← 狄摩西尼

论使职不称职

§265-270

奥林索斯的自毁与惩处叛徒的先例

演说者详述了奥林索斯因上层受贿及民众盲从而走向灭亡的过程,敦促陪审官效法先祖惩治叛徒的明智之举,严惩城邦内部的受贿者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§265

ἐπειδὴ δὲ δωροδοκεῖν ἤρξαντό τινες, καὶ διʼ ἀβελτερίαν οἱ πολλοί, μᾶλλον δὲ διὰ δυστυχίαν, τούτους πιστοτέρους ἡγήσαντο τῶν ὑπὲρ αὑτῶν λεγόντων, καὶ Λασθένης μὲν ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις, Εὐθυκράτης δὲ βοῦς ἔτρεφεν πολλὰς τιμὴν οὐδενὶ δούς, ἕτερος δέ τις ἧκεν ἔχων πρόβατα, ἄλλος δέ τις ἵππους, οἱ δὲ πολλοί, καθʼ ὧν ταῦτʼ ἐγίγνετο, οὐχ ὅπως ὠργίζοντο ἢ κολάζειν ἠξίουν1 τοὺς ταῦτα ποιοῦντας, ἀλλʼ ἀπέβλεπον, ἐζήλουν, ἐτίμων, ἄνδρας ἡγοῦντο·

然而,当某些人开始收受贿赂,而大多数人出于愚蠢——或者更确切地说是出于不幸——认为这些人比那些为他们利益说话的人更值得信赖时;当拉斯塞涅斯用来自马其顿的木材为自家的房屋封顶,欧堤克拉特斯分文未付便放牧着大批牛群,另有人带着羊群归来,还有人带着马匹归来时,作为这一切行径受害者的多数民众,非但没有感到愤怒或要求惩治行此不轨之人,反而仰慕他们、羡慕他们、尊崇他们,视他们为真男子。

§266

ἐπειδὴ ταῦθʼ οὕτω προήγετο καὶ τὸ δωροδοκεῖν ἐκράτησε, χιλίους μὲν ἱππέας κεκτημένοι, πλείους δʼ ὄντες ἢ μύριοι, πάντας δὲ τοὺς περιχώρους ἔχοντες συμμάχους, μυρίοις δὲ ξένοις καὶ τριήρεσι πεντήκονθʼ ὑμῶν βοηθησάντων αὐτοῖς, καὶ ἔτι τῶν πολιτῶν τετρακισχιλίοις, οὐδὲν αὐτοὺς τούτων ἐδυνήθη σῶσαι, ἀλλὰ πρὶν μὲν ἐξελθεῖν ἐνιαυτὸν τοῦ πολέμου τὰς πόλεις ἁπάσας ἀπωλωλέκεσαν τὰς ἐν τῇ Χαλκιδικῇ, καὶ Φίλιππος οὐκέτʼ εἶχεν ὑπακούειν τοῖς προδιδοῦσιν, οὐδʼ ὅ τι πρῶτον λάβῃ.2

当事态演变至此,收受贿赂蔚然成风时,尽管他们拥有一千名骑兵,人数在一万人以上,所有邻邦皆为盟友,诸位还派出了一万名雇佣军和五十艘三列桨座战船,以及四千名公民兵前往驰援,但这一切都未能拯救他们;反而在战争尚未满一年之前,他们就丢失了哈尔基迪基的所有城邦,以至于腓力甚至应接不暇于叛徒们的投奔,不知道该先接收什么。

§267

πεντακοσίους δʼ ἱππέας προδοθέντας ὑπʼ αὐτῶν τῶν ἡγουμένων ἔλαβεν αὐτοῖς ὅπλοις ὁ Φίλιππος, ὅσους οὐδεὶς πώποτʼ ἄλλος ἀνθρώπων. καὶ οὔτε τὸν ἥλιον ᾐσχύνονθʼ οἱ ταῦτα ποιοῦντες οὔτε τὴν γῆν πατρίδʼ οὖσαν, ἐφʼ ἧς ἕστασαν, οὔθʼ ἱερὰ οὔτε τάφους οὔτε τὴν μετὰ ταῦτα γενησομένην αἰσχύνην ἐπὶ τοιούτοις ἔργοις· οὕτως ἔκφρονας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παραπλῆγας τὸ δωροδοκεῖν ποιεῖ. ὑμᾶς οὖν, ὑμᾶς εὖ φρονεῖν δεῖ τοὺς πολλούς, καὶ μὴ ἐπιτρέπειν τὰ τοιαῦτα, ἀλλὰ κολάζειν δημοσίᾳ. καὶ γὰρ ἂν καὶ ὑπερφυὲς εἴη, εἰ κατὰ μὲν τῶν Ὀλυνθίους προδόντων πολλὰ καὶ δείνʼ ἐψηφίσασθε, τοὺς δὲ παρʼ ὑμῖν αὐτοῖς ἀδικοῦντας μὴ κολάζοντες φαίνοισθε. λέγε τὸ ψήφισμα τὸ περὶ τῶν Ὀλυνθίων. ΨΗΦΙΣΜΑ. ταῦθʼ ὑμεῖς, ὦ ἄνδρες δικασταί, ὀρθῶς καὶ καλῶς πᾶσιν Ἕλλησι καὶ βαρβάροις δοκεῖτʼ ἐψηφίσθαι κατʼ ἀνδρῶν προδοτῶν καὶ θεοῖς ἐχθρῶν. ἐπειδὴ τοίνυν τὸ δωροδοκεῖν πρότερον τοῦ τὰ τοιαῦτα ποιεῖν ἐστι καὶ διʼ ἐκεῖνο καὶ τάδε πράττουσί τινες, ὃν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δωροδοκοῦντʼ ἴδητε, τοῦτον καὶ προδότην εἶναι νομίζετε. εἰ δʼ ὁ μὲν καιρούς, ὁ δὲ πράγματα, ὁ δὲ στρατιώτας προδίδωσιν, ὧν ἂν ἕκαστος, οἶμαι, κύριος γένηται, ταῦτα διαφθείρει· μισεῖν δʼ ὁμοίως τοὺς τοιούτους πάντας προσήκει.

