- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:257-264
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼论证埃斯基涅斯自身的狂悖举动在神意安排下反而注定了其罪责,随即揭露蔓延全希腊的叛国内附之风,并以昔日抗击斯巴达而今因内奸灭亡的奥林索斯为例发出严正警示。
σκοπεῖτε γάρ. ἄνθρωπος πολλὰ καὶ δεινὰ πρεσβεύσας, καὶ χώρας ἐκδεδωκὼς ἐν αἷς τοὺς θεοὺς ὑφʼ ὑμῶν καὶ τῶν συμμάχων τιμᾶσθαι προσῆκεν, ἠτίμωσʼ ὑπακούσαντά τινʼ αὐτοῦ κατήγορον. ἵνα τί;1 ἵνα μήτʼ ἐλέου μήτε συγγνώμης ἐφʼ οἷς αὐτὸς ἠδίκηκεν τύχῃ. ἀλλὰ καὶ κατηγορῶν ἐκείνου κακῶς λέγειν προείλετʼ ἐμέ, καὶ πάλιν ἐν τῷ δήμῳ γραφὰς ἀποίσειν καὶ τοιαῦτʼ ἠπείλει. ἵνα τί; ἵνʼ ὡς μετὰ πλείστης συγγνώμης παρʼ ὑμῶν ὁ τὰ τούτου πονηρεύματʼ ἀκριβέστατʼ εἰδὼς ἐγὼ καὶ παρηκολουθηκὼς ἅπασι κατηγορῶ.
诸位请看:一个在出使期间犯下诸多骇人罪行、出卖了本应由诸位及盟友尊崇神明的土地的人,却使挺身而出指控他的告发人被剥夺了公民权。这是为了什么呢?为了使他因自己所犯的罪行既得不到同情,也得不到宽恕。而且他在控告那个人时,竟选择对我大加诽谤,又在公民大会上扬言要对我提起公诉等等。这是为了什么呢?为了让我这个最精确洞悉其恶行且全程亲历一切的人,能够带着诸位最大限度的体谅来指控他。
ἀλλὰ καὶ διακρουόμενος πάντα τὸν ἔμπροσθεν χρόνον εἰσελθεῖν εἰς τοιοῦτον ὑπῆκται καιρὸν ἐν ᾧ τῶν ἐπιόντων ἕνεκα, εἰ μηδενὸς ἄλλου, οὐχ οἷόν τʼ οὐδʼ ἀσφαλὲς ὑμῖν δεδωροδοκηκότα τοῦτον ἀθῷον ἐᾶσαι· ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα δὲ νῦν ἐπὶ καιροῦ τοῦτο γένοιτʼ ἂν καὶ πάντας ὠφελήσειεν ἀνθρώπους κοινῇ.
不仅如此,他之前一直百般推脱出庭受审,如今却被推到了这样一个时机面前——即便不为了别的,单为了迫在眉睫的危机,诸位也绝不能、更无法安全地放过这个受贿之徒。因为,雅典的男子汉们,憎恨并惩罚叛徒和受贿者固然始终是应当的,但唯独在此时此刻,这样做最为合乎时宜,并将使全人类共同受益。
νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα, καὶ χαλεπὸν καὶ πολλῆς τινὸς εὐτυχίας καὶ παρʼ ὑμῶν ἐπιμελείας δεόμενον. οἱ γὰρ ἐν ταῖς πόλεσι γνωριμώτατοι καὶ προεστάναι τῶν κοινῶν ἀξιούμενοι, τὴν αὑτῶν προδιδόντες ἐλευθερίαν οἱ δυστυχεῖς, αὐθαίρετον αὑτοῖς ἐπάγονται δουλείαν, Φιλίππῳ ξενίαν καὶ ἑταιρίαν καὶ τοιαῦθʼ ὑποκοριζόμενοι· οἱ δὲ λοιποὶ καὶ τὰ κύριʼ ἅττα ποτʼ ἔστʼ ἐν ἑκάστῃ τῶν πόλεων, οὓς ἔδει τούτους κολάζειν καὶ παραχρῆμʼ ἀποκτιννύναι, τοσοῦτʼ ἀπέχουσι τοῦ τοιοῦτόν τι ποιεῖν ὥστε θαυμάζουσι καὶ ζηλοῦσι καὶ βούλοιντʼ ἂν αὐτὸς ἕκαστος τοιοῦτος εἶναι.
