← 狄摩西尼

论使职不称职

§253-256

梭伦挽歌诗的朗诵与袖中之手的真意

德摩斯梯尼痛斥埃斯基涅斯出卖安菲波利斯却厚颜援引梭伦,指出应当在出使受贿时将手缩在衣内而非演说时摆弄姿态,并要求宣读梭伦关于不法之徒与城邦败坏的挽歌诗以抨击其罪行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§253

οὗτος δʼ, ἣν βασιλεὺς καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἔγνωσαν, Ἀμφίπολιν, ταύτην ἐξέδωκε καὶ ἀπέδοτο καὶ τῷ ταῦτα γράφοντι συνεῖπε Φιλοκράτει. ἄξιόν γʼ, οὐ γάρ; ἦν Σόλωνος αὐτῷ μεμνῆσθαι.1 καὶ οὐ μόνον ἐνταῦθα ταῦτʼ ἐποίησεν, ἀλλʼ ἐκεῖσʼ ἐλθὼν οὐδὲ τοὔνομʼ ἐφθέγξατο τῆς χώρας ὑπὲρ ἧς ἐπρέσβευεν. καὶ ταῦτʼ αὐτὸς ἀπήγγειλε πρὸς ὑμᾶς· μέμνησθε γὰρ δήπου λέγοντʼ αὐτὸν ὅτι περὶ δʼ Ἀμφιπόλεως εἶχον μὲν κἀγὼ λέγειν· ἵνα δʼ ἐγγένηται Δημοσθένει περὶ αὐτῆς εἰπεῖν, παρέλιπον.

然而此人却将波斯王和全体希腊人都承认为诸位所有的安菲波利斯割让并出卖了,并附和了起草这项提案的菲洛克拉特斯。他倒真有资格提起梭伦,不是吗?他不仅在本地如此行事,到了那里,甚至连自己奉命出使的那片土地的名字都未曾提及。而且这也是他自己向诸位汇报的;因为诸位想必还记得他说过:“关于安菲波利斯,我本来也有话要说;但为了给德摩斯梯尼留下谈论它的机会,我便略过了。”

§254

ἐγὼ δὲ παρελθὼν οὐδὲν ἔφην τοῦτον ὧν ἐβούλετʼ εἰπεῖν πρὸς Φίλιππον ἐμοὶ παραλιπεῖν· θᾶττον γὰρ ἂν τοῦ αἵματος ἢ λόγου μεταδοῦναί τινι. ἀλλʼ, οἶμαι, χρήματʼ εἰληφότʼ οὐκ ἦν ἀντιλέγειν πρὸς Φίλιππον τὸν ὑπὲρ τούτου δεδωκότα, ὅπως ἐκείνην μὴ ἀποδῷ. λέγε δή μοι λαβὼν καὶ τὰ τοῦ Σόλωνος ἐλεγεῖα ταυτί, ἵνʼ ἴδηθʼ ὅτι καὶ Σόλων ἐμίσει τοὺς οἵους οὗτος ἀνθρώπους.

而我走上前去发言时表示,此人绝没有把任何想对腓力说的话留给我;因为他宁可分给别人自己的鲜血,也不愿分出半句话。然而我想,收了钱的人,是无法去反对那个正是为了让他不归还城邦而付给他金钱的腓力的。请拿来并为我朗读梭伦的这些挽歌诗,好让诸位看清,梭伦也是憎恶此类人物的。

