被证实未曾如实报告。” 而这些人更是在民众大会上被证实!是被什么证实的?因为这正是最确凿之处:是被事实本身证实的!因为关于这些人所报告的一切,显而易见全都发生了正相反的结果。 “亦未书面奏报,”决议文说,“实情。” 那么,这些人同样没有奏报。 “并且诽谤盟友并收受贿赂。” 那么,他们非但没有止于诽谤,反而将盟友彻底毁灭了;而这无疑比诽谤可怕得多。此外,关于收受贿赂一事,若他们当时否认,尚有待查证;但既然他们已经承认,按理自当立即收押下狱。

§280

τί οὖν, ὦ ἄνδρες Ἀθηναῖοι; τούτων οὕτως ἐχόντων, ὑμεῖς ἐξ ἐκείνων τῶν ἀνδρῶν ὄντες, οἱ δὲ καὶ τινὲς αὐτῶν ἔτι ζῶντες, ὑπομενεῖτε τὸν μὲν εὐεργέτην τοῦ δήμου καὶ τὸν ἐκ Πειραιῶς, Ἐπικράτην, ἐκπεσεῖν καὶ κολασθῆναι; καὶ πάλιν πρώην Θρασύβουλον ἐκεῖνον τὸν Θρασυβούλου τοῦ δημοτικοῦ καὶ τοῦ ἀπὸ Φυλῆς καταγαγόντος τὸν δῆμον, τάλαντα δέκʼ ὠφληκέναι, καὶ τὸν ἀφʼ Ἁρμοδίου καὶ τῶν τὰ μέγιστʼ ἀγάθʼ ὑμᾶς εἰργασμένων, οὓς νόμῳ διὰ τὰς εὐεργεσίας ἃς ὑπῆρξαν εἰς ὑμᾶς ἐν ἅπασι τοῖς ἱεροῖς ἐπὶ ταῖς θυσίαις σπονδῶν καὶ κρατήρων κοινωνοὺς πεποίησθε, καὶ ᾁδετε καὶ τιμᾶτʼ ἐξ ἴσου τοῖς ἥρωσι καὶ τοῖς θεοῖς, τούτους μὲν πάντας τὴν ἐκ τῶν νόμων δίκην ὑπεσχηκέναι, καὶ μήτε συγγνώμην μήτʼ ἔλεον μήτε παιδία κλάονθʼ ὁμώνυμα τῶν εὐεργετῶν μήτʼ ἄλλο μηδὲν αὐτοὺς ὠφεληκέναι· τὸν δʼ Ἀτρομήτου τοῦ γραμματιστοῦ καὶ Γλαυκοθέας τῆς τοὺς θιάσους συναγούσης, ἐφʼ οἷς ἑτέρα τέθνηκεν ἱέρεια, τοῦτον ὑμεῖς λαβόντες, τὸν τῶν τοιούτων, τὸν οὐδὲ καθʼ ἓν χρήσιμον τῇ πόλει, οὐκ αὐτόν, οὐ πατέρα, οὐκ ἄλλον οὐδένα τῶν τούτου, ἀφήσετε;1

那么,雅典的男子汉们,这究竟是怎么回事呢?当事情如此明确时,诸位身为那些先祖的后代,其中有些人甚至还是当年的健在者,难道能容忍民众的恩人、来自比雷埃夫斯的功臣埃皮克拉特斯被流放并受罚;容忍前不久那位民主派且率领民众从费勒重返城邦的特拉西布洛斯之子、名声显赫的特拉西布洛斯被罚款十塔兰同;容忍哈尔摩狄奥斯及那些曾为诸位立下最大功业者的后裔——诸位因他们对诸位的恩德而依法律使他们在一切圣所的祭祀中分享奠酒与调酒缸,并如同对待半神与神明一般歌颂和尊奉他们——容忍所有这些人依法承受了惩罚,无论宽恕、怜悯、以恩人名字命名的啼哭幼童,还是任何其他事物都没能挽救他们;而对于这个当下已被诸位捕获的小学教师阿特罗梅托斯与召集狂欢教团(因类似罪行另一位女祭司已被处死)的格劳科西娅之子,这样一个出身于此等父母、在任何一方面都对城邦毫无用处的人——他自己、他的父亲,以及他家族中的任何其他人都毫无用处——诸位难道要放走他吗?