雅典的男子汉们,因为一场可怕而严重的瘟疫已经降临全希腊,需要极大的幸运和诸位的警惕来应对。在各个城邦中最负盛名、被认为应当执掌公职的人,这些可悲之徒竟出卖自己的自由,为自己招来甘愿承受的奴役,却粉饰称这与腓力是“宾客之谊”、“同僚之谊”等等;而其余的人以及各城邦中无论何种掌权者,本该惩罚这些人并立即将他们处死,如今却远未采取任何此类行动,甚至反而仰慕他们、艳羡他们,每个人都巴不得自己也成为这样的人。
καίτοι τοῦτο τὸ πρᾶγμα καὶ τὰ τοιαῦτα ζηλώματα Θετταλῶν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μέχρι μὲν χθὲς ἢ πρώην τὴν ἡγεμονίαν καὶ τὸ κοινὸν ἀξίωμʼ ἀπωλωλέκει, νῦν δʼ ἤδη καὶ τὴν ἐλευθερίαν παραιρεῖται· τὰς γὰρ ἀκροπόλεις αὐτῶν ἐνίων Μακεδόνες φρουροῦσιν· εἰς Πελοπόννησον δʼ εἰσελθὸν τὰς ἐν Ἤλιδι σφαγὰς πεποίηκε, καὶ τοσαύτης παρανοίας καὶ μανίας ἐνέπλησε τοὺς ταλαιπώρους ἐκείνους ὥσθʼ, ἵνʼ ἀλλήλων ἄρχωσι καὶ Φιλίππῳ χαρίζωνται, συγγενεῖς αὑτῶν καὶ πολίτας μιαιφονεῖν.
然而,雅典的男子汉们,这种勾当和此类盲从,直到昨天或前天还仅仅摧毁了色萨利人的霸权与公共威望,如今却已在剥夺他们的自由;因为马其顿人正驻守在他们某些城邦的卫城中。而它进入伯罗奔尼撒之后,又制造了伊利斯的大屠杀,使那些可怜的人充满了如此巨大的疯狂与狂乱,以至于为了相互统治并讨好腓力,竟残杀自己的同胞亲族。
καὶ οὐδʼ ἐνταῦθʼ ἕστηκεν, ἀλλʼ εἰς Ἀρκαδίαν εἰσελθὸν πάντʼ ἄνω καὶ κάτω τἀκεῖ πεποίηκε, καὶ νῦν Ἀρκάδων πολλοί, προσῆκον αὐτοῖς ἐπʼ ἐλευθερίᾳ μέγιστον φρονεῖν ὁμοίως ὑμῖν (μόνοι γὰρ πάντων αὐτόχθονες ὑμεῖς ἐστε κἀκεῖνοι) Φίλιππον θαυμάζουσι καὶ χαλκοῦν ἱστᾶσι καὶ στεφανοῦσι, καὶ τὸ τελευταῖον, ἂν εἰς Πελοπόννησον ἴῃ, δέχεσθαι ταῖς πόλεσιν εἰσὶν ἐψηφισμένοι.
