- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:271-277
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者援引先祖严惩腐败使节的先例以敦促惩处被告:卫城上宣判因引入波斯黄金的阿尔特米奥斯为公敌的石碑、虽缔结光辉和约却因受贿嫌疑遭重罚的卡利亚斯,以及依据决议被处死的民主派功臣埃皮克拉特斯等人。
ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν γραμμάτων λεγόντων Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην ἐχθρὸν εἶναι καὶ πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸν καὶ γένος πᾶν. διὰ τί; ὅτι τὸν χρυσὸν τὸν ἐκ τῶν βαρβάρων εἰς τοὺς Ἕλληνας ἤγαγεν. οὐκοῦν ἔστιν, ὡς ἔοικεν, ἐκ τούτων ἰδεῖν ὅτι οἱ πρόγονοι μὲν ὑμῶν, ὅπως μηδʼ ἄλλος ἀνθρώπων μηδεὶς ἐπὶ χρήμασι μηδὲν ἐργάσεται κακὸν τὴν Ἑλλάδα, ἐφρόντιζον, ὑμεῖς δʼ οὐδὲ τὴν πόλιν αὐτὴν ὅπως μηδεὶς τῶν πολιτῶν ἀδικήσει προορᾶσθε.
雅典的男子汉们,诸位听到了碑文的宣告:泽勒亚人皮托纳克斯之子阿尔特米奥斯及其全族,皆为雅典人民及其盟友的仇敌与公敌。为了什么?因为他把异族的黄金运到了希腊人当中。由此看来,这难道不能清楚地表明:诸位的先祖曾千方百计防止哪怕是世上其他任何人为了钱财而危害希腊,而诸位却连城邦本身不受任何公民侵害都未能加以防范吗?
νὴ Δίʼ, ἀλλʼ ὅπως ἔτυχεν ταῦτα τὰ γράμμαθʼ ἕστηκεν.1 ἀλλʼ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως ταυτησὶ καὶ πολλὴν εὐρυχωρίαν ἐχούσης, παρὰ τὴν χαλκῆν τὴν μεγάλην Ἀθηνᾶν ἐκ δεξιᾶς ἕστηκεν, ἣν ἀριστεῖον ἡ πόλις τοῦ πρὸς τοὺς βαρβάρους πολέμου, δόντων τῶν Ἑλλήνων τὰ χρήματα ταῦτα, ἀνέθηκεν. τότε μὲν τοίνυν οὕτω σεμνὸν ἦν τὸ δίκαιον καὶ τὸ κολάζειν τοὺς τὰ τοιαῦτα ποιοῦντας ἔντιμον, ὥστε τῆς αὐτῆς ἠξιοῦτο στάσεως τό τʼ ἀριστεῖον τῆς θεοῦ καὶ αἱ κατὰ τῶν τὰ τοιαῦτʼ ἀδικούντων τιμωρίαι· νῦν δὲ γέλως, ἄδεια, εἰ μὴ τὴν ἄγαν ταύτην ἐξουσίαν σχήσετε νῦν ὑμεῖς.
“对啊,但这块碑文不过是随处设立的罢了,”有人或许会说。然而,尽管整个卫城都是神圣之所且有大片空旷之地,它却偏偏立在那座巨大的青铜雅典娜神像右侧——那是城邦在全希腊人捐资助战后,作为抗击异族战争的卓越战功奉献给女神的战利品。由此可见,当时正义是何等崇高,惩处行此不端之人是何等光荣,以至于女神的战功战利品与惩罚此类不法之徒的记录,竟被认为配得上置于同一席位;可如今却唯有嘲弄与放纵,除非诸位当下就能遏制这种过度的放肆。
νομίζω τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ καθʼ ἕν τι μόνον τοὺς προγόνους μιμουμένους ὀρθῶς ἂν ποιεῖν, ἀλλὰ καὶ κατὰ πάνθʼ ὅσʼ ἔπραττον ἐφεξῆς. ἐκεῖνοι τοίνυν, ὡς ἅπαντες εὖ οἶδʼ ὅτι τὸν λόγον τοῦτον ἀκηκόατε, Καλλίαν τὸν Ἱππονίκου ταύτην τὴν ὑπὸ πάντων θρυλουμένην εἰρήνην πρεσβεύσαντα, ἵππου μὲν δρόμον ἡμέρας πεζῇ μὴ καταβαίνειν ἐπὶ τὴν θάλατταν βασιλέα, ἐντὸς δὲ Χελιδονίων καὶ Κυανέων πλοίῳ μακρῷ μὴ πλεῖν,2 ὅτι δῶρα λαβεῖν ἔδοξε πρεσβεύσας, μικροῦ μὲν ἀπέκτειναν, ἐν δὲ ταῖς εὐθύναις πεντήκοντʼ ἐπράξαντο τάλαντα.