§255

οὐ λέγειν εἴσω τὴν χεῖρʼ ἔχοντʼ, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρʼ ἔχοντα.2 σὺ δʼ ἐκεῖ προτείνας καὶ ὑποσχὼν καὶ καταισχύνας τούτους ἐνθάδε σεμνολογεῖ, καὶ λογάρια δύστηνα μελετήσας καὶ φωνασκήσας οὐκ οἴει δίκην δώσειν τηλικούτων καὶ τοσούτων ἀδικημάτων, κἂν πιλίδιον λαβὼν περὶ τὴν κεφαλὴν περινοστῇς καὶ ἐμοὶ λοιδορῇ; λέγε σύ. ΕΛΕΓΕΙ͂Α. "ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτʼ ὀλεῖται αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων· τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει. αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίῃσιν ἀστοὶ βούλονται, χρήμασι πειθόμενοι, δήμου θʼ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμον ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν.3 οὐ γὰρ ἐπίστανται κατέχειν κόρον, οὐδὲ παρούσας εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ. πλουτοῦσιν δʼ ἀδίκοις ἔργμασι πειθόμενοι. οὔθʼ ἱερῶν κτεάνων οὔτε τι δημοσίων φειδόμενοι κλέπτουσιν ἐφʼ ἁρπαγῇ ἄλλοθεν ἄλλος, οὐδὲ φυλάσσονται σεμνὰ θέμεθλα Δίκης, ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τʼ ἐόντα, τῷ δὲ χρόνῳ πάντως ἦλθʼ ἀποτεισομένη. τοῦτʼ ἤδη πάσῃ πόλει ἔρχεται ἕλκος ἄφυκτον, εἰς δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην, ἢ στάσιν ἔμφυλον πόλεμόν θʼ εὕδοντʼ ἐπεγείρει, ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην. ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυ τρύχεται ἐν συνόδοις τοῖς ἀδικοῦσι φίλαις. ταῦτα μὲν ἐν δήμῳ στρέφεται κακά· τῶν δὲ πενιχρῶν ἱκνοῦνται πολλοὶ γαῖαν ἐς ἀλλοδαπήν, πραθέντες δεσμοῖσί τʼ ἀεικελίοισι δεθέντες. οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδʼ ἑκάστῳ, αὔλειοι δʼ ἔτʼ ἔχειν οὐκ ἐθέλουσι θύραι, ὑψηλὸν δʼ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως, εἰ καί τις φεύγων ἐν μυχῷ ᾖ θαλάμου. ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει, ὡς κακὰ πλεῖστα πόλει δυσνομίη παρέχει, εὐνομίη δʼ εὔκοσμα καὶ ἄρτια πάντʼ ἀποφαίνει, καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας, τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ, αὐαίνει δʼ ἄτης ἄνθεα φυόμενα, εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τʼ ἔργα πραΰνει, παύει δʼ ἔργα διχοστασίης, παύει δʼ ἀργαλέης ἔριδος χόλον· ἔστι δʼ ὑπʼ αὐτῆς πάντα κατʼ ἀνθρώπους ἄρτια καὶ πινυτά."