而且它并未停留在那里,而是蔓延至阿卡迪亚,将那里搞得天翻地覆;如今许多阿卡迪亚人——他们本该像诸位一样以自由为最高骄傲(因为在全人类中唯有诸位与他们是土生土长的原住民)——却崇拜腓力,为他树立铜像,向他加冠,最终甚至投票决定,一旦他来到伯罗奔尼撒,就在各城邦予以接纳。
ταὐτὰ δὲ ταῦτʼ Ἀργεῖοι. ταῦτα νὴ τὴν Δήμητρα, εἰ δεῖ μὴ ληρεῖν, εὐλαβείας οὐ μικρᾶς δεῖται, ὡς βαδίζον γε κύκλῳ καὶ δεῦρʼ ἐλήλυθεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ νόσημα τοῦτο. ἕως οὖν ἔτʼ ἐν ἀσφαλεῖ, φυλάξασθε καὶ τοὺς πρώτους εἰσαγαγόντας ἀτιμώσατε· εἰ δὲ μή, σκοπεῖθʼ ὅπως μὴ τηνικαῦτʼ εὖ λέγεσθαι δόξει τὰ νῦν εἰρημένα, ὅτʼ οὐδʼ ὅ τι χρὴ ποιεῖν ἕξετε.2
阿尔戈斯人也做了完全相同的事。凭德墨忒尔起誓,如果我们不说糊涂话的话,这些事情需要非同寻常的警惕,因为这种瘟疫辗转游走,甚至已经来到了这里,雅典的男子汉们。因此,趁着尚在安全之中,诸位务必提防,并剥夺那些最早将其引入之人的公民权;否则,请当心,切莫等到连该做什么都无计可施之时,才发觉如今所说的话是正确的。
οὐχ ὁρᾶθʼ ὡς ἐναργές, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σαφὲς παράδειγμʼ οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι; οἳ παρʼ οὐδὲν οὕτως ὡς τὸ τοιαῦτα ποιεῖν3 ἀπολώλασιν οἱ δείλαιοι. ἔχοιτε δʼ ἂν ἐξετάσαι καθαρῶς ἐκ τῶν συμβεβηκότων αὐτοῖς. ἐκεῖνοι γάρ, ἡνίκα μὲν τετρακοσίους ἱππέας ἐκέκτηντο μόνον καὶ σύμπαντες οὐδὲν ἦσαν πλείους πεντακισχιλίων τὸν ἀριθμόν, οὔπω Χαλκιδέων πάντων εἰς ἓν συνῳκισμένων, Λακεδαιμονίων ἐπʼ αὐτοὺς ἐλθόντων πολλῇ καὶ πεζῇ καὶ ναυτικῇ δυνάμει (ἴστε γὰρ δήπου τοῦθʼ ὅτι γῆς καὶ θαλάττης ἦρχον ὡς ἔπος εἰπεῖν Λακεδαιμόνιοι κατʼ ἐκείνους τοὺς χρόνους), ἀλλʼ ὅμως τηλικαύτης ἐπʼ αὐτοὺς ἐλθούσης δυνάμεως οὔτε τὴν πόλιν οὔτε φρούριον οὐδὲν ἀπώλεσαν, ἀλλὰ καὶ μάχας πολλὰς ἐκράτησαν καὶ τρεῖς τῶν πολεμάρχων ἀπέκτειναν καὶ τὸ τελευταῖον, ὅπως ἐβούλοντο, οὕτω τὸν πόλεμον κατέθεντο.
雅典的男子汉们,难道诸位看不出可怜的奥林索斯人成了一个多么昭彰而清晰的榜样吗?那些悲惨之人的毁灭,归根结底完全是由于做了此类事情。诸位完全可以从发生在他们身上的事情中清楚地审视这一点。因为他们当初仅仅拥有四百名骑兵,全体总人数也不过五千人,当时所有的哈尔基迪基人尚未联合建为一个城邦,斯巴达人以庞大的陆海军兵力向他们进攻(因为诸位想必清楚,在那个时代斯巴达人可以说是陆地和海洋的霸主),但面对如此大军压境,他们既没有失去城邦,也没有丢失任何要塞,反而赢得了许多战役,斩杀了三名敌军指挥官,并在最后完全按照自己的意愿结束了战争。
- 257ἵνα τί;
省略了目的从句谓语动词(如 γένηται)的习用表达,意为“为了什么?”或“意图何在?”。在此处反复使用,以反讽修辞强调埃斯基涅斯的蓄意图谋在神意之下反而适得其反,加速了他自身的败亡。
- 262σκοπεῖθʼ ὅπως μὴ τηνικαῦτʼ εὖ λέγεσθαι δόξει τὰ νῦν εἰρημένα, ὅτʼ οὐδʼ ὅ τι χρὴ ποιεῖν ἕξετε.
表示注意、戒备的动词(σκοπεῖτε)后接 ὅπως μή 与将来时直陈式(δόξει),构成预防/警告从句(“当心/谨防……”)。指示副词 τηνικαῦτα(“在那个时候”)与时间关系副词 ὅτε(“当……时”)形成呼应,意为“当心切莫等到甚至不知道该做什么之时,才发觉如今所说的话是正确的”。
- 263παρʼ οὐδὲν οὕτως ὡς τὸ τοιαῦτα ποιεῖν
介词 παρά 接宾格在此表示原因或比较(“由于……”、“起因于……”)。与 οὕτως ὡς 以及带冠词不定式 τὸ τοιαῦτα ποιεῖν 连用,表达了强烈的排他性因果关系:“他们之毁灭,绝非由于任何其他原因,而完全是由于做了此类事情”。