腓力俘获了由其指挥官亲自出卖的五百名全副武装的骑兵,这是此前任何人都不曾俘获过的数量。而行下此类恶行之徒,竟对太阳毫无羞惭,对脚下作为祖国的土地、对圣所、对陵墓、以及对这些行径所带来的后世耻辱都全无愧悔之意;雅典的男子汉们,收受贿赂就是这般使人心智失常、丧心病狂。因此,诸位大众必须保持清醒明智,切不可纵容此类事情,而必须予以公开惩处。因为诸位若曾针对背叛奥林索斯的人通过了诸多严酷的决议,如今却对在诸位身边为非作歹之人姑息不惩,那可真是匪夷所思之事了。请宣读关于奥林索斯人的决议。 【决议】审判官诸位,全希腊人和异族人都认为,诸位针对这些背叛祖国且为神明所憎弃之徒所作出的这项决议是完全正确而正当的。既然收受贿赂先于干出这等勾当,且某些人正是为此而做出这些恶事,那么雅典的男子汉们,无论诸位何时见到有人收受贿赂,就应当认定此人也是叛徒。而如果有人出卖时机,有人出卖国事,有人出卖军人,我想,每个人都是在败坏他自己所掌控的事物;但对所有此类人理应一概予以痛恨。

§269

ἔστι δʼ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τούτων μόνοις τῶν πάντων ἀνθρώπων οἰκείοις χρῆσθαι παραδείγμασι, καὶ τοὺς προγόνους, οὓς ἐπαινεῖτε δικαίως, ἔργῳ μιμεῖσθαι. καὶ γὰρ εἰ μὴ τὰς μάχας μηδὲ τὰς στρατείας μηδὲ τοὺς κινδύνους, ἐν οἷς ἦσαν ἐκεῖνοι λαμπροί, συμβαίνει καιρός, ἀλλʼ ἄγεθʼ ἡσυχίαν ὑμεῖς ἐν τῷ παρόντι, ἀλλὰ τό γʼ εὖ φρονεῖν αὐτῶν μιμεῖσθε.

雅典的男子汉们,在全人类中唯独诸位能够在此类事情上引用自己切身的榜样,并在行动中效法诸位理所当然赞颂的先祖。因为即使没有出现那些曾使先祖们声名显赫的战斗、远征与险境的机缘,诸位在当下保持着安宁,但至少诸位应当效法他们的明智。

§270

τούτου γὰρ πανταχοῦ χρεία, καὶ οὐδέν ἐστι πραγματωδέστερον οὐδʼ ὀχληρότερον τὸ καλῶς φρονεῖν τοῦ κακῶς, ἀλλʼ ἐν τῷ ἴσῳ χρόνῳ νυνὶ καθήμενος ὑμῶν ἕκαστος, ἂν μὲν ἃ χρὴ γιγνώσκῃ περὶ τῶν πραγμάτων καὶ ψηφίζηται, βελτίω τὰ κοινὰ ποιήσει τῇ πόλει καὶ ἄξια τῶν προγόνων πράξει, ἂν δʼ ἃ μὴ δεῖ, φαυλότερα, καὶ ἀνάξια τῶν προγόνων ποιήσει. τί οὖν ἐκεῖνοι περὶ τούτων ἐφρόνουν; ταυτὶ λαβὼν ἀνάγνωθι, γραμματεῦ· δεῖ γὰρ ὑμᾶς ἰδεῖν ὅτι ἐπὶ τοῖς τοιούτοις ἔργοις ῥᾳθυμεῖτε, ὧν θάνατον κατεγνώκασιν οἱ πρόγονοι.3 λέγε. ΣΤΗΛΗ.

因为这种明智在任何地方都是必需的,而且具有良好的见识并不比具有恶劣的见识更为费力或繁重;相反,诸位每个人在当下耗费同样的时间坐在这里,若是对国事形成应有的认识并据此投票,就会为城邦改善公共利益,并做出无愧于先祖之举;但若是做出不当的决断,就会使国事更加糟糕,做出愧对先祖之事。那么,先祖们对此究竟抱有何种态度呢?书记官,拿去宣读吧;因为诸位必须看到,诸位正在对先祖曾判处死刑的这等行径麻木不仁。请宣读。 【石碑铭文】

语法注3 条
  1. 265οὐχ ὅπως ὠργίζοντο ἢ κολάζειν ἠξίουν

    οὐχ ὅπως 与后文的 ἀλλά 构成固定搭配,意为“非但没有(反而……)”,表示不仅不愤怒或不要求惩罚,反而仰慕崇拜。

  2. 266οὐκέτʼ εἶχεν ὑπακούειν τοῖς προδιδοῦσιν, οὐδʼ ὅ τι πρῶτον λάβῃ

    动词 εἶχεν 后接不定式 ὑπακούειν(“应接不暇/无法应对”)和间接疑问从句 ὅ τι πρῶτον λάβῃ;从句中的虚拟式 λάβῃ 保留了直接引语中的深思虚拟式(deliberative subjunctive)。

  3. 270ὧν θάνατον κατεγνώκασιν οἱ πρόγονοι

    动词 καταγιγνώσκω 支配表示罪状的属格(ὧν)与表示刑罚的宾格(θάνατον),意为“先祖对其判处死刑的那些行为”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:265-270