埃斯基涅斯啊,并非在发表演说时必须把手收在外衣之内——绝非如此——而是在出使时必须把手收在外衣之内。可你倒好,在彼处把手伸出,掌心朝上受贿,使这些同胞公民蒙羞,却在本地大言不惭;难道你以为,靠着练习几句可怜的小说辞、训练一下发音,犯下了如此重大、数量如此众多的罪行就可以免受惩罚吗?哪怕你头上戴着顶小毡帽到处游荡并辱骂我,也是无济于事的。请宣读。 挽歌诗 “我们的城邦绝不会遵照宙斯的宿命 和永生福乐之神明的心意而灭亡; 因为有这样一位心胸宽宏的监护者、强大之父的女儿, 帕拉斯·雅典娜在上方伸展着护佑的双手。 然而公民们自身却妄图以愚昧 毁灭伟大的城邦,屈从于金钱, 民众领袖们怀着不义之心,他们必将注定 因极度的傲慢而遭受无尽的痛苦; 因为他们不懂得克制贪欲,不懂得在宁静中 安排宴席上眼前的欢悦。 他们依从不义的勾当而致富。 他们既不怜惜神圣财产,也不怜惜任何公产, 东抢西夺,各行劫掠, 毫不顾念正义女神庄严的基石, 女神虽默不作声,却洞悉当下所生与往昔所存之事, 终有一日必将完全前来清算报复。 这已经作为不可逃避的创伤降临于整座城邦, 城邦迅速坠入悲惨的奴役境地, 或者唤醒了内部的党争和沉睡的战乱, 夺去了无数年轻人可爱的青春; 因为在不义之徒所喜爱的聚会之中, 深得爱戴的城邑迅速被仇敌消耗磨损。 这些祸患在民众之中翻腾;而贫苦之人中 有许多人流落至异国他乡, 被贩卖并戴上可耻的镣铐。 公害就这样径直闯入每个人的家中, 庭院的门扉再也无法将它阻挡在外; 它跃过高高的围墙,无论如何都能将人找到, 哪怕有人逃入内室幽深的一角。 我的心灵吩咐我将这些道理教导给雅典人: 恶法统治给城邦带来极其浩大的灾难; 而善治则使一切井然有序、完善齐备, 并且时常将枷锁套在不义之人身上; 它抚平粗糙,止息贪求,削弱狂妄, 使萌生的破灭之花枯萎; 它匡正偏斜的判决,平息傲慢的 行径,制止党争的祸端; 它平息残酷纷争的怒火;在善治的庇护下, 人间的一切皆齐整完备、充满明智。”

§256

ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τῶν τοιούτων ἀνθρώπων οἷα Σόλων λέγει, καὶ περὶ τῶν θεῶν, οὕς φησι τὴν πόλιν σῴζειν. ἐγὼ δʼ ἀεὶ μὲν ἀληθῆ τὸν λόγον τοῦτον ἡγοῦμαι καὶ βούλομαι, ὡς ἄρʼ οἱ θεοὶ σῴζουσιν ἡμῶν τὴν πόλιν· τρόπον δέ τινʼ ἡγοῦμαι καὶ τὰ νῦν συμβεβηκότα πάντʼ ἐπὶ ταῖς εὐθύναις ταυταισὶ δαιμονίας τινὸς εὐνοίας ἔνδειγμα τῇ πόλει γεγενῆσθαι.

雅典的男子汉们,诸位听到了梭伦是如何谈论此类人物的,又是如何谈论他宣称保卫城邦的神明的。至于我,我始终相信并企盼这一论断为真,即神明确实在保卫着我们的城邦;而在某种意义上,我认为在这次会计清算中如今所发生的一切,也已成为某种神圣善意赐予城邦的明证。

语法注3 条
  1. 253ἄξιόν γʼ, οὐ γάρ; ἦν Σόλωνος αὐτῷ μεμνῆσθαι.

    这是结合了未完成过去时非人称结构 ἄξιον ἦν(“理当……”)与省略修辞反问 οὐ γάρ;(“难道不是吗?”)的反讽表达。德摩斯梯尼借此辛辣讽刺埃斯基涅斯在出卖安菲波利斯后,竟厚颜在法庭上搬出梭伦的庄重自律作为典范。

  2. 255οὐ λέγειν εἴσω τὴν χεῖρʼ ἔχοντʼ, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρʼ ἔχοντα.

    对比结构中的修辞性翻转。埃斯基涅斯此前在针对蒂马科斯的审判中主张演说时应“将手缩在衣内(εἴσω τὴν χεῖρα ἔχειν)”以显庄重节制;德摩斯梯尼在此巧妙反转其意,将其转变为出使时不伸出手索贿受贿的廉洁隐喻。

  3. 255οἷσιν ἑτοῖμον ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν

    梭伦挽歌诗中的抒情诗体构词。关系代词与格 οἷσιν(即 οἷς)搭配中性单数表语形容词 ἑτοῖμον(省略 ἐστί)与不定词 παθεῖν,意为“对于他们而言,注定/必然遭受……”。此处 ἑτοῖμον 引申为后果的“不可避免”或“必然来临”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:253-256