§282

ποῖος γὰρ ἵππος, ποία τριήρης, ποία στρατεία, τίς χορός, τίς λῃτουργία, τίς εἰσφορά, τίς εὔνοια, ποῖος κίνδυνος, τί τούτων ἐν παντὶ τῷ χρόνῳ γέγονεν παρὰ τούτων τῇ πόλει; καίτοι κἂν εἰ ταῦτα πάνθʼ ὑπῆρχεν, ἐκεῖνα δὲ μὴ προσῆν, δικαίως καὶ προῖκα πεπρεσβευκέναι, ἀπολωλέναι δήπου προσῆκεν αὐτῷ. εἰ δὲ μήτε ταῦτα μήτʼ ἐκεῖνα, οὐ τιμωρήσεσθε;

因为在任何时期,从这些人身上究竟何曾产生过战马、三列桨战船、出征、合唱队、公益捐献、特别财产税、忠诚或冒险来贡献给城邦呢?然而,纵使所有这一切他们都具备,但若缺少那另一项条件——即公正且廉洁地出使——他也理当灭亡。更何况若是这两样他们全都不具备,诸位难道还不施加惩罚吗?

§283

οὐκ ἀναμνησθήσεσθʼ ὧν κατηγορῶν ἔλεγεν Τιμάρχου, ὡς οὐδέν ἐστʼ ὄφελος πόλεως ἥτις μὴ νεῦρʼ ἐπὶ τοὺς ἀδικοῦντας ἔχει, οὐδὲ πολιτείας ἐν ᾗ συγγνώμη καὶ παραγγελία τῶν νόμων μεῖζον ἰσχύουσιν· οὐδʼ ἐλεεῖν ὑμᾶς οὔτε τὴν μητέρα δεῖν τὴν Τιμάρχου, γραῦν γυναῖκα, οὔτε τὰ παιδίʼ οὔτʼ ἄλλον οὐδένα, ἀλλʼ ἐκεῖνʼ ὁρᾶν, ὅτι, εἰ προήσεσθε τὰ τῶν νόμων καὶ τῆς πολιτείας, οὐχ εὑρήσετε τοὺς ὑμᾶς αὐτοὺς ἐλεήσοντας.

诸位难道不记得他在控告蒂马尔科斯时说过的话吗?他说:一座城邦若是对行不义之人缺乏筋骨气魄便毫无益处,一个政体若是宽恕与说情的力量压倒了法律也毫无益处;诸位既不当怜悯蒂马尔科斯那位身为老妇的母亲,也不当怜悯他的幼童或任何其他人,而应当认清:诸位若放弃了法律与政体的利益,将不会找到任何怜悯诸位自己的人。

§284

ἀλλʼ ὁ μὲν ταλαίπωρος ἄνθρωπος ἠτιμώσεται,2 ὅτι τοῦτον εἶδεν ἀδικοῦντα, τούτῳ δʼ ἀθῴῳ δώσετʼ εἶναι; διὰ τί; εἰ γὰρ παρὰ τῶν εἰς ἑαυτοὺς ἐξαμαρτόντων τηλικαύτην ἠξίωσε δίκην Αἰσχίνης λαβεῖν, παρὰ τῶν εἰς τὰ τῆς πόλεως τηλικαῦθʼ ἡμαρτηκότων, ὧν εἷς οὗτος ὢν ἐξελέγχεται, πηλίκην ὑμᾶς προσήκει λαβεῖν τοὺς ὀμωμοκότας καὶ δικάζοντας;

难道那个可怜之人只因目睹了这个人的不法行径将一直处于被剥夺公民权的状态,而诸位却要给予这个人免罚的特权吗?为什么?如果埃斯基涅斯尚且认为应当对针对他们自身犯下过错者施加如此沉重的惩处,那么对于在关涉城邦重大利益上犯下如此重罪之人——而这个人已被证实就是其中之一——诸位这些立过誓并端坐审判席的人,究竟应当施加何等沉重的惩处呢?

语法注2 条
  1. 280ὑπομενεῖτε τὸν μὲν εὐεργέτην τοῦ δήμου... ἀφήσετε;

    贯穿第280–281节的长句结构。主句疑问动词 ὑπομενεῖτε(诸位能容忍……吗)统领由 μέν 引导的一连串“带不定式的宾格”结构(Ἐπικράτην... ἐκπεσεῖν καὶ κολασθῆναι、Θρασύβουλον... ὠφληκέναι、τούτους μὲν πάντας... ὑπεσχηκέναι)。随后在对照的 δέ 分句中发生了句式转换(破格语法/anacoluthon),不再延续由 ὑπομενεῖτε 统领的不定式,而是直接使用限定动词 ἀφήσετε(诸位要放走……吗),并以 τὸν δʼ Ἀτρομήτου... τοῦτον 作为其直接宾语。

  2. 284ἀλλʼ ὁ μὲν ταλαίπωρος ἄνθρωπος ἠτιμώσεται

    ἠτιμώσεται 是动词 ἀτιμόω(剥夺公民权)的第三人称单数未来完成时被动态。它并非表示简单的将来事件,而是强调判决所带来的持续完成状态(“将处于被彻底剥夺公民权的状态”),或是表达某种必然确凿的结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:278-284