因此,雅典的男子汉们,我认为诸位若不单在某一件事情上效法先祖,而是在他们所行的一切事上接续效法,才是完全正当的。那些先祖们——因为我确信诸位都听过这个故事——当希波尼科斯之子卡利亚斯出使缔结了那项人人交口称赞的和平协定,即波斯王不得经陆路下达距海岸一天的马程之内,亦不得派出战舰驶入赫利多尼亚与屈阿涅阿群岛以内时,只因他出使时被怀疑收受了贿赂,先祖们便险些将他处死,并在账目审查中对他处以五十塔兰同的罚金。
καίτοι καλλίω ταύτης εἰρήνην οὔτε πρότερον οὔθʼ ὕστερον οὐδεὶς ἂν εἰπεῖν ἔχοι πεποιημένην τὴν πόλιν. ἀλλʼ οὐ τοῦτʼ ἐσκόπουν. τούτου μὲν γὰρ ἡγοῦντο τὴν αὑτῶν ἀρετὴν καὶ τὴν τῆς πόλεως δόξαν αἰτίαν εἶναι, τοῦ δὲ προῖκʼ ἢ μὴ τὸν τρόπον τοῦ πρεσβευτοῦ· τοῦτον οὖν δίκαιον ἠξίουν παρέχεσθαι καὶ ἀδωροδόκητον τὸν προσιόντα τοῖς κοινοῖς.
然而,无论在此之前还是在此之后,任何人都不可能说出城邦缔结过比这更为光辉的和平协定。但先祖们关注的并不是这一点。因为他们认为和平的辉煌归因于自身的勇敢与城邦的威望,而是否无偿履职则取决于使节的操守;因此他们要求,参与公共事务者必须将这种〔操守〕表现得正直且廉洁不受贿赂。
ἐκεῖνοι μὲν τοίνυν οὕτως ἐχθρὸν ἡγοῦντο τὸ δωροδοκεῖν καὶ ἀλυσιτελὲς τῇ πόλει, ὥστε μήτʼ ἐπὶ πράξεως μηδεμιᾶς μήτʼ ἐπʼ ἀνδρὸς ἐᾶν γίγνεσθαι· ὑμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν αὐτὴν εἰρήνην ἑορακότες τὰ μὲν τῶν συμμάχων τῶν ὑμετέρων τείχη καθῃρηκυῖαν, τὰς δὲ τῶν πρέσβεων οἰκίας οἰκοδομοῦσαν, καὶ τὰ μὲν τῆς πόλεως κτήματʼ ἀφῃρημένην, τούτοις δʼ ἃ μηδʼ ὄναρ ἤλπισαν πώποτε κτησαμένην, οὐκ αὐτοὶ τούτους ἀπεκτείνατε, ἀλλὰ κατηγόρου προσδεῖσθε, καὶ λόγῳ κρίνεθʼ ὧν ἔργῳ τἀδικήματα πάντες ὁρῶσιν.
先祖们当时就是这般认定收受贿赂对城邦而言极具危害且毫无益处,以至于在任何事务中、在任何人身上都绝不允许其发生;而诸位呢,雅典的男子汉们,眼看着同一个和平协定拆毁了诸位盟友的城墙,建起了使节们的豪宅,剥夺了城邦的财产,却为这些人赢得了他们连在梦中都不曾指望过的财富,诸位非但没有亲自将他们处死,反而还需要一位控告者,并企图用言词来审判那些所有人在事实上都亲眼目睹其罪行之人。
οὐ τοίνυν τὰ παλαίʼ ἄν τις ἔχοι μόνον εἰπεῖν καὶ διὰ τούτων τῶν παραδειγμάτων ὑμᾶς ἐπὶ τιμωρίαν παρακαλέσαι· ἀλλʼ ἐφʼ ὑμῶν τουτωνὶ τῶν ἔτι ζώντων πολλοὶ δίκην δεδώκασιν, ὧν ἐγὼ τοὺς μὲν ἄλλους παραλείψω, τῶν δʼ ἐκ πρεσβείας, ἣ πολὺ ταύτης ἐλάττω κακὰ τὴν πόλιν εἴργασται, θανάτῳ ζημιωθέντων ἑνὸς ἢ δυοῖν ἐπιμνησθήσομαι. καί μοι λέγε τουτὶ τὸ ψήφισμα λαβών. ΨΗΦΙΣΜΑ. κατὰ τουτὶ τὸ ψήφισμʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πρέσβεων ἐκείνων ὑμεῖς θάνατον κατέγνωτε, ὧν εἷς ἦν Ἐπικράτης, ἀνήρ, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, σπουδαῖος καὶ πολλὰ χρήσιμος τῇ πόλει, καὶ τῶν ἐκ Πειραιῶς καταγαγόντων τὸν δῆμον καὶ ἄλλως δημοτικός. ἀλλʼ ὅμως οὐδὲν αὐτὸν ὠφέλησε τούτων, δικαίως· οὐ γὰρ ἐφʼ ἡμισείᾳ χρηστὸν εἶναι δεῖ3 τὸν τὰ τηλικαῦτα διοικεῖν ἀξιοῦντα, οὐδὲ τὸ πιστευθῆναι προλαβόντα παρʼ ὑμῶν εἰς τὸ μείζω δύνασθαι κακουργεῖν καταχρῆσθαι, ἀλλʼ ἁπλῶς μηδὲν ὑμᾶς ἀδικεῖν ἑκόντα.
人们并非只能列举古代的先例来敦促诸位施加惩罚;在诸位至今仍健在的时代里,就有许多人服了法。关于这些人,我暂且略过其余不提,只提及使节团中被处以死刑的一两人——那个使节团给城邦带来的危害远比这一次轻微得多。书记官,拿去替我宣读这项决议。 【决议】雅典的男子汉们,诸位正是依据这项决议判处了那些使节死刑,其中一人是埃皮克拉特斯——正如我从年长者那里听闻的,他是一个干练之人,在许多方面对城邦大有助益,曾是将民众从比雷埃夫斯迎回的功臣之一,在其他方面也是一位彻头彻尾的民主派。然而,这一切都没能拯救他,而且也是理所当然的;因为一个自许能处理如此重大国事的人,绝不可半心半意地向善,亦不可将预先从诸位处获得的信任滥用为施行更大恶行的能力,而必须毫无保留地、绝不故意向诸位行任何不义之事。
- 272νὴ Δίʼ, ἀλλʼ ὅπως ἔτυχεν ταῦτα τὰ γράμμαθʼ ἕστηκεν.
预先设想并提出反方抗辩的设问修辞(hypophora / procatalepsis)。誓词 νὴ Δία(“对啊,指着宙斯发誓,但是……”)引出假想论敌的反驳,随后的 ἀλλʼ ὅλης οὔσης... 则随即对其予以驳斥。
- 273ἵππου μὲν δρόμον ἡμέρας πεζῇ μὴ καταβαίνειν ἐπὶ τὴν θάλατταν βασιλέα, ἐντὸς δὲ Χελιδονίων καὶ Κυανέων πλοίῳ μακρῷ μὴ πλεῖν
阐明著名的“卡利亚斯和平”具体条款的带不定式宾格结构。ἵππου... δρόμον ἡμέρας 为表示空间范围的宾格(“一天的马程”)。否定词使用 μή,是因为这些不定式带有规定性、禁止性的条约条款性质。
- 277οὐ γὰρ ἐφʼ ἡμισείᾳ χρηστὸν εἶναι δεῖ
介词短语 ἐφʼ ἡμισείᾳ 是由介词 ἐπί 与阴性名词 ἡμίσεια(省略了 μοῖρα 等)构成的习惯性副词短语,意为“半途地”、“半心半意地”。此处断然否定执掌重任者可以只在半边做好事、另一半边为非作歹。
